Luke 20:1-47
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἐγένετο
ἐν
μιᾷ
τῶν
ἡμερῶν
διδάσκοντος
αὐτοῦ
τὸν
λαὸν
ἐν
τῷ
ἱερῷ
καὶ
εὐαγγελιζομένου,
ἐπέστησαν
οἱ
ἀρχιερεῖς,
καὶ
οἱ
γραμματεῖς,
σὺν
τοῖς
πρεσβυτέροις.
2καὶ
εἶπαν
λέγοντες
πρὸς
αὐτόν,
Εἰπὸν
ἡμῖν
ἐν
ποίᾳ
ἐξουσίᾳ
ταῦτα
ποιεῖς;
ἢ
τίς
ἐστιν
ὁ
δούς
σοι
τὴν
ἐξουσίαν
ταύτην;
3ἀποκριθεὶς
δὲ
εἶπεν
πρὸς
αὐτούς,
Ἐρωτήσω
ὑμᾶς
κἀγὼ
λόγον
καὶ
εἴπατέ
μοι,
4Τὸ
βάπτισμα
Ἰωάνου
ἐξ
οὐρανοῦ
ἦν,
ἢ
ἐξ
ἀνθρώπων;
5οἱ
δὲ
συνελογίσαντο
πρὸς
ἑαυτούς.
λέγοντες
ὅτι,
Ἐὰν
εἴπωμεν,
Ἐξ
οὐρανοῦ·
ἐρεῖ,
Διὰ
τί
οὐκ
ἐπιστεύσατε
αὐτῷ;
6ἐὰν
δὲ
εἴπωμεν,
Ἐξ
ἀνθρώπων·
ὁ
λαὸς
ἅπας
καταλιθάσει
ἡμᾶς,
πεπεισμένος
γάρ
ἐστιν
Ἰωάνην
προφήτην
εἶναι.
7καὶ
ἀπεκρίθησαν
μὴ
εἰδέναι
πόθεν.
8καὶ
ὁ
Ἰησοῦς
εἶπεν
αὐτοῖς,
Οὐδὲ
ἐγὼ
λέγω
ὑμῖν
ἐν
ποίᾳ
ἐξουσίᾳ
ταῦτα
ποιῶ.
9ἤρξατο
δὲ
πρὸς
τὸν
λαὸν
λέγειν
τὴν
παραβολὴν
ταύτην·
ἄνθρωπος
ἐφύτευσεν
ἀμπελῶνα,
καὶ
ἐξέδετο
αὐτὸν
γεωργοῖς,
καὶ
ἀπεδήμησεν
χρόνους
ἱκανούς.
10καὶ
καιρῷ,
ἀπέστειλεν
πρὸς
τοὺς
γεωργοὺς
δοῦλον
ἵνα
ἀπὸ
τοῦ
καρποῦ
τοῦ
ἀμπελῶνος
δώσουσιν
αὐτῷ.
οἱ
δὲ
γεωργοὶ
ἐξαπέστειλαν
αὐτόν,
δείραντες
κενόν.
11καὶ
προσέθετο
ἕτερον
πέμψαι
δοῦλον,
οἱ
δὲ
κἀκεῖνον
δείραντες,
καὶ
ἀτιμάσαντες,
ἐξαπέστειλαν
κενόν.
12καὶ
προσέθετο
τρίτον
πέμψαι,
οἱ
δὲ
καὶ
τοῦτον
τραυματίσαντες
ἐξέβαλον.
13εἶπεν
δὲ
ὁ
κύριος
τοῦ
ἀμπελῶνος,
Τί
ποιήσω;
πέμψω
τὸν
υἱόν
μου
τὸν
ἀγαπητόν·
ἴσως
τοῦτον
ἐντραπήσονται.
14ἰδόντες
δὲ
αὐτὸν
οἱ
γεωργοί,
διελογίζοντο
πρὸς
ἀλλήλους
λέγοντες,
Οὗτός
ἐστιν
ὁ
κληρονόμος.
ἀποκτείνωμεν
αὐτὸν
ἵνα
ἡμῶν
γένηται
ἡ
κληρονομία.
15καὶ
ἐκβαλόντες
αὐτὸν
ἔξω
τοῦ
ἀμπελῶνος
ἀπέκτειναν.
