Luke 17:1-37
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1εἶπεν
δὲ
πρὸς
τοὺς
μαθητὰς
αὐτοῦ,
Ἀνένδεκτόν
ἐστιν
τοῦ
τὰ
σκάνδαλα
μὴ
ἐλθεῖν,
πλὴν
οὐαὶ
δι᾽
οὗ
ἔρχεται.
2λυσιτελεῖ
αὐτῷ
εἰ
λίθος
μυλικὸς
περίκειται
περὶ
τὸν
τράχηλον
αὐτοῦ
καὶ
ἔρριπται
εἰς
τὴν
θάλασσαν
ἢ
ἵνα
σκανδαλίσῃ
τῶν
μικρῶν
τούτων
ἕνα.
3προσέχετε
ἑαυτοῖς.
ἐὰν
ἁμάρτῃ
ὁ
ἀδελφός
σου,
ἐπιτίμησον
αὐτῷ·
καὶ
ἐὰν
μετανοήσῃ,
ἄφες
αὐτῷ.
4καὶ
ἐὰν
ἑπτάκις
τῆς
ἡμέρας
ἁμαρτήσῃ
εἰς
σὲ
καὶ
ἑπτάκις
ἐπιστρέψῃ
πρὸς
σὲ
λέγων,
Μετανοῶ,
ἀφήσεις
αὐτῷ.
5καὶ
εἶπαν
οἱ
ἀπόστολοι
τῷ
κυρίῳ,
Πρόσθες
ἡμῖν
πίστιν.
6εἶπεν
δὲ
ὁ
κύριος,
Εἰ
ἔχετε
πίστιν
ὡς
κόκκον
σινάπεως,
ἐλέγετε
ἂν
τῇ
συκαμίνῳ
ταύτῃ,
Ἐκριζώθητι
καὶ
φυτεύθητι
ἐν
τῇ
θαλάσσῃ,
καὶ
ὑπήκουσεν
ἂν
ὑμῖν.
7τίς
δὲ
ἐξ
ὑμῶν
δοῦλον
ἔχων
ἀροτριῶντα
ἢ
ποιμαίνοντα,
ὃς
εἰσελθόντι
ἐκ
τοῦ
ἀγροῦ
ἐρεῖ
αὐτῷ,
Εὐθέως
παρελθὼν
ἀνάπεσε;
8ἀλλ᾽
οὐχί,
ἐρεῖ
αὐτῷ,
Ἑτοίμασόν
τι
δειπνήσω,
καὶ
περιζωσάμενος,
διακόνει
μοι
ἕως
φάγω
καὶ
πίω·
καὶ
μετὰ
ταῦτα
φάγεσαι
καὶ
πίεσαι
σύ;
9μὴ
ἔχει
χάριν
τῷ
δούλῳ
ὅτι
ἐποίησεν
τὰ
διαταχθέντα;
10οὕτως
καὶ
ὑμεῖς,
ὅταν
ποιήσητε
πάντα
τὰ
διαταχθέντα
ὑμῖν
λέγετε
ὅτι,
Δοῦλοι
ἀχρεῖοί
ἐσμεν,
ὃ
ὠφείλομεν
ποιῆσαι
πεποιήκαμεν.
11καὶ
ἐγένετο
ἐν
τῷ
πορεύεσθαι
εἰς
Ἰερουσαλήμ,
καὶ
αὐτὸς
διήρχετο
διὰ
μέσον
Σαμαρείας
καὶ
Γαλιλαίας.
12καὶ
εἰσερχομένου
αὐτοῦ
εἴς
τινα
κώμην,
ἀπήντησαν
δέκα
λεπροὶ
ἄνδρες,
οἳ
ἔστησαν
πόρρωθεν,
13καὶ
αὐτοὶ
ἦραν
φωνὴν
λέγοντες,
Ἰησοῦ,
ἐπιστάτα,
ἐλέησον
ἡμᾶς.
14καὶ
ἰδὼν
εἶπεν
αὐτοῖς,
Πορευθέντες
ἐπιδείξατε
ἑαυτοὺς
τοῖς
ἱερεῦσιν.
καὶ
ἐγένετο
ἐν
τῷ
ὑπάγειν
αὐτούς,
ἐκαθαρίσθησαν.
15εἷς
δὲ
ἐξ
αὐτῶν,
ἰδὼν
ὅτι
ἰάθη,
ὑπέστρεψεν,
μετὰ
φωνῆς
μεγάλης
δοξάζων
τὸν
θεόν.
16καὶ
ἔπεσεν
ἐπὶ
πρόσωπον
παρὰ
τοὺς
πόδας
αὐτοῦ,
εὐχαριστῶν
αὐτῷ·
καὶ
αὐτὸς
ἦν
Σαμαρείτης.
17ἀποκριθεὶς
δὲ
ὁ
Ἰησοῦς
εἶπεν,
Οὐχ
οἱ
δέκα
ἐκαθαρίσθησαν;
οἱ
δὲ
ἐννέα
ποῦ;
18οὐχ
εὑρέθησαν
ὑποστρέψαντες
δοῦναι
δόξαν
τῷ
θεῷ,
εἰ
μὴ
ὁ
ἀλλογενὴς
οὗτος;
19καὶ
εἶπεν
αὐτῷ,
Ἀναστὰς
πορεύου·
ἡ
πίστις
σου
σέσωκέν
σε.
