Jude 1:1-25
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Ἰούδας,
Ἰησοῦ
Χριστοῦ
δοῦλος
ἀδελφὸς
δὲ
Ἰακώβου.
τοῖς
ἐν
θεῷ
πατρί,
ἠγαπημένοις
καὶ
Ἰησοῦ
Χριστῷ
τετηρημένοις,
κλητοῖς.
2ἔλεος
ὑμῖν,
καὶ
εἰρήνη,
καὶ
ἀγάπη,
πληθυνθείη.
3ἀγαπητοί,
πᾶσαν
σπουδὴν
ποιούμενος
γράφειν
ὑμῖν
περὶ
τῆς
κοινῆς
ἡμῶν
σωτηρίας.
ἀνάγκην
ἔσχον
γράψαι
ὑμῖν,
παρακαλῶν
ἐπαγωνίζεσθαι
τῇ
ἅπαξ
παραδοθείσῃ
τοῖς
ἁγίοις
πίστει.
4παρεισέδυσαν
γάρ
τινες
ἄνθρωποι,
οἱ
πάλαι
προγεγραμμένοι
εἰς
τοῦτο
τὸ
κρίμα,
ἀσεβεῖς,
τὴν
τοῦ
θεοῦ
ἡμῶν
χάριτα
μετατιθέντες
εἰς
ἀσέλγειαν·
καὶ
τὸν
μόνον
δεσπότην
καὶ
κύριον
ἡμῶν,
Ἰησοῦν
Χριστόν,
ἀρνούμενοι.
5ὑπομνῆσαι
δὲ
ὑμᾶς
βούλομαι,
εἰδότας
ἅπαξ
πάντα,
ὅτι
Ἰησοῦς
λαὸν
ἐκ
γῆς
Αἰγύπτου
σώσας,
τὸ
δεύτερον
τοὺς
μὴ
πιστεύσαντας
ἀπώλεσεν.
6ἀγγέλους
τε
τοὺς
μὴ
τηρήσαντας
τὴν
ἑαυτῶν
ἀρχὴν
ἀλλὰ
ἀπολιπόντας
τὸ
ἴδιον
οἰκητήριον·
εἰς
κρίσιν
μεγάλης
ἡμέρας,
δεσμοῖς
ἀϊδίοις
ὑπὸ
ζόφον
τετήρηκεν.
7ὡς
Σόδομα
καὶ
Γόμορρα
καὶ
αἱ
περὶ
αὐτὰς
πόλεις,
τὸν
ὅμοιον
τρόπον
τούτοις
ἐκπορνεύσασαι
καὶ
ἀπελθοῦσαι
ὀπίσω
σαρκὸς
ἑτέρας.
πρόκεινται
δεῖγμα
πυρὸς
αἰωνίου
δίκην
ὑπέχουσαι.
8ὁμοίως
μέντοι,
καὶ
οὗτοι—
ἐνυπνιαζόμενοι—
σάρκα
μὲν
μιαίνουσιν,
κυριότητα
δὲ
ἀθετοῦσιν,
δόξας
δὲ
βλασφημοῦσιν.
9ὁ
δὲ
Μιχαήλ,
ὁ
ἀρχάγγελος,
(ὅτε
τῷ
διαβόλῳ
διακρινόμενος
διελέγετο
περὶ
τοῦ
Μωυσέως
σώματος),
οὐκ
ἐτόλμησεν
κρίσιν
ἐπενεγκεῖν
βλασφημίας·
ἀλλὰ
εἶπεν,
Ἐπιτιμήσαι
σοι
κύριος.
10οὗτοι
δὲ
ὅσα
μὲν
οὐκ
οἴδασιν
βλασφημοῦσιν·
ὅσα
δὲ
φυσικῶς,
ὡς
τὰ
ἄλογα
ζῷα
ἐπίστανται,
ἐν
τούτοις
φθείρονται.
11οὐαὶ
αὐτοῖς·
ὅτι
τῇ
ὁδῷ
τοῦ
Κάϊν,
ἐπορεύθησαν·
καὶ
τῇ
πλάνῃ
τοῦ
Βαλαὰμ
μισθοῦ,
ἐξεχύθησαν·
καὶ
τῇ
ἀντιλογίᾳ
τοῦ
Κορέ,
ἀπώλοντο.
