John 1:1-51
John 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Ἐν
ἀρχῇ
ἦν
ὁ
λόγος.
καὶ
ὁ
λόγος
ἦν
πρὸς
τὸν
θεόν,
καὶ
θεὸς
ἦν
ὁ
λόγος.
2οὗτος
ἦν
ἐν
ἀρχῇ
πρὸς
τὸν
θεόν.
3πάντα
δι᾽
αὐτοῦ
ἐγένετο
καὶ
χωρὶς
αὐτοῦ
ἐγένετο
οὐδὲ
ἕν.
4ὃ
γέγονεν
ἐν
αὐτῷ
ζωὴ
ἦν,
καὶ
ἡ
ζωὴ
ἦν
τὸ
φῶς
τῶν
ἀνθρώπων.
5καὶ
τὸ
φῶς
ἐν
τῇ
σκοτίᾳ
φαίνει,
καὶ
ἡ
σκοτία
αὐτὸ
οὐ
κατέλαβεν.
6ἐγένετο
ἄνθρωπος
ἀπεσταλμένος
παρὰ
θεοῦ,
ὄνομα
αὐτῷ
Ἰωάνης,
7οὗτος
ἦλθεν
εἰς
μαρτυρίαν
ἵνα
μαρτυρήσῃ
περὶ
τοῦ
φωτός
ἵνα
πάντες
πιστεύσωσιν
δι᾽
αὐτοῦ.
8οὐκ
ἦν
ἐκεῖνος
τὸ
φῶς·
ἀλλ᾽
ἵνα
μαρτυρήσῃ
περὶ
τοῦ
φωτός.
9ἦν
τὸ
φῶς
τὸ
ἀληθινόν,
ὃ
φωτίζει
πάντα
ἄνθρωπον,
ἐρχόμενον
εἰς
τὸν
κόσμον.
10ἐν
τῷ
κόσμῳ
ἦν
καὶ
ὁ
κόσμος
δι᾽
αὐτοῦ
ἐγένετο,
καὶ
ὁ
κόσμος
αὐτὸν
οὐκ
ἔγνω.
11εἰς
τὰ
ἴδια
ἦλθεν,
καὶ
οἱ
ἴδιοι
αὐτὸν
οὐ
παρέλαβον.
12ὅσοι
δὲ
ἔλαβον
αὐτόν,
ἔδωκεν
αὐτοῖς
ἐξουσίαν
τέκνα
θεοῦ
γενέσθαι,
τοῖς
πιστεύουσιν
εἰς
τὸ
ὄνομα
αὐτοῦ·
13οἵ—
οὐκ
ἐξ
αἱμάτων
οὐδὲ
ἐκ
θελήματος
σαρκὸς
οὐδὲ
ἐκ
θελήματος
ἀνδρός,
ἀλλ᾽
ἐκ
θεοῦ
ἐγεννήθησαν.
14καὶ
ὁ
λόγος
σὰρξ
ἐγένετο
καὶ
ἐσκήνωσεν
ἐν
ἡμῖν.
καὶ
ἐθεασάμεθα
τὴν
δόξαν
αὐτοῦ,
δόξαν
ὡς
μονογενοῦς
παρὰ
πατρός,
πλήρης
χάριτος
καὶ
ἀληθείας.
15Ἰωάνης
μαρτυρεῖ
περὶ
αὐτοῦ
καὶ
κέκραγεν
λέγων,
Οὗτος
ἦν
ὃν
εἶπον,
Ὁ
ὀπίσω
μου
ἐρχόμενος
ἔμπροσθέν
μου
γέγονεν,
ὅτι
πρῶτός
μου
ἦν.
16ὅτι
ἐκ
τοῦ
πληρώματος
αὐτοῦ
ἡμεῖς
πάντες
ἐλάβομεν
καὶ
χάριν
ἀντὶ
χάριτος·
17ὅτι
ὁ
νόμος
διὰ
Μωυσέως
ἐδόθη,
ἡ
χάρις
καὶ
ἡ
ἀλήθεια
διὰ
Ἰησοῦ
Χριστοῦ
ἐγένετο.
18θεὸν
οὐδεὶς
ἑώρακεν
πώποτε·
μονογενὴς
θεὸς
ὁ
ὢν
εἰς
τὸν
κόλπον
τοῦ
πατρός,
ἐκεῖνος
ἐξηγήσατο.
19καὶ
αὕτη
ἐστὶν
ἡ
μαρτυρία
τοῦ
Ἰωάνου
ὅτε
ἀπέστειλαν
πρὸς
αὐτὸν
οἱ
Ἰουδαῖοι
ἐξ
Ἱεροσολύμων
ἱερεῖς
καὶ
Λευείτας
ἵνα
ἐρωτήσωσιν
αὐτόν,
Σὺ
τίς
εἶ;
20καὶ
ὡμολόγησεν
καὶ
οὐκ
ἠρνήσατο,
καὶ
ὡμολόγησεν
ὅτι,
Ἐγὼ
οὐκ
εἰμὶ
ὁ
Χριστός.
