Luke 21:1-38
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἀναβλέψας
δέ,
εἶδεν
τοὺς
βάλλοντας
εἰς
τὸ
γαζοφυλάκιον
τὰ
δῶρα
αὐτῶν
πλουσίους.
2εἶδεν
δέ
τινα
χήραν
πενιχρὰν
βάλλουσαν
ἐκεῖ
λεπτὰ
δύο.
3καὶ
εἶπεν,
Ἀληθῶς
λέγω
ὑμῖν
ὅτι,
ἡ
χήρα
αὕτη
ἡ
πτωχὴ
πλεῖον
πάντων
ἔβαλεν.
4πάντες
γὰρ
οὗτοι
ἐκ
τοῦ
περισσεύοντος
αὐτοῖς
ἔβαλον
εἰς
τὰ
δῶρα,
αὕτη
δέ,
ἐκ
τοῦ
ὑστερήματος
αὐτῆς,
πάντα
τὸν
βίον
ὃν
εἶχεν
ἔβαλεν.
5καί
τινων
λεγόντων
περὶ
τοῦ
ἱεροῦ
ὅτι
λίθοις
καλοῖς
καὶ
ἀναθήμασιν
κεκόσμηται.
εἶπεν,
6Ταῦτα
ἃ
θεωρεῖτε
ἐλεύσονται
ἡμέραι·
ἐν
αἷς
οὐκ
ἀφεθήσεται
λίθος
ἐπὶ
λίθῳ
ὃς
οὐ
καταλυθήσεται.
7ἐπηρώτησαν
δὲ
αὐτὸν
λέγοντες,
Διδάσκαλε,
πότε
οὖν
ταῦτα
ἔσται;
καὶ
τί
τὸ
σημεῖον
ὅταν
μέλλῃ
ταῦτα
γίνεσθαι;
8ὁ
δὲ
εἶπεν,
Βλέπετε
μὴ
πλανηθῆτε,
πολλοὶ
γὰρ
ἐλεύσονται
ἐπὶ
τῷ
ὀνόματί
μου,
λέγοντες,
Ἐγώ
εἰμι,
καί,
Ὁ
καιρὸς
ἤγγικεν.
μὴ
πορευθῆτε
ὀπίσω
αὐτῶν.
9ὅταν
δὲ
ἀκούσητε
πολέμους
καὶ
ἀκαταστασίας,
μὴ
πτοηθῆτε.
δεῖ
γὰρ
ταῦτα
γενέσθαι
πρῶτον,
ἀλλ᾽
οὐκ
εὐθέως
τὸ
τέλος.
10τότε
ἔλεγεν
αὐτοῖς,
Ἐγερθήσεται
ἔθνος
ἐπ᾽
ἔθνος,
καὶ
βασιλεία
ἐπὶ
βασιλείαν·
11σεισμοί,
τε
μεγάλοι
καὶ
κατὰ
τόπους,
λιμοὶ
καὶ
λοιμοὶ
ἔσονται,
φόβηθρά
τε
καὶ
ἀπ᾽
οὐρανοῦ
σημεῖα
μεγάλα
ἔσται.
12πρὸ
δὲ
τούτων
πάντων,
ἐπιβαλοῦσιν
ἐφ᾽
ὑμᾶς
τὰς
χεῖρας
αὐτῶν
καὶ
διώξουσιν·
παραδιδόντες
εἰς
τὰς
συναγωγὰς
καὶ
φυλακάς,
ἀπαγομένους
ἐπὶ
βασιλεῖς
καὶ
ἡγεμόνας
ἕνεκεν
τοῦ
ὀνόματός
μου.
13ἀποβήσεται
ὑμῖν
εἰς
μαρτύριον.
14θέτε
οὖν
ἐν
ταῖς
καρδίαις
ὑμῶν
μὴ
προμελετᾶν
ἀπολογηθῆναι,
15ἐγὼ
γὰρ
δώσω
ὑμῖν
στόμα
καὶ
σοφίαν
ᾗ
οὐ
δυνήσονται
ἀντιστῆναι
ἢ
ἀντειπεῖν
ἅπαντες
οἱ
ἀντικείμενοι
ὑμῖν.
16παραδοθήσεσθε
δέ—
καὶ
ὑπὸ
γονέων,
καὶ
ἀδελφῶν,
καὶ
συγγενῶν,
καὶ
φίλων—
καὶ
θανατώσουσιν
ἐξ
ὑμῶν.
17καὶ
ἔσεσθε
μισούμενοι
ὑπὸ
πάντων
διὰ
τὸ
ὄνομά
μου.
18καὶ
θρὶξ
ἐκ
τῆς
κεφαλῆς
ὑμῶν
οὐ
μὴ
ἀπόληται.
19ἐν
τῇ
ὑπομονῇ
ὑμῶν,
κτήσεσθε
τὰς
ψυχὰς
ὑμῶν.
20ὅταν
δὲ
ἴδητε
κυκλουμένην
ὑπὸ
στρατοπέδων
Ἰερουσαλήμ,
τότε
γνῶτε
ὅτι
ἤγγικεν
ἡ
ἐρήμωσις
αὐτῆς.
21τότε
οἱ
ἐν
τῇ
Ἰουδαίᾳ
φευγέτωσαν
εἰς
τὰ
ὄρη.
