Luke 18:1-43
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἔλεγεν
δὲ
παραβολὴν
αὐτοῖς
πρὸς
τὸ
δεῖν
πάντοτε
προσεύχεσθαι
αὐτοὺς
καὶ
μὴ
ἐγκακεῖν.
2λέγων,
Κριτής
τις
ἦν
ἔν
τινι
πόλει,
τὸν
θεὸν
μὴ
φοβούμενος
καὶ
ἄνθρωπον
μὴ
ἐντρεπόμενος.
3χήρα
δὲ
ἦν
ἐν
τῇ
πόλει
ἐκείνῃ
καὶ
ἤρχετο
πρὸς
αὐτόν,
λέγουσα,
Ἐκδίκησόν
με
ἀπὸ
τοῦ
ἀντιδίκου
μου.
4καὶ
οὐκ
ἤθελεν
ἐπὶ
χρόνον,
μετὰ
ταῦτα
δὲ
εἶπεν
ἐν
ἑαυτῷ,
Εἰ
καὶ
τὸν
θεὸν
οὐ
φοβοῦμαι
οὐδὲ
ἄνθρωπον
ἐντρέπομαι,
5διά
γε
τὸ
παρέχειν
μοι
κόπον
τὴν
χήραν
ταύτην.
ἐκδικήσω
αὐτήν,
ἵνα
μὴ
εἰς
τέλος
ἐρχομένη
ὑπωπιάζῃ
με.
6εἶπεν
δὲ
ὁ
κύριος,
Ἀκούσατε
τί
ὁ
κριτὴς
τῆς
ἀδικίας
λέγει.
7ὁ
δὲ
θεὸς
οὐ
μὴ
ποιήσῃ
τὴν
ἐκδίκησιν
τῶν
ἐκλεκτῶν
αὐτοῦ
τῶν
βοώντων
αὐτῷ
ἡμέρας
καὶ
νυκτός;
καὶ
μακροθυμεῖ
ἐπ᾽
αὐτοῖς;
8λέγω
ὑμῖν,
ὅτι
ποιήσει
τὴν
ἐκδίκησιν
αὐτῶν
ἐν
τάχει.
πλὴν
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἐλθών,
ἆρα
εὑρήσει
τὴν
πίστιν
ἐπὶ
τῆς
γῆς;
9εἶπεν
δὲ
καὶ
πρός
τινας
τοὺς
πεποιθότας
ἐφ᾽
ἑαυτοῖς
ὅτι
εἰσὶν
δίκαιοι
καὶ
ἐξουθενοῦντας
τοὺς
λοιποὺς
τὴν
παραβολὴν
ταύτην·
10̓Άνθρωποι
δύο
ἀνέβησαν
εἰς
τὸ
ἱερὸν
προσεύξασθαι·
ὁ
εἷς
Φαρισαῖος
καὶ
ὁ
ἕτερος
τελώνης.
11ὁ
Φαρισαῖος
σταθεὶς
πρὸς
ἑαυτὸν
ταῦτα
προσηύχετο·
Ὁ
θεός,
εὐχαριστῶ
σοι,
ὅτι
οὐκ
εἰμὶ
ὥσπερ
οἱ
λοιποὶ
τῶν
ἀνθρώπων·
ἅρπαγες,
ἄδικοι,
μοιχοί·
ἢ
καὶ
ὡς
οὗτος
ὁ
τελώνης.
12νηστεύω
δὶς
τοῦ
σαββάτου,
ἀποδεκατεύω
πάντα
ὅσα
κτῶμαι.
13ὁ
δὲ
τελώνης
μακρόθεν
ἑστὼς
οὐκ
ἤθελεν
οὐδὲ
τοὺς
ὀφθαλμοὺς
ἐπᾶραι
εἰς
τὸν
οὐρανόν.
ἀλλ᾽
ἔτυπτε
τὸ
στῆθος
αὐτοῦ,
λέγων,
Ὁ
θεός,
ἱλάσθητί
μοι,
τῷ
ἁμαρτωλῷ.
