Jas 5:1-20
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἄγε
νῦν,
οἱ
πλούσιοι·
κλαύσατε
ὀλολύζοντες
ἐπὶ
ταῖς
ταλαιπωρίαις
ὑμῶν
ταῖς
ἐπερχομέναις.
2ὁ
πλοῦτος
ὑμῶν
σέσηπεν,
καὶ
τὰ
ἱμάτια
ὑμῶν
σητόβρωτα
γέγονεν·
3ὁ
χρυσὸς
ὑμῶν
καὶ
ὁ
ἄργυρος
κατίωται·
καὶ
ὁ
ἰὸς
αὐτῶν,
εἰς
μαρτύριον
ὑμῖν
ἔσται,
καὶ
φάγεται
τὰς
σάρκας
ὑμῶν
ὡς
πῦρ·
ἐθησαυρίσατε
ἐν
ἐσχάταις
ἡμέραις.
4ἰδού·
ὁ
μισθός—
τῶν
ἐργατῶν
τῶν
ἀμησάντων
τὰς
χώρας
ὑμῶν—
ὁ
ἀφυστερημένος
ἀφ᾽
ὑμῶν
κράζει·
καὶ
αἱ
βοαὶ
τῶν
θερισάντων
εἰς
τὰ
ὦτα
κυρίου
Σαβαὼθ
εἰσελήλυθαν.
5ἐτρυφήσατε
ἐπὶ
τῆς
γῆς,
καὶ
ἐσπαταλήσατε·
ἐθρέψατε
τὰς
καρδίας
ὑμῶν
ἐν
ἡμέρᾳ
σφαγῆς.
6κατεδικάσατε,
ἐφονεύσατε
τὸν
δίκαιον,
οὐκ
ἀντιτάσσεται
ὑμῖν.
7μακροθυμήσατε
οὖν,
ἀδελφοί,
ἕως
τῆς
παρουσίας
τοῦ
κυρίου.
ἰδοὺ
ὁ
γεωργὸς
ἐκδέχεται
τὸν
τίμιον
καρπὸν
τῆς
γῆς·
μακροθυμῶν
ἐπ᾽
αὐτῷ
ἕως
λάβῃ
πρόϊμον
καὶ
ὄψιμον.
8μακροθυμήσατε
καί,
ὑμεῖς·
στηρίξατε
τὰς
καρδίας
ὑμῶν,
ὅτι
ἡ
παρουσία
τοῦ
κυρίου
ἤγγικεν.
9μὴ
στενάζετε,
ἀδελφοί,
κατ᾽
ἀλλήλων
ἵνα
μὴ
κριθῆτε·
ἰδού—
ὁ
κριτὴς
πρὸ
τῶν
θυρῶν
ἕστηκεν.
10ὑπόδειγμα
λάβετε,
ἀδελφοί,
τῆς
κακοπαθίας
καὶ
τῆς
μακροθυμίας
τοὺς
προφήτας,
οἳ
ἐλάλησαν
ἐν
τῷ
ὀνόματι
κυρίου.
11ἰδοὺ
μακαρίζομεν
τοὺς
ὑπομείναντας·
τὴν
ὑπομονὴν
Ἰὼβ
ἠκούσατε·
καὶ
τὸ
τέλος
κυρίου
εἴδετε,
ὅτι
πολύσπλαγχνός
ἐστιν
ὁ
κύριος
καὶ
οἰκτίρμων.
12πρὸ
πάντων
δέ,
ἀδελφοί
μου,
μὴ
ὀμνύετε,
μήτε
τὸν
οὐρανὸν
μήτε
τὴν
γῆν
μήτε
ἄλλον
τινὰ
ὅρκον·
ἤτω
δὲ
ὑμῶν
τὸ
ναὶ
ναὶ
καὶ
τὸ
οὒ
οὔ,
ἵνα
μὴ
ὑπὸ
κρίσιν
πέσητε.
13κακοπαθεῖ
τις
ἐν
ὑμῖν;
προσευχέσθω.
εὐθυμεῖ
τις;
ψαλλέτω.
14ἀσθενεῖ
τις
ἐν
ὑμῖν;
προσκαλεσάσθω
τοὺς
πρεσβυτέρους
τῆς
ἐκκλησίας
καὶ
προσευξάσθωσαν
ἐπ᾽
αὐτόν,
ἀλείψαντες
αὐτὸν
ἐλαίῳ
ἐν
τῷ
ὀνόματι
τοῦ
κυρίου.
15καὶ
ἡ
εὐχὴ
τῆς
πίστεως
σώσει
τὸν
κάμνοντα,
καὶ
ἐγερεῖ
αὐτὸν
ὁ
κύριος·
κἂν
ἁμαρτίας
ᾖ
πεποιηκώς,
ἀφεθήσεται
αὐτῷ.
16ἐξομολογεῖσθε
οὖν
ἀλλήλοις
τὰς
ἁμαρτίας
καὶ
προσεύχεσθε
ὑπὲρ
ἀλλήλων
ὅπως
ἰαθῆτε.
πολὺ
ἰσχύει
δέησις
δικαίου
ἐνεργουμένη.
17Ἠλείας
ἄνθρωπος
ἦν
ὁμοιοπαθὴς
ἡμῖν,
καὶ
προσευχῇ
προσηύξατο
τοῦ
μὴ
βρέξαι,
καὶ
οὐκ
ἔβρεξεν
ἐπὶ
τῆς
γῆς
ἐνιαυτοὺς
τρεῖς
καὶ
μῆνας
ἕξ·
18καί,
πάλιν
προσηύξατο,
καὶ
ὁ
οὐρανὸς
ὑετὸν
ἔδωκεν
καὶ
ἡ
γῆ
ἐβλάστησεν
τὸν
καρπὸν
αὐτῆς.
19ἀδελφοί
μου,
ἐάν
τις
ἐν
ὑμῖν
πλανηθῇ
ἀπὸ
τῆς
ἀληθείας
καὶ
ἐπιστρέψῃ
τις
αὐτόν,
20γινώσκετε
ὅτι
ὁ
ἐπιστρέψας
ἁμαρτωλὸν
ἐκ
πλάνης
ὁδοῦ
αὐτοῦ
σώσει
ψυχὴν
αὐτοῦ
ἐκ
θανάτου
καὶ
καλύψει
πλῆθος
ἁμαρτιῶν.