Jas 1:1-27
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Ἰάκωβος,
θεοῦ
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ
δοῦλος·
ταῖς
δώδεκα
φυλαῖς—
ταῖς
ἐν
τῇ
διασπορᾷ·
χαίρειν.
2πᾶσαν
χαρὰν
ἡγήσασθε,
ἀδελφοί
μου,
ὅταν
πειρασμοῖς
περιπέσητε
ποικίλοις·
3γινώσκοντες
ὅτι
τὸ
δοκίμιον
ὑμῶν
τῆς
πίστεως,
κατεργάζεται
ὑπομονήν.
4ἡ
δὲ
ὑπομονὴ
ἔργον
τέλειον
ἐχέτω,
ἵνα
ἦτε
τέλειοι
καὶ
ὁλόκληροι,
ἐν
μηδενὶ
λειπόμενοι.
5εἰ
δέ
τις
ὑμῶν
λείπεται
σοφίας,
αἰτείτω
παρὰ
τοῦ
διδόντος
θεοῦ,
πᾶσιν
ἁπλῶς·
καὶ
μὴ
ὀνειδίζοντος·
καὶ
δοθήσεται
αὐτῷ.
6αἰτείτω
δέ,
ἐν
πίστει·
μηδὲν
διακρινόμενος,
ὁ
γὰρ
διακρινόμενος
ἔοικεν
κλύδωνι
θαλάσσης
ἀνεμιζομένῳ
καὶ
ῥιπιζομένῳ.
7μὴ
γὰρ
οἰέσθω
ὁ
ἄνθρωπος
ἐκεῖνος
ὅτι
λήμψεταί
τι
παρὰ
τοῦ
κυρίου·
8ἀνὴρ
δίψυχος,
ἀκατάστατος
ἐν
πάσαις
ταῖς
ὁδοῖς
αὐτοῦ.
9καυχάσθω
δὲ
ὁ
ἀδελφὸς
ὁ
ταπεινός,
ἐν
τῷ
ὕψει
αὐτοῦ·
10ὁ
δὲ
πλούσιος
ἐν
τῇ
ταπεινώσει
αὐτοῦ·
ὅτι
ὡς
ἄνθος
χόρτου
παρελεύσεται.
11ἀνέτειλεν
γὰρ
ὁ
ἥλιος
σὺν
τῷ
καύσωνι
καὶ
ἐξήρανεν
τὸν
χόρτον,
καὶ
τὸ
ἄνθος
αὐτοῦ
ἐξέπεσεν,
καὶ
ἡ
εὐπρέπεια
τοῦ
προσώπου
αὐτοῦ
ἀπώλετο·
οὕτως
καί,
ὁ
πλούσιος
ἐν
ταῖς
πορείαις
αὐτοῦ
μαρανθήσεται.
12μακάριος
ἀνὴρ
ὃς
ὑπομένει
πειρασμόν·
ὅτι
δόκιμος
γενόμενος
λήμψεται
τὸν
στέφανον
τῆς
ζωῆς
ὃν
ἐπηγγείλατο
τοῖς
ἀγαπῶσιν
αὐτόν.
13μηδεὶς
πειραζόμενος
λεγέτω
ὅτι,
Ἀπὸ
θεοῦ
πειράζομαι·
ὁ
γὰρ
θεὸς
ἀπείραστός
ἐστιν
κακῶν,
πειράζει
δὲ
αὐτὸς
οὐδένα.
14ἕκαστος
δὲ
πειράζεται
ὑπὸ
τῆς
ἰδίας
ἐπιθυμίας,
ἐξελκόμενος
καὶ
δελεαζόμενος·
15εἶτα
ἡ
ἐπιθυμία
συλλαβοῦσα
τίκτει
ἁμαρτίαν·
ἡ
δὲ
ἁμαρτία
ἀποτελεσθεῖσα,
ἀποκύει
θάνατον.
16μὴ
πλανᾶσθε,
ἀδελφοί
μου
ἀγαπητοί.
17πᾶσα
δόσις
ἀγαθὴ
καὶ
πᾶν
δώρημα
τέλειον
ἄνωθέν
ἐστιν
καταβαῖνον
ἀπὸ
τοῦ
πατρός,
τῶν
φώτων·
παρ᾽
ᾧ
οὐκ
ἔνι
παραλλαγὴ
ἢ
τροπῆς
ἀποσκίασμα.
18βουληθεὶς
ἀπεκύησεν
ἡμᾶς
λόγῳ
ἀληθείας·
εἰς
τὸ
εἶναι
ἡμᾶς,
ἀπαρχήν
τινα,
τῶν
αὐτοῦ
κτισμάτων.
19ἴστε,
ἀδελφοί
μου
ἀγαπητοί·
ἔστω
δὲ
πᾶς
ἄνθρωπος
ταχὺς
εἰς
τὸ
ἀκοῦσαι,
βραδὺς
εἰς
τὸ
λαλῆσαι,
βραδὺς
εἰς
ὀργήν·
20ὀργὴ
γὰρ
ἀνδρὸς
δικαιοσύνην
θεοῦ
οὐκ
ἐργάζεται.
21διὸ
ἀποθέμενοι
πᾶσαν
ῥυπαρίαν
καὶ
περισσείαν
κακίας,
ἐν
πραΰτητι
δέξασθε
τὸν
ἔμφυτον
λόγον,
τὸν
δυνάμενον
σῶσαι
τὰς
ψυχὰς
ὑμῶν.
22γίνεσθε
δὲ
ποιηταὶ
λόγου·
καὶ
μὴ
ἀκροαταὶ
μόνον·
παραλογιζόμενοι
ἑαυτούς.
23ὅτι
εἴ
τις
ἀκροατὴς
λόγου
ἐστὶν
καὶ
οὐ
ποιητής,
οὗτος
ἔοικεν
ἀνδρὶ
κατανοοῦντι
τὸ
πρόσωπον
τῆς
γενέσεως
αὐτοῦ
ἐν
ἐσόπτρῳ·
24κατενόησεν
γὰρ
ἑαυτόν,
καὶ
ἀπελήλυθεν,
καὶ
εὐθέως
ἐπελάθετο
ὁποῖος
ἦν.
25ὁ
δὲ
παρακύψας
εἰς
νόμον
τέλειον
τὸν
τῆς
ἐλευθερίας,
καὶ
παραμείνας
οὐκ
ἀκροατὴς
ἐπιλησμονῆς
γενόμενος
ἀλλὰ
ποιητὴς
ἔργου,
οὗτος
μακάριος
ἐν
τῇ
ποιήσει
αὐτοῦ
ἔσται.
26εἴ
τις
δοκεῖ
θρησκὸς
εἶναι
μὴ
χαλιναγωγῶν
γλῶσσαν
αὐτοῦ,
ἀλλὰ
ἀπατῶν
καρδίαν
ἑαυτοῦ,
τούτου
μάταιος
ἡ
θρησκεία.
27θρησκεία
καθαρὰ
καὶ
ἀμίαντος
παρὰ
τῷ
θεῷ
καὶ
πατρὶ
αὕτη
ἐστὶν
ἐπισκέπτεσθαι
ὀρφανοὺς
καὶ
χήρας
ἐν
τῇ
θλίψει
αὐτῶν
ἄσπιλον
ἑαυτὸν
τηρεῖν
ἀπὸ
τοῦ
κόσμου.