Luke 13:1-35
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1παρῆσαν
δέ
τινες
ἐν
αὐτῷ
τῷ
καιρῷ
ἀπαγγέλλοντες
αὐτῷ
περὶ
τῶν
Γαλιλαίων
ὧν
τὸ
αἷμα
Πειλᾶτος
ἔμιξεν
μετὰ
τῶν
θυσιῶν
αὐτῶν.
2καὶ
ἀποκριθεὶς
εἶπεν
αὐτοῖς,
Δοκεῖτε
ὅτι
οἱ
Γαλιλαῖοι
οὗτοι
ἁμαρτωλοὶ
παρὰ
πάντας
τοὺς
Γαλιλαίους
ἐγένοντο,
ὅτι
ταῦτα
πεπόνθασιν;
3οὐχί,
λέγω
ὑμῖν,
ἀλλ᾽
ἐὰν
μὴ
μετανοῆτε
πάντες,
ὁμοίως,
ἀπολεῖσθε.
4ἢ
ἐκεῖνοι
οἱ
δεκαοκτὼ
ἐφ᾽
οὓς
ἔπεσεν
ὁ
πύργος
ἐν
τῷ
Σιλωὰμ
καὶ
ἀπέκτεινεν
αὐτούς,
δοκεῖτε
ὅτι
αὐτοὶ
ὀφειλέται
ἐγένοντο
παρὰ
πάντας
τοὺς
ἀνθρώπους
τοὺς
κατοικοῦντας
Ἰερουσαλήμ;
5οὐχί,
λέγω
ὑμῖν
ἀλλ᾽
ἐὰν
μὴ
μετανοήσητε
πάντες,
ὡσαύτως,
ἀπολεῖσθε.
6ἔλεγεν
δὲ
ταύτην
τὴν
παραβολήν·
συκῆν
εἶχέν
τις
πεφυτευμένην
ἐν
τῷ
ἀμπελῶνι
αὐτοῦ
καὶ
ἦλθεν
ζητῶν
καρπὸν
ἐν
αὐτῇ,
καὶ
οὐχ
εὗρεν.
7εἶπεν
δὲ
πρὸς
τὸν
ἀμπελουργόν,
Ἰδοὺ
τρία
ἔτη
ἀφ᾽
οὗ
ἔρχομαι
ζητῶν
καρπὸν
ἐν
τῇ
συκῇ
ταύτῃ,
καὶ
οὐχ
εὑρίσκω.
ἔκκοψον
αὐτήν,
ἱνατί
καὶ
τὴν
γῆν
καταργεῖ.
8ὁ
δὲ
ἀποκριθεὶς
λέγει
αὐτῷ,
Κύριε,
ἄφες
αὐτὴν
καὶ
τοῦτο
τὸ
ἔτος,
ἕως
ὅτου
σκάψω
περὶ
αὐτὴν
καὶ
βάλω
κόπρια.
9κἂν
μὲν
ποιήσῃ
καρπὸν
εἰς
τὸ
μέλλον.
εἰ
δὲ
μή
γε,
ἐκκόψεις
αὐτήν.
10ἦν
δὲ
διδάσκων
ἐν
μιᾷ
τῶν
συναγωγῶν
ἐν
τοῖς
σάββασιν,
11καὶ
ἰδοὺ
γυνὴ
πνεῦμα
ἔχουσα
ἀσθενείας
ἔτη
δεκαοκτώ·
καὶ
ἦν
συνκύπτουσα
καὶ
μὴ
δυναμένη
ἀνακύψαι
εἰς
τὸ
παντελές.
12ἰδὼν
δὲ
αὐτὴν
ὁ
Ἰησοῦς,
προσεφώνησεν
καὶ
εἶπεν
αὐτῇ,
Γύναι,
ἀπολέλυσαι
τῆς
ἀσθενείας
σου.
13καὶ
ἐπέθηκεν
αὐτῇ
τὰς
χεῖρας,
καὶ
παραχρῆμα
ἀνωρθώθη.
καὶ
ἐδόξαζεν
τὸν
θεόν.