14λέγω
ὑμῖν,
κατέβη
οὗτος
δεδικαιωμένος
εἰς
τὸν
οἶκον
αὐτοῦ
παρ᾽
ἐκεῖνον·
ὅτι
πᾶς
ὁ
ὑψῶν
ἑαυτὸν
ταπεινωθήσεται,
ὁ
δὲ
ταπεινῶν
ἑαυτὸν
ὑψωθήσεται.
15προσέφερον
δὲ
αὐτῷ
καὶ
τὰ
βρέφη
ἵνα
αὐτῶν
ἅπτηται,
ἰδόντες
δὲ
οἱ
μαθηταὶ
ἐπετίμων
αὐτοῖς.
16ὁ
δὲ
Ἰησοῦς
προσεκαλέσατο
αὐτὰ
λέγων,
̓Άφετε
τὰ
παιδία
ἔρχεσθαι
πρός
με.
καὶ
μὴ
κωλύετε
αὐτά·
τῶν
γὰρ
τοιούτων
ἐστὶν
ἡ
βασιλεία
τοῦ
θεοῦ.
17ἀμὴν
λέγω
ὑμῖν,
ὃς
ἂν
μὴ
δέξηται
τὴν
βασιλείαν
τοῦ
θεοῦ
ὡς
παιδίον
οὐ
μὴ
εἰσέλθῃ
εἰς
αὐτήν.
18καὶ
ἐπηρώτησέν
τις
αὐτὸν
ἄρχων
λέγων·
Διδάσκαλε
ἀγαθέ,
τί
ποιήσας
ζωὴν
αἰώνιον
κληρονομήσω;
19εἶπεν
δὲ
αὐτῷ
ὁ
Ἰησοῦς,
Τί
με
λέγεις
ἀγαθόν;
οὐδεὶς
ἀγαθὸς
εἰ
μὴ
εἷς
ὁ
θεός.
20τὰς
ἐντολὰς
οἶδας·
μὴ
μοιχεύσῃς.
μὴ
φονεύσῃς.
μὴ
κλέψῃς.
μὴ
ψευδομαρτυρήσῃς.
τίμα
τὸν
πατέρα
σου
καὶ
τὴν
μητέρα.
21ὁ
δὲ
εἶπεν,
Ταῦτα
πάντα
ἐφύλαξα
ἐκ
νεότητος.
22ἀκούσας
δέ,
ὁ
Ἰησοῦς
εἶπεν
αὐτῷ,
̓Έτι
ἕν
σοι
λείπει.
πάντα
ὅσα
ἔχεις
πώλησον
καὶ
διάδος
πτωχοῖς,
καὶ
ἕξεις
θησαυρὸν
ἐν
τοῖς
οὐρανοῖς.
καὶ
δεῦρο,
ἀκολούθει
μοι.
23ὁ
δὲ
ἀκούσας
ταῦτα,
περίλυπος
ἐγενήθη
ἦν
γὰρ
πλούσιος
σφόδρα.
24ἰδὼν
δέ,
αὐτὸν
ὁ
Ἰησοῦς
εἶπεν,
Πῶς
δυσκόλως
οἱ
τὰ
χρήματα
ἔχοντες
εἰς
τὴν
βασιλείαν
τοῦ
θεοῦ
εἰσπορεύονται·
25εὐκοπώτερον
γάρ
ἐστιν
κάμηλον
διὰ
τρήματος
βελόνης
εἰσελθεῖν
ἢ
πλούσιον
εἰς
τὴν
βασιλείαν
τοῦ
θεοῦ
εἰσελθεῖν.
26εἶπαν
δὲ
οἱ
ἀκούσαντες,
Καὶ
τίς
δύναται
σωθῆναι;
27ὁ
δὲ
εἶπεν,
Τὰ
ἀδύνατα
παρὰ
ἀνθρώποις
δυνατὰ
παρὰ
τῷ
θεῷ
ἐστίν.