21καὶ
ἠρώτησαν
αὐτόν,
Τί
οὖν;
Σὺ
Ἠλείας
εἶ;
καὶ
λέγει,
Οὐκ
εἰμί.
ὁ
προφήτης
εἶ
σύ;
καὶ
ἀπεκρίθη,
Οὔ.
22εἶπαν
οὖν
αὐτῷ,
Τίς
εἶ;
ἵνα
ἀπόκρισιν
δῶμεν
τοῖς
πέμψασιν
ἡμᾶς·
τί
λέγεις
περὶ
σεαυτοῦ;
23ἔφη·
Ἐγὼ
φωνὴ
βοῶντος
ἐν
τῇ
ἐρήμῳ,
Εὐθύνατε
τὴν
ὁδὸν
κυρίου·
καθὼς
εἶπεν
Ἠσαΐας
ὁ
προφήτης.
24καὶ
ἀπεσταλμένοι
ἦσαν
ἐκ
τῶν
Φαρισαίων
25καὶ
ἠρώτησαν
αὐτὸν
καὶ
εἶπαν
αὐτῷ,
Τί
οὖν
βαπτίζεις,
εἰ
σὺ
οὐκ
εἶ
ὁ
Χριστὸς
οὐδὲ
Ἠλείας
οὐδὲ
ὁ
προφήτης;
26ἀπεκρίθη
αὐτοῖς
ὁ
Ἰωάνης
λέγων,
Ἐγὼ
βαπτίζω
ἐν
ὕδατι,
μέσος
ὑμῶν
στήκει
ὃν
ὑμεῖς
οὐκ
οἴδατε.
27ὀπίσω
μου
ἐρχόμενος,
οὗ
οὐκ
εἰμὶ
ἐγὼ
ἄξιος
ἵνα
λύσω
αὐτοῦ
τὸν
ἱμάντα
τοῦ
ὑποδήματος.
28ταῦτα
ἐν
Βηθανίᾳ
ἐγένετο,
πέραν
τοῦ
Ἰορδάνου,
ὅπου
ἦν
ὁ
Ἰωάνης
βαπτίζων.
29τῇ
ἐπαύριον
βλέπει
τὸν
Ἰησοῦν
ἐρχόμενον
πρὸς
αὐτὸν
καὶ
λέγει,
̓Ίδε·
ὁ
ἀμνὸς
τοῦ
θεοῦ
ὁ
αἴρων
τὴν
ἁμαρτίαν
τοῦ
κόσμου.
30οὗτός
ἐστιν
ὑπὲρ
οὗ
ἐγὼ
εἶπον,
Ὀπίσω
μου
ἔρχεται
ἀνὴρ
ὃς
ἔμπροσθέν
μου
γέγονεν,
ὅτι
πρῶτός
μου
ἦν.
31κἀγὼ
οὐκ
ᾔδειν
αὐτόν,
ἀλλ᾽
ἵνα
φανερωθῇ
τῷ
Ἰσραὴλ
διὰ
τοῦτο
ἦλθον
ἐγὼ
ἐν
ὕδατι
βαπτίζων.
32καὶ
ἐμαρτύρησεν
Ἰωάνης
λέγων
ὅτι,
Τεθέαμαι
τὸ
πνεῦμα
καταβαῖνον
ὡς
περιστερὰν
ἐξ
οὐρανοῦ
καὶ
ἔμεινεν
ἐπ᾽
αὐτόν.
33κἀγὼ
οὐκ
ᾔδειν
αὐτόν,
ἀλλ᾽
ὁ
πέμψας
με
βαπτίζειν
ἐν
ὕδατι,
ἐκεῖνός
μοι
εἶπεν,
Ἐφ᾽
ὃν
ἂν
ἴδῃς
τὸ
πνεῦμα
καταβαῖνον
καὶ
μένον
ἐπ᾽
αὐτὸν
οὗτός
ἐστιν
ὁ
βαπτίζων
ἐν
πνεύματι
ἁγίῳ.
34κἀγὼ
ἑώρακα
καὶ
μεμαρτύρηκα
ὅτι
οὗτός
ἐστιν
ὁ
ἐκλεκτός
τοῦ
θεοῦ.
35τῇ
ἐπαύριον,
πάλιν
εἱστήκει
Ἰωάνης
καὶ
ἐκ
τῶν
μαθητῶν
αὐτοῦ
δύο·
36καὶ
ἐμβλέψας
τῷ
Ἰησοῦ
περιπατοῦντι
λέγει,
̓Ίδε·
ὁ
ἀμνὸς
τοῦ
θεοῦ.
37καὶ
ἤκουσαν
οἱ
δύο
μαθηταὶ
αὐτοῦ
λαλοῦντος,
καὶ
ἠκολούθησαν
τῷ
Ἰησοῦ.
