Jas 3:1-18
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1μὴ
πολλοὶ
διδάσκαλοι
γίνεσθε,
ἀδελφοί
μου,
εἰδότες
ὅτι
μεῖζον
κρίμα
λημψόμεθα.
2πολλὰ
γάρ,
πταίομεν
ἅπαντες.
εἴ
τις
ἐν
λόγῳ
οὐ
πταίει,
οὗτος
τέλειος
ἀνὴρ
δυνατὸς
χαλιναγωγῆσαι
καὶ
ὅλον
τὸ
σῶμα.
3εἰ
δὲ
τῶν
ἵππων
τοὺς
χαλινοὺς
εἰς
τὰ
στόματα
βάλλομεν
εἰς
τὸ
πείθεσθαι
αὐτοὺς
ἡμῖν
καὶ
ὅλον
τὸ
σῶμα
αὐτῶν
μετάγομεν.
4ἰδοὺ
καὶ
τὰ
πλοῖα
τηλικαῦτα
ὄντα
καὶ
ὑπὸ
ἀνέμων
σκληρῶν
ἐλαυνόμενα,
μετάγεται
ὑπὸ
ἐλαχίστου
πηδαλίου
ὅπου
ἡ
ὁρμὴ
τοῦ
εὐθύνοντος
βούλεται·
5οὕτως
καί,
ἡ
γλῶσσα
μικρὸν
μέλος
ἐστὶν
καὶ
μεγάλα
αὐχεῖ.
ἰδοὺ
ἡλίκον
πῦρ
ἡλίκην
ὕλην
ἀνάπτει·
6καὶ
ἡ
γλῶσσα
πῦρ·
ὁ
κόσμος
τῆς
ἀδικίας
ἡ
γλῶσσα
καθίσταται
ἐν
τοῖς
μέλεσιν
ἡμῶν,
ἡ
σπιλοῦσα
ὅλον
τὸ
σῶμα·
καὶ
φλογίζουσα
τὸν
τροχὸν
τῆς
γενέσεως
καὶ
φλογιζομένη
ὑπὸ
τῆς
γεέννης.
7πᾶσα
γὰρ
φύσις
θηρίων
τε
καὶ
πετεινῶν
ἑρπετῶν
τε
καὶ
ἐναλίων
δαμάζεται
καὶ
δεδάμασται
τῇ
φύσει
τῇ
ἀνθρωπίνῃ,
8τὴν
δὲ
γλῶσσαν
οὐδεὶς
δαμάσαι
δύναται
ἀνθρώπων·
ἀκατάστατον
κακόν,
μεστὴ
ἰοῦ
θανατηφόρου.
9ἐν
αὐτῇ
εὐλογοῦμεν
τὸν
κύριον
καὶ
πατέρα,
καὶ
ἐν
αὐτῇ
καταρώμεθα
τοὺς
ἀνθρώπους
τοὺς
καθ᾽
ὁμοίωσιν
θεοῦ
γεγονότας·
10ἐκ
τοῦ
αὐτοῦ
στόματος
ἐξέρχεται
εὐλογία
καὶ
κατάρα.
οὐ
χρή,
ἀδελφοί
μου,
ταῦτα
οὕτως
γίνεσθαι.
11μήτι
ἡ
πηγὴ
ἐκ
τῆς
αὐτῆς
ὀπῆς
βρύει
τὸ
γλυκὺ
καὶ
τὸ
πικρόν;
12μὴ
δύναται,
ἀδελφοί
μου,
συκῆ
ἐλαίας
ποιῆσαι
ἢ
ἄμπελος
σῦκα;
οὔτε,
ἁλυκὸν
γλυκὺ
ποιῆσαι
ὕδωρ.
13τίς
σοφὸς
καὶ
ἐπιστήμων
ἐν
ὑμῖν;
δειξάτω,
ἐκ
τῆς
καλῆς
ἀναστροφῆς,
τὰ
ἔργα
αὐτοῦ
ἐν
πραΰτητι
σοφίας.
14εἰ
δὲ
ζῆλον
πικρὸν
ἔχετε
καὶ
ἐριθείαν
ἐν
τῇ
καρδίᾳ
ὑμῶν,
μὴ
κατακαυχᾶσθε
καὶ
ψεύδεσθε
κατὰ
τῆς
ἀληθείας.
15οὐκ
ἔστιν
αὕτη
ἡ
σοφία
ἄνωθεν
κατερχομένη·
ἀλλὰ
ἐπίγειος,
ψυχική,
δαιμονιώδης.
16ὅπου
γὰρ
ζῆλος
καὶ
ἐριθεία,
ἐκεῖ
ἀκαταστασία
καὶ
πᾶν
φαῦλον
πρᾶγμα.
17ἡ
δὲ
ἄνωθεν
σοφία
πρῶτον
μὲν
ἁγνή
ἐστιν·
ἔπειτα
εἰρηνική,
ἐπιεικής,
εὐπειθής·
μεστὴ
ἐλέους
καὶ
καρπῶν
ἀγαθῶν·
ἀδιάκριτος,
ἀνυπόκριτος.
18καρπὸς
δὲ
δικαιοσύνης
ἐν
εἰρήνῃ
σπείρεται
τοῖς
ποιοῦσιν
εἰρήνην.