Luke 15:1-32
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἦσαν
δὲ
αὐτῷ
ἐγγίζοντες
πάντες
οἱ
τελῶναι
καὶ
οἱ
ἁμαρτωλοὶ
ἀκούειν
αὐτοῦ.
2καὶ
διεγόγγυζον
οἵ
τε
Φαρισαῖοι
καὶ
οἱ
γραμματεῖς
λέγοντες
ὅτι
οὗτος
ἁμαρτωλοὺς
προσδέχεται—
καὶ
συνεσθίει
αὐτοῖς.
3εἶπεν
δὲ
πρὸς
αὐτοὺς
τὴν
παραβολὴν
ταύτην
λέγων·
4Τίς
ἄνθρωπος
ἐξ
ὑμῶν
ἔχων
ἑκατὸν
πρόβατα
καὶ
ἀπολέσας
ἐξ
αὐτῶν
ἕν,
οὐ
καταλείπει
τὰ
ἐνενήκοντα
ἐννέα
ἐν
τῇ
ἐρήμῳ
καὶ
πορεύεται
ἐπὶ
τὸ
ἀπολωλὸς
ἕως
εὕρῃ
αὐτό;
5καὶ
εὑρών,
ἐπιτίθησιν
ἐπὶ
τοὺς
ὤμους
αὐτοῦ
χαίρων.
6καὶ
ἐλθὼν
εἰς
τὸν
οἶκον,
συνκαλεῖ
τοὺς
φίλους
καὶ
τοὺς
γείτονας
λέγων
αὐτοῖς,
Συνχάρητέ
μοι
ὅτι
εὗρον
τὸ
πρόβατόν
μου
τὸ
ἀπολωλός.
7λέγω
ὑμῖν
ὅτι
οὕτως,
χαρὰ
ἐν
τῷ
οὐρανῷ
ἔσται
ἐπὶ
ἑνὶ
ἁμαρτωλῷ
μετανοοῦντι
ἢ
ἐπὶ
ἐνενήκοντα
ἐννέα
δικαίοις
οἵτινες
οὐ
χρείαν
ἔχουσιν
μετανοίας.
8ἢ
τίς
γυνὴ
δραχμὰς
ἔχουσα
δέκα
ἐὰν
ἀπολέσῃ
δραχμὴν
μίαν·
οὐχὶ
ἅπτει
λύχνον
καὶ
σαροῖ
τὴν
οἰκίαν
καὶ
ζητεῖ
ἐπιμελῶς
ἕως
οὗ
εὕρῃ;
9καὶ
εὑροῦσα,
συνκαλεῖ
τὰς
φίλας
καὶ
γείτονας
λέγουσα,
Συνχάρητέ
μοι
ὅτι
εὗρον
τὴν
δραχμὴν
ἣν
ἀπώλεσα.
10οὕτως
λέγω
ὑμῖν,
γίνεται
χαρὰ
ἐνώπιον
τῶν
ἀγγέλων
τοῦ
θεοῦ
ἐπὶ
ἑνὶ
ἁμαρτωλῷ
μετανοοῦντι.
11εἶπεν
δέ·
̓Άνθρωπός
τις
εἶχεν
δύο
υἱούς.
12καὶ
εἶπεν
ὁ
νεώτερος
αὐτῶν
τῷ
πατρί,
Πάτερ,
δός
μοι
τὸ
ἐπιβάλλον
μέρος
τῆς
οὐσίας.
ὁ
δὲ
διεῖλεν
αὐτοῖς
τὸν
βίον.
13καὶ
μετ᾽
οὐ
πολλὰς
ἡμέρας
συναγαγὼν
πάντα
ὁ
νεώτερος
υἱὸς
ἀπεδήμησεν
εἰς
χώραν
μακράν,
καὶ
ἐκεῖ
διεσκόρπισεν
τὴν
οὐσίαν
αὐτοῦ
ζῶν
ἀσώτως.
14δαπανήσαντος
δὲ
αὐτοῦ
πάντα,
ἐγένετο
λιμὸς
ἰσχυρὰ
κατὰ
τὴν
χώραν
ἐκείνην,
καὶ
αὐτὸς
ἤρξατο
ὑστερεῖσθαι.
15καὶ
πορευθεὶς
ἐκολλήθη
ἑνὶ
τῶν
πολιτῶν
τῆς
χώρας
ἐκείνης,
καὶ
ἔπεμψεν
αὐτὸν
εἰς
τοὺς
ἀγροὺς
αὐτοῦ
βόσκειν
χοίρους.
16καὶ
ἐπεθύμει
χορτασθῆναι
ἐκ
τῶν
κερατίων
ὧν
ἤσθιον
οἱ
χοῖροι.
καὶ
οὐδεὶς
ἐδίδου
αὐτῷ.
