The Bible

Old Testament

New Testament

Give Us Feedback

Luke 10:1-42

Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1μετὰ δὲ ταῦτα ἀνέδειξεν κύριος ἑτέρους ἑβδομήκοντα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. 2ἔλεγεν δὲ πρὸς αὐτούς· μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ· ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ. 3ὑπάγετε, ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5εἰς ἣν δ᾽ ἂν εἰσέλθητε οἰκίαν, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. 6καὶ ἐὰν ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ᾽ αὐτὸν εἰρήνη ὑμῶν· εἰ δὲ μή γε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει. 7ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν. ἄξιος γὰρ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 8καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν. 9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, ̓Ήγγικεν ἐφ᾽ ὑμᾶς βασιλεία τοῦ θεοῦ. 10εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, 11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν. πλὴν τοῦτο γινώσκετε— ὅτι ἤγγικεν βασιλεία τοῦ θεοῦ. 12λέγω ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται τῇ πόλει ἐκείνῃ. 13οὐαί σοι, Χοραζείν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι, μετενόησαν. 14πλήν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ὑμῖν. 15καὶ σὺ Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως τοῦ ᾅδου καταβήσῃ. 16 ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18εἶπεν δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει. 20πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐνγέγραπται ἐν τοῖς οὐρανοῖς. 21ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι τῷ ἁγίῳ καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναί, πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. 22πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου. καὶ οὐδεὶς γινώσκει τίς ἐστιν υἱὸς εἰ μὴ πατήρ, καὶ τίς ἐστιν πατὴρ εἰ μὴ υἱὸς καὶ ἐὰν βούληται υἱὸς ἀποκαλύψαι. 23καὶ στραφεὶς πρὸς τοὺς μαθητάς, κατ᾽ ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες βλέπετε. 24λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδαν· καὶ ἀκοῦσαι ἀκούετε, καὶ οὐκ ἤκουσαν. 25καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 δὲ εἶπεν πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύι σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· καί, τὸν πλησίον σου ὡς σεαυτόν. 28εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης. τοῦτο ποίει καὶ ζήσῃ. 29 δὲ θέλων δικαιῶσαι ἑαυτόν, εἶπεν πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστίν μου πλησίον; 30ὑπολαβὼν Ἰησοῦς εἶπεν· ̓Άνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰερειχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτόν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλθον ἀφέντες ἡμιθανῆ. 31κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ. καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32ὁμοίως δὲ καὶ Λευείτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδών, ἀντιπαρῆλθεν. 33Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτόν, καὶ ἰδών, ἐσπλαγχνίσθη. 34καὶ προσελθών, κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον. ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. 35καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ, καὶ εἶπεν, Ἐπιμελήθητι αὐτοῦ· καὶ τι ἂν προσδαπανήσῃς, ἐγώ, ἐν τῷ ἐπανέρχεσθαί με, ἀποδώσω σοι. 36τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 δὲ εἶπεν, ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. εἶπεν δὲ αὐτῷ Ἰησοῦς, Πορεύου καὶ σὺ ποίει ὁμοίως. 38ἐν δὲ τῷ πορεύεσθαι αὐτούς, αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὴν οἰκίαν. 39καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαριάμ, καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου, ἤκουεν τὸν λόγον αὐτοῦ. 40 δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὸν οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ κύριος, Μάρθα Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά. 42ἑνὸς δέ ἐστιν χρεία· Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.