τί
οὖν
ποιήσει
αὐτοῖς
ὁ
κύριος
τοῦ
ἀμπελῶνος;
16ἐλεύσεται
καὶ
ἀπολέσει
τοὺς
γεωργοὺς
τούτους
καὶ
δώσει
τὸν
ἀμπελῶνα
ἄλλοις.
ἀκούσαντες
δὲ
εἶπαν,
Μὴ
γένοιτο.
17ὁ
δὲ
ἐμβλέψας
αὐτοῖς
εἶπεν,
Τί
οὖν
ἐστὶν
τὸ
γεγραμμένον
τοῦτο;
Λίθον
ὃν
ἀπεδοκίμασαν
οἱ
οἰκοδομοῦντες,
οὗτος
ἐγενήθη
εἰς
κεφαλὴν
γωνίας.
18πᾶς
ὁ
πεσὼν
ἐπ᾽
ἐκεῖνον
τὸν
λίθον
συνθλασθήσεται,
ἐφ᾽
ὃν
δ᾽
ἂν
πέσῃ,
λικμήσει
αὐτόν.
19καὶ
ἐζήτησαν
οἱ
γραμματεῖς
καὶ
οἱ
ἀρχιερεῖς
ἐπιβαλεῖν
ἐπ᾽
αὐτὸν
τὰς
χεῖρας
ἐν
αὐτῇ
τῇ
ὥρᾳ.
καὶ
ἐφοβήθησαν
τὸν
λαόν—
ἔγνωσαν
γὰρ
ὅτι
πρὸς
αὐτοὺς
εἶπεν
τὴν
παραβολὴν
ταύτην.
20καὶ
παρατηρήσαντες,
ἀπέστειλαν
ἐνκαθέτους
ὑποκρινομένους
ἑαυτοὺς
δικαίους
εἶναι·
ἵνα
ἐπιλάβωνται
αὐτοῦ
λόγου
ὥστε
παραδοῦναι
αὐτὸν
τῇ
ἀρχῇ
καὶ
τῇ
ἐξουσίᾳ
τοῦ
ἡγεμόνος.
21καὶ
ἐπηρώτησαν
αὐτὸν
λέγοντες,
Διδάσκαλε,
οἴδαμεν
ὅτι
ὀρθῶς
λέγεις
καὶ
διδάσκεις
καὶ
οὐ
λαμβάνεις
πρόσωπον·
ἀλλ᾽
ἐπ᾽
ἀληθείας
τὴν
ὁδὸν
τοῦ
θεοῦ
διδάσκεις.
22ἔξεστιν
ἡμᾶς
Καίσαρι
φόρον
δοῦναι
ἢ
οὔ;
23κατανοήσας
δὲ
αὐτῶν
τὴν
πανουργίαν
εἶπεν
πρὸς
αὐτούς,
24Δείξατέ
μοι
δηνάριον·
τίνος
ἔχει
εἰκόνα
καὶ
ἐπιγραφήν;
οἱ
δὲ
εἶπαν,
Καίσαρος.
25ὁ
δὲ
εἶπεν
πρὸς
αὐτούς,
Τοίνυν,
ἀπόδοτε
τὰ
Καίσαρος
Καίσαρι,
καὶ
τὰ
τοῦ
θεοῦ
τῷ
θεῷ.
26καὶ
οὐκ
ἴσχυσαν
ἐπιλαβέσθαι
αὐτοῦ
ῥήματος
ἐναντίον
τοῦ
λαοῦ.
καί,
θαυμάσαντες
ἐπὶ
τῇ
ἀποκρίσει
αὐτοῦ,
ἐσίγησαν.
27προσελθόντες
δέ
τινες
τῶν
Σαδδουκαίων—
οἱ
λέγοντες
ἀνάστασιν
μὴ
εἶναι.
28ἐπηρώτησαν
αὐτὸν
λέγοντες·
Διδάσκαλε,
Μωυσῆς
ἔγραψεν
ἡμῖν
ἐάν
τινος
ἀδελφὸς
ἀποθάνῃ
ἔχων
γυναῖκα
καὶ
οὗτος
ἄτεκνος
ᾖ,
ἵνα
λάβῃ
ὁ
ἀδελφὸς
αὐτοῦ
τὴν
γυναῖκα
καὶ
ἐξαναστήσῃ
σπέρμα
τῷ
ἀδελφῷ
αὐτοῦ.