14ἀποκριθεὶς
δὲ
ὁ
ἀρχισυνάγωγος
ἀγανακτῶν
ὅτι
τῷ
σαββάτῳ
ἐθεράπευσεν
ὁ
Ἰησοῦς.
ἔλεγεν
τῷ
ὄχλῳ
ὅτι,
̔Ὲξ
ἡμέραι
εἰσὶν
ἐν
αἷς
δεῖ
ἐργάζεσθαι·
ἐν
αὐταῖς
οὖν
ἐρχόμενοι
θεραπεύεσθε,
καὶ
μὴ
τῇ
ἡμέρᾳ
τοῦ
σαββάτου.
15ἀπεκρίθη
δὲ
αὐτῷ
ὁ
κύριος
καὶ
εἶπεν,
Ὑποκριταί,
ἕκαστος
ὑμῶν
τῷ
σαββάτῳ,
οὐ
λύει
τὸν
βοῦν
αὐτοῦ
ἢ
τὸν
ὄνον
ἀπὸ
τῆς
φάτνης
καὶ
ἀπάγων
ποτίζει;
16ταύτην
δὲ
θυγατέρα
Ἀβραὰμ
οὖσαν,
ἣν
ἔδησεν
ὁ
Σατανᾶς
ἰδοὺ
δέκα
καὶ
ὀκτὼ
ἔτη.
οὐκ
ἔδει
λυθῆναι
ἀπὸ
τοῦ
δεσμοῦ
τούτου
τῇ
ἡμέρᾳ
τοῦ
σαββάτου;
17καὶ
ταῦτα
λέγοντος
αὐτοῦ
κατῃσχύνοντο
πάντες
οἱ
ἀντικείμενοι
αὐτῷ.
καὶ
πᾶς
ὁ
ὄχλος
ἔχαιρεν
ἐπὶ
πᾶσιν
τοῖς
ἐνδόξοις
τοῖς
γινομένοις
ὑπ᾽
αὐτοῦ.
18ἔλεγεν
οὖν,
Τίνι
ὁμοία
ἐστὶν
ἡ
βασιλεία
τοῦ
θεοῦ;
καὶ
τίνι
ὁμοιώσω
αὐτήν;
19ὁμοία
ἐστὶν
κόκκῳ
σινάπεως
ὃν
λαβὼν
ἄνθρωπος
ἔβαλεν
εἰς
κῆπον
ἑαυτοῦ·
καὶ
ηὔξησεν
καὶ
ἐγένετο
εἰς
δένδρον,
καὶ
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
κατεσκήνωσεν
ἐν
τοῖς
κλάδοις
αὐτοῦ.
20καὶ
πάλιν
εἶπεν,
Τίνι
ὁμοιώσω
τὴν
βασιλείαν
τοῦ
θεοῦ;
21ὁμοία
ἐστὶν
ζύμῃ.
ἣν
λαβοῦσα
γυνὴ
ἐνέκρυψεν
εἰς
ἀλεύρου
σάτα
τρία,
ἕως
οὗ
ἐζυμώθη
ὅλον.
22καὶ
διεπορεύετο
κατὰ
πόλεις
καὶ
κώμας,
διδάσκων,
καὶ
πορείαν
ποιούμενος
εἰς
Ἱεροσόλυμα.
23εἶπεν
δέ
τις
αὐτῷ,
Κύριε,
εἰ
ὀλίγοι
οἱ
σῳζόμενοι;
ὁ
δὲ
εἶπεν
πρὸς
αὐτούς,
24Ἀγωνίζεσθε
εἰσελθεῖν
διὰ
τῆς
στενῆς
θύρας·
ὅτι
πολλοί,
λέγω
ὑμῖν,
ζητήσουσιν
εἰσελθεῖν
καὶ
οὐκ
ἰσχύσουσιν.
