Jas 2:1-26
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἀδελφοί
μου,
μὴ
ἐν
προσωπολημψίαις
ἔχετε
τὴν
πίστιν
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
τῆς
δόξης;
2ἐὰν
γάρ,
εἰσέλθῃ
εἰς
συναγωγὴν
ὑμῶν
ἀνὴρ
χρυσοδακτύλιος
ἐν
ἐσθῆτι
λαμπρᾷ,
εἰσέλθῃ
δὲ
καὶ
πτωχὸς
ἐν
ῥυπαρᾷ
ἐσθῆτι·
3ἐπιβλέψητε
δὲ
ἐπὶ
τὸν
φοροῦντα
τὴν
ἐσθῆτα
τὴν
λαμπρὰν
καὶ
εἴπητε,
Σὺ
κάθου
ὧδε
καλῶς,
καὶ
τῷ
πτωχῷ
εἴπητε,
Σὺ
στῆθι
ἢ
κάθου
ἐκεῖ
ὑπὸ
τὸ
ὑποπόδιόν
μου—
4οὐ
διεκρίθητε
ἐν
ἑαυτοῖς
καὶ
ἐγένεσθε
κριταὶ
διαλογισμῶν
πονηρῶν;
5ἀκούσατε,
ἀδελφοί
μου
ἀγαπητοί.
οὐχ
ὁ
θεὸς
ἐξελέξατο
τοὺς
πτωχοὺς
τῷ
κόσμῳ
πλουσίους
ἐν
πίστει
καὶ
κληρονόμους
τῆς
βασιλείας
ἧς
ἐπηγγείλατο
τοῖς
ἀγαπῶσιν
αὐτόν;
6ὑμεῖς
δὲ
ἠτιμάσατε
τὸν
πτωχόν.
οὐχ
οἱ
πλούσιοι
καταδυναστεύουσιν
ὑμῶν
καὶ
αὐτοὶ
ἕλκουσιν
ὑμᾶς
εἰς
κριτήρια;
7οὐκ
αὐτοὶ
βλασφημοῦσιν
τὸ
καλὸν
ὄνομα
τὸ
ἐπικληθὲν
ἐφ᾽
ὑμᾶς;
8εἰ
μέντοι,
νόμον
τελεῖτε
βασιλικὸν
κατὰ
τὴν
γραφήν·
Ἀγαπήσεις
τὸν
πλησίον
σου
ὡς
σεαυτόν,
καλῶς
ποιεῖτε·
9εἰ
δὲ
προσωπολημπτεῖτε,
ἁμαρτίαν
ἐργάζεσθε·
ἐλεγχόμενοι
ὑπὸ
τοῦ
νόμου
ὡς
παραβάται.
10ὅστις
γὰρ
ὅλον
τὸν
νόμον
τηρήσῃ
πταίσῃ
δὲ
ἐν
ἑνὶ
γέγονεν
πάντων
ἔνοχος.
11ὁ
γὰρ
εἰπών,
Μὴ
μοιχεύσῃς,
εἶπεν
καί,
Μὴ
φονεύσῃς·
εἰ
δὲ
οὐ
μοιχεύεις
φονεύεις
δέ,
γέγονας
παραβάτης
νόμου.
12οὕτως
λαλεῖτε,
καὶ
οὕτως
ποιεῖτε,
ὡς
διὰ
νόμου
ἐλευθερίας
μέλλοντες
κρίνεσθαι.
13ἡ
γὰρ
κρίσις
ἀνέλεος
τῷ
μὴ
ποιήσαντι
ἔλεος·
κατακαυχᾶται
ἔλεος
κρίσεως.
14τί
ὄφελος,
ἀδελφοί
μου,
ἐὰν
πίστιν
λέγῃ
τις
ἔχειν
ἔργα
δὲ
μὴ
ἔχῃ;
μὴ
δύναται
ἡ
πίστις
σῶσαι
αὐτόν;
15ἐὰν
ἀδελφὸς
ἢ
ἀδελφὴ
γυμνοὶ
ὑπάρχωσιν
καὶ
λειπόμενοι
τῆς
ἐφημέρου
τροφῆς,
16εἴπῃ
δέ
τις
αὐτοῖς
ἐξ
ὑμῶν,
Ὑπάγετε
ἐν
εἰρήνῃ·
θερμαίνεσθε
καὶ
χορτάζεσθε—
μὴ
δῶτε
δὲ
αὐτοῖς
τὰ
ἐπιτήδεια
τοῦ
σώματος·
τί
τὸ
ὄφελος;
17οὕτως
καί,
ἡ
πίστις
ἐὰν
μὴ
ἔχῃ
ἔργα
νεκρά
ἐστιν
καθ᾽
ἑαυτήν.
18ἀλλ᾽
ἐρεῖ
τις,
Σὺ
πίστιν
ἔχεις,
κἀγὼ
ἔργα
ἔχω.
δεῖξόν
μοι
τὴν
πίστιν
σου
χωρὶς
τῶν
ἔργων,
κἀγώ
σοι
δείξω
ἐκ
τῶν
ἔργων
μου
τὴν
πίστιν.
19σὺ
πιστεύεις
ὅτι
εἷς
ἐστιν
ὁ
θεός,
καλῶς
ποιεῖς·
καὶ
τὰ
δαιμόνια
πιστεύουσιν,
καὶ
φρίσσουσιν.
20θέλεις
δὲ
γνῶναι,
ὦ
ἄνθρωπε
κενέ,
ὅτι
ἡ
πίστις
χωρὶς
τῶν
ἔργων
ἀργή
ἐστιν;
21Ἀβραὰμ
ὁ
πατὴρ
ἡμῶν
οὐκ
ἐξ
ἔργων
ἐδικαιώθη
ἀνενέγκας
Ἰσαὰκ
τὸν
υἱὸν
αὐτοῦ
ἐπὶ
τὸ
θυσιαστήριον;
22βλέπεις,
ὅτι
ἡ
πίστις
συνήργει
τοῖς
ἔργοις
αὐτοῦ·
καὶ
ἐκ
τῶν
ἔργων
ἡ
πίστις
ἐτελειώθη·
23καὶ
ἐπληρώθη
ἡ
γραφὴ
ἡ
λέγουσα·
Ἐπίστευσεν
δὲ
Ἀβραὰμ
τῷ
θεῷ,
καὶ
ἐλογίσθη
αὐτῷ
εἰς
δικαιοσύνην·
καὶ
φίλος
θεοῦ
ἐκλήθη.
24ὁρᾶτε,
ὅτι
ἐξ
ἔργων
δικαιοῦται
ἄνθρωπος,
καὶ
οὐκ
ἐκ
πίστεως
μόνον.
25ὁμοίως
δὲ
καὶ
Ῥαὰβ
ἡ
πόρνη·
οὐκ
ἐξ
ἔργων
ἐδικαιώθη—
ὑποδεξαμένη
τοὺς
ἀγγέλους
καὶ
ἑτέρᾳ
ὁδῷ
ἐκβαλοῦσα;
26ὥσπερ
τὸ
σῶμα
χωρὶς
πνεύματος
νεκρόν
ἐστιν,
οὕτως
καὶ
ἡ
πίστις
χωρὶς
ἔργων
νεκρά
ἐστιν.