29ἑπτὰ
οὖν
ἀδελφοὶ
ἦσαν.
καὶ
ὁ
πρῶτος
λαβὼν
γυναῖκα
ἀπέθανεν
ἄτεκνος·
30καὶ
ὁ
δεύτερος,
31καὶ
ὁ
τρίτος
ἔλαβεν
αὐτήν,
ὡσαύτως
δὲ
καὶ
οἱ
ἑπτὰ
οὐ
κατέλιπον
τέκνα
καὶ
ἀπέθανον.
32ὕστερον,
καὶ
ἡ
γυνὴ
ἀπέθανεν.
33ἡ
γυνὴ
οὖν
ἐν
τῇ
ἀναστάσει
τίνος
αὐτῶν
γίνεται
γυνή;
οἱ
γὰρ
ἑπτὰ
ἔσχον
αὐτὴν
γυναῖκα.
34καὶ
εἶπεν
αὐτοῖς
ὁ
Ἰησοῦς,
Οἱ
υἱοὶ
τοῦ
αἰῶνος
τούτου
γαμοῦσιν
καὶ
γαμίσκονται.
35οἱ
δὲ
καταξιωθέντες,
τοῦ
αἰῶνος
ἐκείνου,
τυχεῖν
καὶ
τῆς
ἀναστάσεως
τῆς
ἐκ
νεκρῶν
οὔτε
γαμοῦσιν
οὔτε
γαμίζονται.
36οὐδὲ
γὰρ
ἀποθανεῖν
ἔτι
δύνανται·
ἰσάγγελοι
γάρ
εἰσιν.
καὶ
υἱοί
εἰσιν
θεοῦ
τῆς
ἀναστάσεως
υἱοὶ
ὄντες.
37ὅτι
δέ,
ἐγείρονται
οἱ
νεκροί—
καὶ
Μωυσῆς
ἐμήνυσεν
ἐπὶ
τῆς
βάτου·
ὡς
λέγει
κύριον
τὸν
θεὸν
Ἀβραάμ,
καὶ
θεὸν
Ἰσαάκ,
καὶ
θεὸν
Ἰακώβ.
38θεὸς
δὲ
οὐκ
ἔστιν
νεκρῶν,
ἀλλὰ
ζώντων,
πάντες
γὰρ
αὐτῷ
ζῶσιν.
39ἀποκριθέντες
δέ
τινες
τῶν
γραμματέων
εἶπαν,
Διδάσκαλε,
καλῶς
εἶπας.
40οὐκέτι
γὰρ
ἐτόλμων
ἐπερωτᾶν
αὐτὸν
οὐδέν.
41εἶπεν
δὲ
πρὸς
αὐτούς,
Πῶς
λέγουσιν,
τὸν
Χριστὸν
εἶναι
Δαυεὶδ
υἱόν;
42αὐτὸς
γὰρ
Δαυεὶδ
λέγει
ἐν
βίβλῳ
Ψαλμῶν·
Εἶπεν
κύριος
τῷ
κυρίῳ
μου,
Κάθου
ἐκ
δεξιῶν
μου
43ἕως
ἂν
θῶ
τοὺς
ἐχθρούς
σου
ὑποπόδιον
τῶν
ποδῶν
σου.
44Δαυεὶδ
οὖν
αὐτόν
Κύριον,
καλεῖ,
καὶ
πῶς
αὐτοῦ
υἱός
ἐστιν;
45ἀκούοντος
δέ,
παντὸς
τοῦ
λαοῦ
εἶπεν
τοῖς
μαθηταῖς
αὐτοῦ,
46Προσέχετε
ἀπὸ
τῶν
γραμματέων·
τῶν
θελόντων
περιπατεῖν
ἐν
στολαῖς
καὶ
φιλούντων
ἀσπασμοὺς
ἐν
ταῖς
ἀγοραῖς·
καὶ
πρωτοκαθεδρίας
ἐν
ταῖς
συναγωγαῖς
καὶ
πρωτοκλισίας
ἐν
τοῖς
δείπνοις·
47οἳ
κατεσθίουσιν
τὰς
οἰκίας
τῶν
χηρῶν
καὶ
προφάσει
μακρὰ
προσεύχονται.
οὗτοι
λήμψονται
περισσότερον
κρίμα.