Luke 14:1-35
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἐγένετο
ἐν
τῷ
ἐλθεῖν
αὐτὸν
εἰς
οἶκόν
τινος
τῶν
ἀρχόντων
τῶν
Φαρισαίων
σαββάτῳ
φαγεῖν
ἄρτον,
καὶ
αὐτοὶ
ἦσαν
παρατηρούμενοι
αὐτόν.
2καὶ
ἰδοὺ
ἄνθρωπός
τις
ἦν
ὑδρωπικὸς
ἔμπροσθεν
αὐτοῦ.
3καὶ
ἀποκριθεὶς
ὁ
Ἰησοῦς
εἶπεν
πρὸς
τοὺς
νομικοὺς
καὶ
Φαρισαίους
λέγων,
̓Έξεστιν
τῷ
σαββάτῳ
θεραπεῦσαι,
ἢ
οὔ;
4οἱ
δὲ
ἡσύχασαν,
καὶ
ἐπιλαβόμενος
ἰάσατο
αὐτὸν
καὶ
ἀπέλυσεν.
5καὶ
πρὸς
αὐτοὺς
εἶπεν,
Τίνος
ὑμῶν
υἱὸς
ἢ
βοῦς
εἰς
φρέαρ
πεσεῖται,
καὶ
οὐκ
εὐθέως
ἀνασπάσει
αὐτὸν
ἐν
ἡμέρᾳ
τοῦ
σαββάτου;
6καὶ
οὐκ
ἴσχυσαν
ἀνταποκριθῆναι
πρὸς
ταῦτα.
7ἔλεγεν
δὲ
πρὸς
τοὺς
κεκλημένους
παραβολήν,
ἐπέχων
πῶς
τὰς
πρωτοκλισίας
ἐξελέγοντο
λέγων
πρὸς
αὐτούς·
8̔Όταν
κληθῇς
ὑπό
τινος
εἰς
γάμους,
μὴ
κατακλιθῇς
εἰς
τὴν
πρωτοκλισίαν·
μήποτε
ἐντιμότερός
σου
ᾖ
κεκλημένος
ὑπ᾽
αὐτοῦ,
9καὶ
ἐλθὼν
ὁ
σὲ
καὶ
αὐτὸν
καλέσας
ἐρεῖ
σοι,
Δὸς
τούτῳ
τόπον.
καὶ
τότε
ἄρξῃ
μετὰ
αἰσχύνης
τὸν
ἔσχατον
τόπον
κατέχειν.
10ἀλλ᾽
ὅταν
κληθῇς,
πορευθεὶς
ἀνάπεσε
εἰς
τὸν
ἔσχατον
τόπον·
ἵνα
ὅταν
ἔλθῃ
ὁ
κεκληκώς
σε
ἐρεῖ
σοι,
Φίλε,
προσανάβηθι
ἀνώτερον.
τότε
ἔσται
σοι
δόξα
ἐνώπιον
πάντων
τῶν
συνανακειμένων
σοι.
11ὅτι
πᾶς
ὁ
ὑψῶν
ἑαυτὸν
ταπεινωθήσεται,
καὶ
ὁ
ταπεινῶν
ἑαυτὸν
ὑψωθήσεται.
12ἔλεγεν
δὲ
καὶ
τῷ
κεκληκότι
αὐτόν·
̔Όταν
ποιῇς
ἄριστον
ἢ
δεῖπνον,
μὴ
φώνει
τοὺς
φίλους
σου,
μηδὲ
τοὺς
ἀδελφούς
σου,
μηδὲ
τοὺς
συγγενεῖς
σου,
μηδὲ
γείτονας
πλουσίους.
μήποτε
καὶ
αὐτοὶ
ἀντικαλέσωσίν
σε,
καὶ
γένηται
ἀνταπόδομά
σοι.
13ἀλλ᾽
ὅταν
δοχὴν
ποιῇς,
κάλει
πτωχούς,
ἀναπείρους,
χωλούς,
τυφλούς·
14καὶ
μακάριος
ἔσῃ,
ὅτι
οὐκ
ἔχουσιν
ἀνταποδοῦναί
σοι,
ἀνταποδοθήσεται
γάρ
σοι
ἐν
τῇ
ἀναστάσει
τῶν
δικαίων.
15ἀκούσας
δέ,
τις
τῶν
συνανακειμένων
ταῦτα
εἶπεν
αὐτῷ,
Μακάριος
ὅστις
φάγεται
ἄρτον
ἐν
τῇ
βασιλείᾳ
τοῦ
θεοῦ.
16ὁ
δὲ
εἶπεν
αὐτῷ·
̓Άνθρωπός
τις
ἐποίει
δεῖπνον
μέγα
καὶ
ἐκάλεσεν
πολλούς.
17καὶ
ἀπέστειλεν
τὸν
δοῦλον
αὐτοῦ,
τῇ
ὥρᾳ
τοῦ
δείπνου
εἰπεῖν
τοῖς
κεκλημένοις,
̓Έρχεσθε,
ὅτι
ἤδη
ἕτοιμά
ἐστιν.
18καὶ
ἤρξαντο
ἀπὸ
μιᾶς
πάντες
παραιτεῖσθαι.
ὁ
πρῶτος
εἶπεν
αὐτῷ,
Ἀγρὸν
ἠγόρασα
καὶ
ἔχω
ἀνάγκην
ἐξελθὼν
ἰδεῖν
αὐτόν·
ἐρωτῶ
σε
ἔχε
με
παρῃτημένον.
