Heb 1:1-14
Hebrews 1 2 3 4 5 6 7 8 9 10 11 12 13
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Πολυμερῶς
καὶ
πολυτρόπως
πάλαι
ὁ
θεὸς
λαλήσας
τοῖς
πατράσιν
ἐν
τοῖς
προφήταις·
2ἐπ᾽
ἐσχάτου
τῶν
ἡμερῶν
τούτων,
ἐλάλησεν
ἡμῖν
ἐν
υἱῷ·
ὃν
ἔθηκεν
κληρονόμον
πάντων,
δι᾽
οὗ
καὶ
ἐποίησεν
τοὺς
αἰῶνας·
3ὃς
ὢν
ἀπαύγασμα
τῆς
δόξης
καὶ
χαρακτὴρ
τῆς
ὑποστάσεως
αὐτοῦ,
φέρων
τε
τὰ
πάντα
τῷ
ῥήματι
τῆς
δυνάμεως
αὐτοῦ·
καθαρισμὸν
τῶν
ἁμαρτιῶν
ποιησάμενος,
ἐκάθισεν
ἐν
δεξιᾷ
τῆς
μεγαλωσύνης
ἐν
ὑψηλοῖς·
4τοσούτῳ
κρείττων
γενόμενος
τῶν
ἀγγέλων,
ὅσῳ
διαφορώτερον
παρ᾽
αὐτούς,
κεκληρονόμηκεν
ὄνομα.
5τίνι
γὰρ
εἶπέν
ποτε
τῶν
ἀγγέλων·
Υἱός
μου
εἶ
σύ·
ἐγὼ
σήμερον
γεγέννηκά
σε·
καὶ
πάλιν,
Ἐγὼ
ἔσομαι
αὐτῷ
εἰς
πατέρα,
καὶ
αὐτὸς
ἔσται
μοι
εἰς
υἱόν;
6ὅταν
δὲ
πάλιν,
εἰσαγάγῃ
τὸν
πρωτότοκον
εἰς
τὴν
οἰκουμένην,
λέγει,
Καὶ
προσκυνησάτωσαν
αὐτῷ
πάντες
ἄγγελοι
θεοῦ.
7καὶ
πρὸς
μὲν
τοὺς
ἀγγέλους,
λέγει,
Ὁ
ποιῶν
τοὺς
ἀγγέλους
αὐτοῦ
πνεύματα,
καὶ
τοὺς
λειτουργοὺς
αὐτοῦ
πυρὸς
φλόγα·
8πρὸς
δὲ
τὸν
υἱόν,
Ὁ
θρόνος
σου,
ὁ
θεός,
εἰς
τὸν
αἰῶνα
τοῦ
αἰῶνος·
καὶ
ἡ
ῥάβδος
τῆς
εὐθύτητος
ῥάβδος
τῆς
βασιλείας
σου.
9ἠγάπησας
δικαιοσύνην
καὶ
ἐμίσησας
ἀνομίαν·
διὰ
τοῦτο,
ἔχρισέν
σε
ὁ
θεός,
ὁ
θεός
σου,
ἔλαιον
ἀγαλλιάσεως
παρὰ
τοὺς
μετόχους
σου·
10καί,
Σὺ
κατ᾽
ἀρχάς,
κύριε,
τὴν
γῆν
ἐθεμελίωσας
καὶ
ἔργα
τῶν
χειρῶν
σού
εἰσιν
οἱ
οὐρανοί·
11αὐτοὶ
ἀπολοῦνται,
σὺ
δὲ
διαμένεις·
καὶ
πάντες
ὡς
ἱμάτιον
παλαιωθήσονται·
12καὶ
ὡσεὶ
περιβόλαιον
ἑλίξεις
αὐτοὺς
ὡς
ἱμάτιον
καὶ
ἀλλαγήσονται·
σὺ
δὲ
ὁ
αὐτὸς
εἶ·
καὶ
τὰ
ἔτη
σου
οὐκ
ἐκλείψουσιν.
13πρὸς
τίνα
δὲ
τῶν
ἀγγέλων
εἴρηκέν
ποτε,
Κάθου
ἐκ
δεξιῶν
μου
ἕως
ἂν
θῶ
τοὺς
ἐχθρούς
σου,
ὑποπόδιον
τῶν
ποδῶν
σου;
14οὐχὶ
πάντες
εἰσὶν
λειτουργικά—
πνεύματα
εἰς
διακονίαν
ἀποστελλόμενα
διὰ
τοὺς
μέλλοντας
κληρονομεῖν
σωτηρίαν;