17εἰς
ἑαυτὸν
δὲ
ἐλθὼν
ἔφη,
Πόσοι
μίσθιοι
τοῦ
πατρός
μου
περισσεύονται
ἄρτων,
ἐγὼ
δὲ
λιμῷ
ὧδε
ἀπόλλυμαι.
18ἀναστὰς
πορεύσομαι
πρὸς
τὸν
πατέρα
μου
καὶ
ἐρῶ
αὐτῷ,
Πάτερ,
ἥμαρτον
εἰς
τὸν
οὐρανὸν
καὶ
ἐνώπιόν
σου,
19οὐκέτι
εἰμὶ
ἄξιος
κληθῆναι
υἱός
σου.
ποίησόν
με
ὡς
ἕνα
τῶν
μισθίων
σου.
20καὶ
ἀναστὰς
ἦλθεν
πρὸς
τὸν
πατέρα
ἑαυτοῦ.
ἔτι
δὲ
αὐτοῦ
μακρὰν
ἀπέχοντος,
εἶδεν
αὐτὸν
ὁ
πατὴρ
αὐτοῦ.
καὶ
ἐσπλαγχνίσθη,
καὶ
δραμών,
ἐπέπεσεν
ἐπὶ
τὸν
τράχηλον
αὐτοῦ,
καὶ
κατεφίλησεν
αὐτόν.
21εἶπεν
δὲ
ὁ
υἱὸς
αὐτῷ,
Πάτερ,
ἥμαρτον
εἰς
τὸν
οὐρανὸν
καὶ
ἐνώπιόν
σου,
οὐκέτι
εἰμὶ
ἄξιος
κληθῆναι
υἱός
σου.
22εἶπεν
δὲ
ὁ
πατὴρ
πρὸς
τοὺς
δούλους
αὐτοῦ,
Ταχύ·
ἐξενέγκατε
στολὴν
τὴν
πρώτην
καὶ
ἐνδύσατε
αὐτόν.
καὶ
δότε
δακτύλιον
εἰς
τὴν
χεῖρα
αὐτοῦ
καὶ
ὑποδήματα
εἰς
τοὺς
πόδας.
23καὶ
φέρετε
τὸν
μόσχον
τὸν
σιτευτὸν
θύσατε·
καὶ
φαγόντες
εὐφρανθῶμεν.
24ὅτι
οὗτος
ὁ
υἱός
μου
νεκρὸς
ἦν
καὶ
ἀνέζησεν·
ἦν
ἀπολωλώς,
καὶ
εὑρέθη.
καὶ
ἤρξαντο
εὐφραίνεσθαι.
25ἦν
δέ,
ὁ
υἱὸς
αὐτοῦ
ὁ
πρεσβύτερος
ἐν
ἀγρῷ·
καὶ
ὡς
ἐρχόμενος
ἤγγισεν
τῇ
οἰκίᾳ,
ἤκουσεν
συμφωνίας
καὶ
χορῶν,
26καὶ
προσκαλεσάμενος
ἕνα
τῶν
παίδων
ἐπυνθάνετο
τί
ἂν
εἴη
ταῦτα.
27ὁ
δὲ
εἶπεν
αὐτῷ
ὅτι,
Ὁ
ἀδελφός
σου
ἥκει,
καὶ
ἔθυσεν
ὁ
πατήρ
σου
τὸν
μόσχον
τὸν
σιτευτόν.
ὅτι
ὑγιαίνοντα
αὐτὸν
ἀπέλαβεν.
28ὠργίσθη
δὲ
καὶ
οὐκ
ἤθελεν
εἰσελθεῖν.
ὁ
δὲ
πατὴρ
αὐτοῦ
ἐξελθὼν
παρεκάλει
αὐτόν,
29ὁ
δὲ
ἀποκριθεὶς
εἶπεν
τῷ
πατρὶ
αὐτοῦ,
Ἰδοὺ
τοσαῦτα
ἔτη
δουλεύω
σοι
καὶ
οὐδέποτε
ἐντολήν
σου
παρῆλθον·
καὶ
ἐμοὶ
οὐδέποτε
ἔδωκας
ἔριφον
ἵνα
μετὰ
τῶν
φίλων
μου
εὐφρανθῶ.
30ὅτε
δὲ
ὁ
υἱός
σου
οὗτος
ὁ
καταφαγών
σου
τὸν
βίον
μετὰ
πορνῶν
ἦλθεν,
ἔθυσας
αὐτῷ
τὸν
σιτευτὸν
μόσχον.
31ὁ
δὲ
εἶπεν
αὐτῷ,
Τέκνον,
σὺ
πάντοτε
μετ᾽
ἐμοῦ
εἶ,
καὶ
πάντα
τὰ
ἐμὰ
σά
ἐστιν·
32εὐφρανθῆναι
δὲ
καὶ
χαρῆναι
ἔδει.
ὅτι
ὁ
ἀδελφός
σου
οὗτος
νεκρὸς
ἦν
καὶ
ἔζησεν·
καὶ
ἀπολωλώς,
καὶ
εὑρέθη.