38στραφεὶς
δὲ
ὁ
Ἰησοῦς
καὶ
θεασάμενος
αὐτοὺς
ἀκολουθοῦντας
λέγει
αὐτοῖς,
Τί
ζητεῖτε;
οἱ
δὲ
εἶπαν
αὐτῷ,
Ῥαββεί,
(ὃ
λέγεται
μεθερμηνευόμενον
Διδάσκαλε),
ποῦ
μένεις;
39λέγει
αὐτοῖς,
̓Έρχεσθε
καὶ
ὄψεσθε.
ἦλθαν
οὖν
καὶ
εἶδαν
ποῦ
μένει
καὶ
παρ᾽
αὐτῷ
ἔμειναν
τὴν
ἡμέραν
ἐκείνην,
ὥρα
ἦν
ὡς
δεκάτη.
40ἦν
Ἀνδρέας,
ὁ
ἀδελφὸς
Σίμωνος
Πέτρου,
εἷς
ἐκ
τῶν
δύο
τῶν
ἀκουσάντων
παρὰ
Ἰωάνου
καὶ
ἀκολουθησάντων
αὐτῷ.
41εὑρίσκει
οὗτος
πρῶτον
τὸν
ἀδελφὸν
τὸν
ἴδιον,
Σίμωνα,
καὶ
λέγει
αὐτῷ,
Εὑρήκαμεν
τὸν
Μεσσίαν,
(ὅ
ἐστιν
μεθερμηνευόμενον
Χριστός).
42ἤγαγεν
αὐτὸν
πρὸς
τὸν
Ἰησοῦν.
ἐμβλέψας
αὐτῷ,
ὁ
Ἰησοῦς
εἶπεν,
Σὺ
εἶ
Σίμων,
ὁ
υἱὸς
Ἰωάνου—
σὺ
κληθήσῃ
Κηφᾶς
(ὃ
ἑρμηνεύεται
Πέτρος).
43τῇ
ἐπαύριον
ἠθέλησεν
ἐξελθεῖν
εἰς
τὴν
Γαλιλαίαν.
καὶ
εὑρίσκει
Φίλιππον
καὶ
λέγει
αὐτῷ
ὁ
Ἰησοῦς,
Ἀκολούθει
μοι.
44ἦν
δὲ
ὁ
Φίλιππος
ἀπὸ
Βηθσαϊδά,
ἐκ
τῆς
πόλεως
Ἀνδρέου
καὶ
Πέτρου.
45εὑρίσκει
Φίλιππος
τὸν
Ναθαναὴλ
καὶ
λέγει
αὐτῷ,
̔Ὸν
ἔγραψεν
Μωυσῆς
ἐν
τῷ
νόμῳ
καὶ
οἱ
προφῆται
εὑρήκαμεν·
Ἰησοῦν,
υἱὸν
τοῦ
Ἰωσὴφ
τὸν
ἀπὸ
Ναζαρέτ.
46καὶ
εἶπεν
αὐτῷ
Ναθαναήλ,
Ἐκ
Ναζαρὲτ
δύναταί
τι
ἀγαθὸν
εἶναι;
λέγει
αὐτῷ
ὁ
Φίλιππος,
̓Έρχου
καὶ
ἴδε.
47εἶδεν
ὁ
Ἰησοῦς
τὸν
Ναθαναὴλ
ἐρχόμενον
πρὸς
αὐτόν,
καὶ
λέγει
περὶ
αὐτοῦ,
̓Ίδε
ἀληθῶς
Ἰσραηλείτης
ἐν
ᾧ
δόλος
οὐκ
ἔστιν.
48λέγει
αὐτῷ
Ναθαναήλ,
Πόθεν
με
γινώσκεις;
ἀπεκρίθη
Ἰησοῦς
καὶ
εἶπεν
αὐτῷ,
Πρὸ
τοῦ
σε
Φίλιππον
φωνῆσαι
ὄντα
ὑπὸ
τὴν
συκῆν
εἶδόν
σε.
49ἀπεκρίθη
αὐτῷ
Ναθαναήλ,
Ῥαββεί,
σὺ
εἶ
ὁ
υἱὸς
τοῦ
θεοῦ—
σὺ
βασιλεὺς
εἶ
τοῦ
Ἰσραήλ.
50ἀπεκρίθη
Ἰησοῦς
καὶ
εἶπεν
αὐτῷ,
̔Ότι
εἶπόν
σοι
ὅτι
εἶδόν
σε
ὑποκάτω
τῆς
συκῆς,
πιστεύεις;
μείζω
τούτων
ὄψῃ.
51καὶ
λέγει
αὐτῷ,
Ἀμὴν
ἀμὴν
λέγω
ὑμῖν,
ὄψεσθε
τὸν
οὐρανὸν
ἀνεῳγότα
καὶ
τοὺς
ἀγγέλους
τοῦ
θεοῦ
ἀναβαίνοντας
καὶ
καταβαίνοντας
ἐπὶ
τὸν
υἱὸν
τοῦ
ἀνθρώπου.