20ἐπερωτηθεὶς
δὲ
ὑπὸ
τῶν
Φαρισαίων,
Πότε
ἔρχεται
ἡ
βασιλεία
τοῦ
θεοῦ;
ἀπεκρίθη
αὐτοῖς
καὶ
εἶπεν,
Οὐκ
ἔρχεται
ἡ
βασιλεία
τοῦ
θεοῦ
μετὰ
παρατηρήσεως·
21οὐδὲ
ἐροῦσιν,
Ἰδοὺ
ὧδε·
ἤ
Ἐκεῖ.
ἰδοὺ
γὰρ
ἡ
βασιλεία
τοῦ
θεοῦ
ἐντὸς
ὑμῶν
ἐστίν.
22εἶπεν
δὲ
πρὸς
τοὺς
μαθητάς,
Ἐλεύσονται
ἡμέραι
ὅτε
ἐπιθυμήσετε
μίαν
τῶν
ἡμερῶν
τοῦ
υἱοῦ
τοῦ
ἀνθρώπου
ἰδεῖν·
καὶ
οὐκ
ὄψεσθε.
23καὶ
ἐροῦσιν
ὑμῖν,
Ἰδού,
ἐκεῖ,
ἤ
Ἰδοὺ
ὧδε,
μὴ
ἀπέλθητε
μηδὲ
διώξητε.
24ὥσπερ
γὰρ
ἡ
ἀστραπὴ
ἀστράπτουσα
ἐκ
τῆς
ὑπὸ
τὸν
οὐρανὸν
εἰς
τὴν
ὑπ᾽
οὐρανὸν
λάμπει,
οὕτως
ἔσται
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἐν
τῇ
ἡμέρᾳ
αὐτοῦ.
25πρῶτον
δὲ
δεῖ
αὐτὸν
πολλὰ
παθεῖν
καὶ
ἀποδοκιμασθῆναι
ἀπὸ
τῆς
γενεᾶς
ταύτης.
26καὶ
καθὼς
ἐγένετο
ἐν
ταῖς
ἡμέραις
Νῶε,
οὕτως
ἔσται
καὶ
ἐν
ταῖς
ἡμέραις
τοῦ
υἱοῦ
τοῦ
ἀνθρώπου·
27ἤσθιον
ἔπινον
ἐγάμουν
ἐγαμίζοντο
ἄχρι
ἧς
ἡμέρας
εἰσῆλθεν
Νῶε
εἰς
τὴν
κιβωτὸν
καὶ
ἦλθεν
ὁ
κατακλυσμὸς
καὶ
ἀπώλεσεν
πάντας.
28ὁμοίως
καθὼς
ἐγένετο
ἐν
ταῖς
ἡμέραις
Λώτ·—
ἤσθιον
ἔπινον,
ἠγόραζον
ἐπώλουν,
ἐφύτευον
ᾠκοδόμουν·—
29ᾗ
δὲ
ἡμέρᾳ
ἐξῆλθεν
Λὼτ
ἀπὸ
Σοδόμων.
ἔβρεξεν
πῦρ
καὶ
θεῖον
ἀπ᾽
οὐρανοῦ
καὶ
ἀπώλεσεν
πάντας.
30κατὰ
τὰ
αὐτὰ
ἔσται,
ᾗ
ἡμέρᾳ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἀποκαλύπτεται.
31ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
ὃς
ἔσται
ἐπὶ
τοῦ
δώματος
καὶ
τὰ
σκεύη
αὐτοῦ
ἐν
τῇ
οἰκίᾳ,
μὴ
καταβάτω
ἆραι
αὐτά·
καὶ
ὁ
ἐν
ἀγρῷ
ὁμοίως
μὴ
ἐπιστρεψάτω
εἰς
τὰ
ὀπίσω.
32μνημονεύετε
τῆς
γυναικὸς
Λώτ.
33ὃς
ἐὰν
ζητήσῃ
τὴν
ψυχὴν
αὐτοῦ
περιποιήσασθαι
ἀπολέσει
αὐτήν,
ὃς
δ᾽
ἂν
ἀπολέσει
ζωογονήσει
αὐτήν.
34λέγω
ὑμῖν,
ταύτῃ
τῇ
νυκτὶ
ἔσονται
δύο
ἐπὶ
κλίνης
μιᾶς·
ὁ
εἷς
παραλημφθήσεται,
καὶ
ὁ
ἕτερος
ἀφεθήσεται.
35ἔσονται
δύο
ἀλήθουσαι
ἐπὶ
τὸ
αὐτό·
ἡ
μία
παραλημφθήσεται,
ἡ
δὲ
ἑτέρα
ἀφεθήσεται.
36
37καὶ
ἀποκριθέντες
λέγουσιν
αὐτῷ,
Ποῦ,
κύριε;
ὁ
δὲ
εἶπεν
αὐτοῖς,
̔Όπου
τὸ
σῶμα
ἐκεῖ
καὶ
οἱ
ἀετοὶ
ἐπισυναχθήσονται.