19καὶ
ἕτερος
εἶπεν,
Ζεύγη
βοῶν
ἠγόρασα
πέντε,
καὶ
πορεύομαι
δοκιμάσαι
αὐτά·
ἐρωτῶ
σε
ἔχε
με
παρῃτημένον.
20καὶ
ἕτερος
εἶπεν,
Γυναῖκα
ἔγημα,
καὶ
διὰ
τοῦτο
οὐ
δύναμαι
ἐλθεῖν.
21καὶ
παραγενόμενος
ὁ
δοῦλος
ἀπήγγειλεν
τῷ
κυρίῳ
αὐτοῦ
ταῦτα.
τότε
ὀργισθεὶς
ὁ
οἰκοδεσπότης
εἶπεν
τῷ
δούλῳ
αὐτοῦ,
̓Έξελθε
ταχέως
εἰς
τὰς
πλατείας
καὶ
ῥύμας
τῆς
πόλεως
καὶ
τοὺς
πτωχούς,
καὶ
ἀναπείρους,
καὶ
τυφλούς,
καὶ
χωλούς,
εἰσάγαγε
ὧδε.
22καὶ
εἶπεν
ὁ
δοῦλος,
Κύριε,
γέγονεν
ὃ
ἐπέταξας
καὶ
ἔτι
τόπος
ἐστίν.
23καὶ
εἶπεν
ὁ
κύριος
πρὸς
τὸν
δοῦλον,
̓Έξελθε
εἰς
τὰς
ὁδοὺς
καὶ
φραγμοὺς
καὶ
ἀνάγκασον
εἰσελθεῖν,
ἵνα
γεμισθῇ
μου
ὁ
οἶκος.
24λέγω
γὰρ
ὑμῖν
ὅτι
οὐδεὶς
τῶν
ἀνδρῶν
ἐκείνων
τῶν
κεκλημένων
γεύσεταί
μου
τοῦ
δείπνου.
25συνεπορεύοντο
δὲ
αὐτῷ
ὄχλοι
πολλοί.
καὶ
στραφεὶς
εἶπεν
πρὸς
αὐτούς,
26Εἴ
τις
ἔρχεται
πρός
με
καὶ
οὐ
μισεῖ—
τὸν
πατέρα
ἑαυτοῦ
καὶ
τὴν
μητέρα,
καὶ
τὴν
γυναῖκα
καὶ
τὰ
τέκνα,
καὶ
τοὺς
ἀδελφοὺς
καὶ
τὰς
ἀδελφάς—
ἔτι
τε
καὶ
τὴν
ψυχὴν
ἑαυτοῦ·
οὐ
δύναται
εἶναί
μου
μαθητής.
27ὅστις
οὐ
βαστάζει
τὸν
σταυρὸν
ἑαυτοῦ
καὶ
ἔρχεται
ὀπίσω
μου,
οὐ
δύναται
εἶναί
μου
μαθητής.
28τίς
γὰρ
ἐξ
ὑμῶν
θέλων
πύργον
οἰκοδομῆσαι
οὐχὶ
πρῶτον
καθίσας
ψηφίζει
τὴν
δαπάνην
εἰ
ἔχει
εἰς
ἀπαρτισμόν;
29ἵνα
μήποτε,
θέντος
αὐτοῦ
θεμέλιον
καὶ
μὴ
ἰσχύοντος
ἐκτελέσαι,
πάντες
οἱ
θεωροῦντες
ἄρξωνται
αὐτῷ
ἐμπαίζειν,
30λέγοντες
ὅτι,
Οὗτος
ὁ
ἄνθρωπος
ἤρξατο
οἰκοδομεῖν
καὶ
οὐκ
ἴσχυσεν
ἐκτελέσαι.
31ἢ
τίς
βασιλεὺς
πορευόμενος
ἑτέρῳ
βασιλεῖ
συμβαλεῖν
εἰς
πόλεμον
οὐχὶ
καθίσας
πρῶτον
βουλεύσεται
εἰ
δυνατός
ἐστιν
ἐν
δέκα
χιλιάσιν
ὑπαντῆσαι
τῷ
μετὰ
εἴκοσι
χιλιάδων
ἐρχομένῳ
ἐπ᾽
αὐτόν;
32εἰ
δὲ
μή
γε,
ἔτι
αὐτοῦ
πόρρω
ὄντος
πρεσβείαν
ἀποστείλας
ἐρωτᾷ
τὰ
πρὸς
εἰρήνην.
33οὕτως
οὖν
πᾶς
ἐξ
ὑμῶν
ὃς
οὐκ
ἀποτάσσεται
πᾶσιν
τοῖς
ἑαυτοῦ
ὑπάρχουσιν
οὐ
δύναται
εἶναί
μου
μαθητής.
34καλὸν
οὖν
τὸ
ἅλας·
ἐὰν
δὲ
καὶ
τὸ
ἅλας
μωρανθῇ,
ἐν
τίνι
ἀρτυθήσεται;
35οὔτε
εἰς
γῆν
οὔτε
εἰς
κοπρίαν
εὔθετόν
ἐστιν·
ἔξω
βάλλουσιν
αὐτό.
ὁ
ἔχων
ὦτα
ἀκούειν
ἀκουέτω.