12οὗτοί
εἰσιν
οἱ
ἐν
ταῖς
ἀγάπαις
ὑμῶν,
σπιλάδες
συνευωχούμενοι
ἀφόβως·
ἑαυτοὺς
ποιμαίνοντες·
νεφέλαι
ἄνυδροι
ὑπὸ
ἀνέμων
παραφερόμεναι·
δένδρα
φθινοπωρινὰ
ἄκαρπα—
δὶς
ἀποθανόντα,—
ἐκριζωθέντα.
13κύματα
ἄγρια
θαλάσσης,
ἐπαφρίζοντα
τὰς
ἑαυτῶν
αἰσχύνας·
ἀστέρες
πλανῆται,
οἷς
ὁ
ζόφος
τοῦ
σκότους
εἰς
αἰῶνα
τετήρηται.
14ἐπροφήτευσεν
δὲ
καὶ
τούτοις
ἕβδομος
ἀπὸ
Ἀδάμ,
Ἑνώχ,
λέγων·
Ἰδού·
ἦλθεν
κύριος
ἐν
ἁγίαις
μυριάσιν
αὐτοῦ
15ποιῆσαι
κρίσιν
κατὰ
πάντων·
καὶ
ἐλέγξαι
πᾶσαν
ψυχὴν
περὶ
πάντων
τῶν
ἔργων
ἀσεβείας
αὐτῶν
ὧν
ἠσέβησαν
καὶ
περὶ
πάντων
τῶν
σκληρῶν
ὧν
ἐλάλησαν
κατ᾽
αὐτοῦ
ἁμαρτωλοὶ
ἀσεβεῖς.
16οὗτοί
εἰσιν
γογγυσταὶ
μεμψίμοιροι,
κατὰ
τὰς
ἐπιθυμίας
ἑαυτῶν
πορευόμενοι.
καὶ
τὸ
στόμα
αὐτῶν
λαλεῖ
ὑπέρογκα,
θαυμάζοντες
πρόσωπα
ὠφελείας
χάριν.
17ὑμεῖς
δέ,
ἀγαπητοί,
μνήσθητε
τῶν
ῥημάτων
τῶν
προειρημένων
ὑπὸ
τῶν
ἀποστόλων
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ.
18ὅτι
ἔλεγον
ὑμῖν
ὅτι
ἐπ᾽
ἐσχάτου
τοῦ
χρόνου
ἔσονται
ἐμπαῖκται
κατὰ
τὰς
ἑαυτῶν
ἐπιθυμίας
πορευόμενοι
τῶν
ἀσεβειῶν.
19οὗτοί
εἰσιν
οἱ
ἀποδιορίζοντες·
ψυχικοί,
πνεῦμα
μὴ
ἔχοντες.
20ὑμεῖς
δέ,
ἀγαπητοί,
ἐποικοδομοῦντες
ἑαυτοὺς
τῇ
ἁγιωτάτῃ
ὑμῶν
πίστει,
ἐν
πνεύματι
ἁγίῳ
προσευχόμενοι,
21ἑαυτοὺς
ἐν
ἀγάπῃ
θεοῦ
τηρήσατε,
προσδεχόμενοι
τὸ
ἔλεος
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ,
εἰς
ζωὴν
αἰώνιον.
22καὶ
οὓς
μὲν
ἐλεᾶτε
διακρινομένους·
23οὓς
δὲ
σῴζετε
ἐκ
πυρὸς
ἁρπάζοντες·
οὓς
δὲ
ἐλεᾶτε,
ἐν
φόβῳ,
μισοῦντες
καὶ
τὸν
ἀπὸ
τῆς
σαρκὸς
ἐσπιλωμένον
χιτῶνα.
24τῷ
δὲ
δυναμένῳ
φυλάξαι
ὑμᾶς
ἀπταίστους,
καὶ
στῆσαι,
κατενώπιον
τῆς
δόξης
αὐτοῦ
ἀμώμους
ἐν
ἀγαλλιάσει·
25μόνῳ
θεῷ,
σωτῆρι
ἡμῶν
διὰ
Ἰησοῦ
Χριστοῦ
τοῦ
κυρίου
ἡμῶν·
δόξα,
μεγαλωσύνη,
κράτος,
καὶ
ἐξουσία
πρὸ
παντὸς
τοῦ
αἰῶνος,
καὶ
νῦν,
καὶ
εἰς
πάντας
τοὺς
αἰῶνας·
ἀμήν.