28εἶπεν
δὲ
ὁ
Πέτρος,
Ἰδοὺ
ἡμεῖς
ἀφέντες
τὰ
ἴδια
ἠκολουθήσαμέν
σοι.
29ὁ
δὲ
εἶπεν
αὐτοῖς,
Ἀμὴν
λέγω
ὑμῖν
ὅτι
οὐδεὶς
ἔστιν
ὃς
ἀφῆκεν
οἰκίαν
ἢ
γυναῖκα
ἢ
ἀδελφοὺς
ἢ
γονεῖς
ἢ
τέκνα,
εἵνεκεν
τῆς
βασιλείας
τοῦ
θεοῦ,
30ὃς
οὐχὶ
μὴ
ἀπολάβῃ
πολλαπλασίονα
ἐν
τῷ
καιρῷ
τούτῳ,
καὶ
ἐν
τῷ
αἰῶνι
τῷ
ἐρχομένῳ
ζωὴν
αἰώνιον.
31παραλαβὼν
δὲ
τοὺς
δώδεκα,
εἶπεν
πρὸς
αὐτούς,
Ἰδού,
ἀναβαίνομεν
εἰς
Ἰερουσαλήμ,
καὶ
τελεσθήσεται
πάντα
τὰ
γεγραμμένα
διὰ
τῶν
προφητῶν
τῷ
υἱῷ
τοῦ
ἀνθρώπου.
32παραδοθήσεται
γὰρ
τοῖς
ἔθνεσιν,
καὶ
ἐμπαιχθήσεται,
καὶ
ὑβρισθήσεται,
καὶ
ἐμπτυσθήσεται.
33καὶ
μαστιγώσαντες
ἀποκτενοῦσιν
αὐτόν,
καὶ
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
ἀναστήσεται.
34καὶ
αὐτοὶ
οὐδὲν
τούτων
συνῆκαν.
καὶ
ἦν
τὸ
ῥῆμα
τοῦτο
κεκρυμμένον
ἀπ᾽
αὐτῶν,
καὶ
οὐκ
ἐγίνωσκον
τὰ
λεγόμενα.
35ἐγένετο
δὲ
ἐν
τῷ
ἐγγίζειν
αὐτὸν
εἰς
Ἰερειχώ,
τυφλός
τις
ἐκάθητο
παρὰ
τὴν
ὁδὸν
ἐπαιτῶν.
36ἀκούσας
δὲ
ὄχλου
διαπορευομένου,
ἐπυνθάνετο
τί
εἴη
τοῦτο.
37ἀπήγγειλαν
δὲ
αὐτῷ
ὅτι
Ἰησοῦς
ὁ
Ναζωραῖος
παρέρχεται.
38καὶ
ἐβόησεν
λέγων,
Ἰησοῦ,
υἱὲ
Δαυείδ,
ἐλέησόν
με.
39καὶ
οἱ
προάγοντες
ἐπετίμων
αὐτῷ
ἵνα
σιγήσῃ,
αὐτός.
δὲ
πολλῷ
μᾶλλον
ἔκραζεν,
Υἱὲ
Δαυείδ,
ἐλέησόν
με.
40σταθεὶς
δὲ
ὁ
Ἰησοῦς
ἐκέλευσεν
αὐτὸν
ἀχθῆναι
πρὸς
αὐτόν.
ἐγγίσαντος
δὲ
αὐτοῦ,
ἐπηρώτησεν
αὐτόν,
41Τί
σοι
θέλεις
ποιήσω;
ὁ
δὲ
εἶπεν,
Κύριε,
ἵνα
ἀναβλέψω.
42καὶ
ὁ
Ἰησοῦς
εἶπεν
αὐτῷ,
Ἀνάβλεψον·
ἡ
πίστις
σου
σέσωκέν
σε.
43καὶ
παραχρῆμα
ἀνέβλεψεν,
καὶ
ἠκολούθει
αὐτῷ,
δοξάζων
τὸν
θεόν.
καί,
πᾶς
ὁ
λαὸς
ἰδὼν
ἔδωκεν
αἶνον
τῷ
θεῷ.