25ἀφ᾽
οὗ
ἂν
ἐγερθῇ
ὁ
οἰκοδεσπότης
καὶ
ἀποκλείσῃ
τὴν
θύραν,
καὶ
ἄρξησθε
ἔξω
ἑστάναι
καὶ
κρούειν
τὴν
θύραν
λέγοντες,
Κύριε,
ἄνοιξον
ἡμῖν.
καὶ
ἀποκριθεὶς
ἐρεῖ
ὑμῖν,
Οὐκ
οἶδα
ὑμᾶς
πόθεν
ἐστέ.
26τότε
ἄρξεσθε
λέγειν,
Ἐφάγομεν
ἐνώπιόν
σου
καὶ
ἐπίομεν
καὶ
ἐν
ταῖς
πλατείαις
ἡμῶν
ἐδίδαξας.
27καὶ
ἐρεῖ,
λέγων
ὑμῖν,
Οὐκ
οἶδα
ὑμᾶς
πόθεν
ἐστέ.
ἀπόστητε
ἀπ᾽
ἐμοῦ,
πάντες
ἐργάται
ἀδικίας.
28ἐκεῖ
ἔσται
ὁ
κλαυθμὸς
καὶ
ὁ
βρυγμὸς
τῶν
ὀδόντων,
ὅταν
ὄψησθε
Ἀβραάμ,
καὶ
Ἰσαάκ,
καὶ
Ἰακώβ,
καὶ
πάντας
τοὺς
προφήτας
ἐν
τῇ
βασιλείᾳ
τοῦ
θεοῦ,
ὑμᾶς
δὲ
ἐκβαλλομένους
ἔξω.
29καὶ
ἥξουσιν—
ἀπὸ
ἀνατολῶν
καὶ
δυσμῶν
καὶ
ἀπὸ
βορρᾶ
καὶ
νότου—
καὶ
ἀνακλιθήσονται
ἐν
τῇ
βασιλείᾳ
τοῦ
θεοῦ.
30καὶ
ἰδού·
εἰσὶν
ἔσχατοι
οἳ
ἔσονται
πρῶτοι·
καὶ
εἰσὶν
πρῶτοι
οἳ
ἔσονται
ἔσχατοι.
31ἐν
αὐτῇ
τῇ
ὥρᾳ
προσῆλθάν
τινες
Φαρισαῖοι
λέγοντες
αὐτῷ,
̓Έξελθε
καὶ
πορεύου
ἐντεῦθεν·
ὅτι
Ἡρῴδης
θέλει
σε
ἀποκτεῖναι.
32καὶ
εἶπεν
αὐτοῖς,
Πορευθέντες
εἴπατε
τῇ
ἀλώπεκι
ταύτῃ,
ἰδοὺ
ἐκβάλλω
δαιμόνια
καὶ
ἰάσεις
ἀποτελῶ
σήμερον
καὶ
αὔριον·
καὶ
τῇ
τρίτῃ
τελειοῦμαι.
33πλὴν
δεῖ
με,
σήμερον,
καὶ
αὔριον,
καὶ
τῇ
ἐχομένῃ
πορεύεσθαι.
ὅτι
οὐκ
ἐνδέχεται
προφήτην
ἀπολέσθαι
ἔξω
Ἰερουσαλήμ.
34Ἰερουσαλήμ,
Ἰερουσαλήμ,
ἡ
ἀποκτείνουσα
τοὺς
προφήτας
καὶ
λιθοβολοῦσα
τοὺς
ἀπεσταλμένους
πρὸς
αὐτήν.
ποσάκις
ἠθέλησα
ἐπισυνάξαι
τὰ
τέκνα
σου
ὃν
τρόπον
ὄρνις
τὴν
ἑαυτῆς
νοσσιὰν
ὑπὸ
τὰς
πτέρυγας,
καὶ
οὐκ
ἠθελήσατε.
35ἰδού,
ἀφίεται
ὑμῖν
ὁ
οἶκος
ὑμῶν.
λέγω
δὲ
ὑμῖν
οὐ
μὴ
ἴδητέ
με
ἕως
εἴπητε,
Εὐλογημένος
ὁ
ἐρχόμενος
ἐν
ὀνόματι
κυρίου.