Jas 4:1-17
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1πόθεν
πόλεμοι
καὶ
πόθεν
μάχαι
ἐν
ὑμῖν;
οὐκ
ἐντεῦθεν
ἐκ
τῶν
ἡδονῶν
ὑμῶν
τῶν
στρατευομένων
ἐν
τοῖς
μέλεσιν
ὑμῶν;
2ἐπιθυμεῖτε
καὶ
οὐκ
ἔχετε,
φονεύετε·
καὶ
ζηλοῦτε,
καὶ
οὐ
δύνασθε
ἐπιτυχεῖν,
μάχεσθε
καὶ
πολεμεῖτε.
οὐκ
ἔχετε
διὰ
τὸ
μὴ
αἰτεῖσθαι
ὑμᾶς·
3αἰτεῖτε,
καὶ
οὐ
λαμβάνετε
διότι
κακῶς
αἰτεῖσθε—
ἵνα
ἐν
ταῖς
ἡδοναῖς
ὑμῶν
δαπανήσητε.
4μοιχαλίδες·
οὐκ
οἴδατε
ὅτι
ἡ
φιλία
τοῦ
κόσμου
ἔχθρα
τοῦ
θεοῦ
ἐστίν;
ὃς
ἐὰν
οὖν
βουληθῇ
φίλος
εἶναι
τοῦ
κόσμου,
ἐχθρὸς
τοῦ
θεοῦ
καθίσταται.
5ἢ
δοκεῖτε
ὅτι
κενῶς
ἡ
γραφὴ
λέγει,
Πρὸς
φθόνον
ἐπιποθεῖ
τὸ
πνεῦμα
ὃ
κατῴκισεν
ἐν
ἡμῖν;
6μείζονα
δὲ
δίδωσιν
χάριν·
διὸ
λέγει,
Ὁ
θεὸς
ὑπερηφάνοις
ἀντιτάσσεται
ταπεινοῖς
δὲ
δίδωσιν
χάριν.
7ὑποτάγητε
οὖν
τῷ
θεῷ·
ἀντίστητε
δὲ
τῷ
διαβόλῳ,
καὶ
φεύξεται
ἀφ᾽
ὑμῶν·
8ἐγγίσατε
τῷ
θεῷ,
καὶ
ἐγγιεῖ
ὑμῖν.
καθαρίσατε
χεῖρας,
ἁμαρτωλοί·
καὶ
ἁγνίσατε
καρδίας,
δίψυχοι.
9ταλαιπωρήσατε·
καὶ
πενθήσατε
καὶ
κλαύσατε.
ὁ
γέλως
ὑμῶν
εἰς
πένθος
μετατραπήτω,
καὶ
ἡ
χαρὰ
εἰς
κατήφειαν.
10ταπεινώθητε
ἐνώπιον
κυρίου,
καὶ
ὑψώσει
ὑμᾶς.
11μὴ
καταλαλεῖτε
ἀλλήλων,
ἀδελφοί.
ὁ
καταλαλῶν
ἀδελφοῦ
ἢ
κρίνων
τὸν
ἀδελφὸν
αὐτοῦ,
καταλαλεῖ
νόμου
καὶ
κρίνει
νόμον·
εἰ
δὲ
νόμον
κρίνεις,
οὐκ
εἶ
ποιητὴς
νόμου
ἀλλὰ
κριτής.
12εἷς
ἔστιν
ὁ
νομοθέτης,
καὶ
κριτής·
ὁ
δυνάμενος
σῶσαι
καὶ
ἀπολέσαι·
σὺ
δὲ
τίς
εἶ
ὁ
κρίνων
τὸν
πλησίον;
13ἄγε
νῦν,
οἱ
λέγοντες,
Σήμερον
ἢ
αὔριον
πορευσόμεθα
εἰς
τήνδε
τὴν
πόλιν
καὶ
ποιήσομεν
ἐκεῖ
ἐνιαυτὸν·
καὶ
ἐμπορευσόμεθα
καὶ
κερδήσομεν·
14οἵτινες
οὐκ
ἐπίστασθε
τὸ
τῆς
αὔριον
ποία
ἡ
ζωὴ
ὑμῶν;
ἀτμὶς
γάρ
ἐστε—
ἡ
πρὸς
ὀλίγον
φαινομένη,
ἔπειτα
καὶ
ἀφανιζομένη.
15ἀντὶ
τοῦ
λέγειν
ὑμᾶς,
Ἐὰν
ὁ
κύριος
θέλῃ,
καὶ
ζήσομεν
καὶ
ποιήσομεν
τοῦτο
ἢ
ἐκεῖνο.
16νῦν
δὲ
καυχᾶσθε
ἐν
ταῖς
ἀλαζονείαις
ὑμῶν,
πᾶσα
καύχησις
τοιαύτη
πονηρά
ἐστιν.
17εἰδότι
οὖν
καλὸν
ποιεῖν
καὶ
μὴ
ποιοῦντι
ἁμαρτία
αὐτῷ
ἐστίν.