καὶ
οἱ
ἐν
μέσῳ
αὐτῆς
ἐκχωρείτωσαν,
καὶ
οἱ
ἐν
ταῖς
χώραις
μὴ
εἰσερχέσθωσαν
εἰς
αὐτήν.
22ὅτι
ἡμέραι
ἐκδικήσεως
αὗταί
εἰσιν,
τοῦ
πλησθῆναι
πάντα
τὰ
γεγραμμένα.
23οὐαὶ
ταῖς
ἐν
γαστρὶ
ἐχούσαις
καὶ
ταῖς
θηλαζούσαις
ἐν
ἐκείναις
ταῖς
ἡμέραις.
ἔσται
γὰρ
ἀνάγκη
μεγάλη
ἐπὶ
τῆς
γῆς
καὶ
ὀργὴ
τῷ
λαῷ
τούτῳ.
24καὶ
πεσοῦνται
στόματι
μαχαίρης
καὶ
αἰχμαλωτισθήσονται
εἰς
τὰ
ἔθνη
πάντα.
καὶ
Ἰερουσαλὴμ
ἔσται
πατουμένη
ὑπὸ
ἐθνῶν
ἄχρι
οὗ
πληρωθῶσιν
καιροὶ
ἐθνῶν.
25καὶ
ἔσονται
σημεῖα
ἐν
ἡλίῳ,
καὶ
σελήνῃ,
καὶ
ἄστροις·
καὶ
ἐπὶ
τῆς
γῆς
συνοχὴ
ἐθνῶν,
ἐν
ἀπορίᾳ
ἤχους
θαλάσσης
καὶ
σάλου.
26ἀποψυχόντων
ἀνθρώπων
ἀπὸ
φόβου
καὶ
προσδοκίας
τῶν
ἐπερχομένων
τῇ
οἰκουμένῃ,
αἱ
γὰρ
δυνάμεις
τῶν
οὐρανῶν
σαλευθήσονται.
27καὶ
τότε
ὄψονται
τὸν
υἱὸν
τοῦ
ἀνθρώπου
ἐρχόμενον
ἐν
νεφέλῃ
μετὰ
δυνάμεως
καὶ
δόξης
πολλῆς.
28ἀρχομένων
δὲ
τούτων
γίνεσθαι,
ἀνακύψατε
καὶ
ἐπάρατε
τὰς
κεφαλὰς
ὑμῶν,
διότι
ἐγγίζει
ἡ
ἀπολύτρωσις
ὑμῶν.
29καὶ
εἶπεν
παραβολὴν
αὐτοῖς,
̓Ίδετε
τὴν
συκῆν,
καὶ
πάντα
τὰ
δένδρα.
30ὅταν
προβάλωσιν
ἤδη,
βλέποντες
ἀφ᾽
ἑαυτῶν
γινώσκετε
ὅτι
ἤδη
ἐγγὺς
τὸ
θέρος
ἐστίν·
31οὕτως
καὶ
ὑμεῖς,
ὅταν
ἴδητε
ταῦτα
γινόμενα,
γινώσκετε
ὅτι
ἐγγύς
ἐστιν
ἡ
βασιλεία
τοῦ
θεοῦ.
32ἀμὴν
λέγω
ὑμῖν
ὅτι,
οὐ
μὴ
παρέλθῃ
ἡ
γενεὰ
αὕτη
ἕως
ἂν
πάντα
γένηται.
33ὁ
οὐρανὸς
καὶ
ἡ
γῆ
παρελεύσονται,
οἱ
δὲ
λόγοι
μου
οὐ
μὴ
παρελεύσονται.
34προσέχετε
δὲ
ἑαυτοῖς·
μήποτε
βαρηθῶσιν
αἱ
καρδίαι
ὑμῶν
ἐν
κραιπάλῃ
καὶ
μέθῃ,
καὶ
μερίμναις
βιωτικαῖς·
καὶ
ἐπιστῇ
ἐφ᾽
ὑμᾶς
αἰφνίδιος
ἡ
ἡμέρα
ἐκείνη,
35ὡς
παγίς.
ἐπεισελεύσεται
γὰρ
ἐπὶ
πάντας
τοὺς
καθημένους
ἐπὶ
πρόσωπον
πάσης
τῆς
γῆς.
36ἀγρυπνεῖτε
δὲ
ἐν
παντὶ
καιρῷ·
δεόμενοι
ἵνα
κατισχύσητε
ἐκφυγεῖν
ταῦτα
πάντα
τὰ
μέλλοντα
γίνεσθαι
καὶ
σταθῆναι
ἔμπροσθεν
τοῦ
υἱοῦ
τοῦ
ἀνθρώπου.
37ἦν
δὲ
τὰς
ἡμέρας
ἐν
τῷ
ἱερῷ
διδάσκων,
τὰς
δὲ
νύκτας
ἐξερχόμενος
ηὐλίζετο
εἰς
τὸ
̓Όρος
τὸ
καλούμενον
Ἐλαιῶν.
38καὶ
πᾶς
ὁ
λαὸς
ὤρθριζεν
πρὸς
αὐτὸν
ἐν
τῷ
ἱερῷ
ἀκούειν
αὐτοῦ.