Luke 22:1-71
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἤγγιζεν
δέ,
ἡ
ἑορτὴ
τῶν
ἀζύμων,
ἡ
λεγομένη
πάσχα.
2καὶ
ἐζήτουν
οἱ
ἀρχιερεῖς
καὶ
οἱ
γραμματεῖς
τὸ
πῶς
ἀνέλωσιν
αὐτόν,
ἐφοβοῦντο
γὰρ
τὸν
λαόν.
3εἰσῆλθεν
δὲ
Σατανᾶς
εἰς
Ἰούδαν
τὸν
καλούμενον
Ἰσκαριώτην,
ὄντα
ἐκ
τοῦ
ἀριθμοῦ
τῶν
δώδεκα,
4καὶ
ἀπελθὼν
συνελάλησεν
τοῖς
ἀρχιερεῦσιν
καὶ
στρατηγοῖς
τὸ
πῶς
αὐτοῖς
παραδῷ
αὐτόν.
5καὶ
ἐχάρησαν,
καὶ
συνέθεντο
αὐτῷ
ἀργύριον
δοῦναι.
6καὶ
ἐξωμολόγησεν,
καὶ
ἐζήτει
εὐκαιρίαν
τοῦ
παραδοῦναι
αὐτὸν
ἄτερ
ὄχλου
αὐτοῖς.
7ἦλθεν
δὲ
ἡ
ἡμέρα
τῶν
ἀζύμων,
ᾗ
ἔδει
θύεσθαι
τὸ
πάσχα.
8καὶ
ἀπέστειλεν
Πέτρον
καὶ
Ἰωάνην
εἰπών,
Πορευθέντες
ἑτοιμάσατε
ἡμῖν
τὸ
πάσχα,
ἵνα
φάγωμεν.
9οἱ
δὲ
εἶπαν
αὐτῷ,
Ποῦ
θέλεις
ἑτοιμάσωμεν;
10ὁ
δὲ
εἶπεν
αὐτοῖς,
Ἰδοὺ
εἰσελθόντων
ὑμῶν
εἰς
τὴν
πόλιν
συναντήσει
ὑμῖν
ἄνθρωπος
κεράμιον
ὕδατος
βαστάζων.
ἀκολουθήσατε
αὐτῷ.
εἰς
τὴν
οἰκίαν
εἰς
ἣν
εἰσπορεύεται,
11καὶ
ἐρεῖτε
τῷ
οἰκοδεσπότῃ
τῆς
οἰκίας,
Λέγει
σοι
ὁ
διδάσκαλος·
Ποῦ
ἐστὶν
τὸ
κατάλυμα
ὅπου
τὸ
πάσχα
μετὰ
τῶν
μαθητῶν
μου
φάγω;
12κἀκεῖνος
ὑμῖν
δείξει
ἀνάγαιον
μέγα
ἐστρωμένον·
ἐκεῖ
ἑτοιμάσατε.
13ἀπελθόντες
δὲ
εὗρον
καθὼς
εἰρήκει
αὐτοῖς,
καὶ
ἡτοίμασαν
τὸ
πάσχα.
14καὶ
ὅτε
ἐγένετο
ἡ
ὥρα,
ἀνέπεσεν
καὶ
οἱ
ἀπόστολοι
σὺν
αὐτῷ.
15καὶ
εἶπεν
πρὸς
αὐτούς,
Ἐπιθυμίᾳ
ἐπεθύμησα
τοῦτο
τὸ
πάσχα
φαγεῖν
μεθ᾽
ὑμῶν
πρὸ
τοῦ
με
παθεῖν·
16λέγω
γὰρ
ὑμῖν
ὅτι
οὐ
μὴ
φάγω
αὐτὸ
ἕως
ὅτου
πληρωθῇ
ἐν
τῇ
βασιλείᾳ
τοῦ
θεοῦ.
17καὶ
δεξάμενος
ποτήριον
εὐχαριστήσας,
εἶπεν,
Λάβετε
τοῦτο
καὶ
διαμερίσατε
εἰς
ἑαυτούς.
18λέγω
γὰρ
ὑμῖν
οὐ
μὴ
πίω
ἀπὸ
τοῦ
νῦν
ἀπὸ
τοῦ
γενήματος
τῆς
ἀμπέλου
ἕως
οὗ
ἡ
βασιλεία
τοῦ
θεοῦ
ἔλθῃ.
19καὶ
λαβὼν
ἄρτον
εὐχαριστήσας,
ἔκλασεν
καὶ
ἔδωκεν
αὐτοῖς,
λέγων,
Τοῦτό
ἐστιν
τὸ
σῶμά
μου,
τὸ
ὑπὲρ
ὑμῶν
διδόμενον·
τοῦτο
ποιεῖτε
εἰς
τὴν
ἐμὴν
ἀνάμνησιν.
20καὶ
τὸ
ποτήριον
ὡσαύτως
μετὰ
τὸ
δειπνῆσαι
λέγων,
Τοῦτο
τὸ
ποτήριον
ἡ
καινὴ
διαθήκη—
ἐν
τῷ
αἵματί
μου,
τὸ
ὑπὲρ
ὑμῶν
ἐκχυννόμενον.
21πλὴν
ἰδοὺ
ἡ
χεὶρ
τοῦ
παραδιδόντος
με,
μετ᾽
ἐμοῦ
ἐπὶ
τῆς
τραπέζης.
22ὅτι
ὁ
υἱὸς
μὲν
τοῦ
ἀνθρώπου
κατὰ
τὸ
ὡρισμένον
πορεύεται·
πλὴν
οὐαὶ
τῷ
ἀνθρώπῳ
ἐκείνῳ
δι᾽
οὗ
παραδίδοται.
23καὶ
αὐτοὶ
ἤρξαντο
συζητεῖν
πρὸς
ἑαυτοὺς
τὸ
τίς
ἄρα
εἴη
ἐξ
αὐτῶν
ὁ
τοῦτο
μέλλων
πράσσειν.
24ἐγένετο
δὲ
καὶ
φιλονεικία
ἐν
αὐτοῖς
τὸ
τίς
αὐτῶν
δοκεῖ
εἶναι
μείζων.
25ὁ
δὲ
εἶπεν
αὐτοῖς,
Οἱ
βασιλεῖς
τῶν
ἐθνῶν
κυριεύουσιν
αὐτῶν
καὶ
οἱ
ἐξουσιάζοντες
αὐτῶν,
εὐεργέται
καλοῦνται.
26ὑμεῖς
δὲ
οὐχ
οὕτως·
ἀλλ᾽
ὁ
μείζων
ἐν
ὑμῖν
γινέσθω
ὡς
ὁ
νεώτερος,
καὶ
ὁ
ἡγούμενος
ὡς
ὁ
διακονῶν.
27τίς
γὰρ
μείζων,
ὁ
ἀνακείμενος
ἢ
ὁ
διακονῶν;
οὐχὶ
ὁ
ἀνακείμενος;
ἐγὼ
δὲ
ἐν
μέσῳ
ὑμῶν
εἰμὶ
ὡς
ὁ
διακονῶν.
28ὑμεῖς
δέ
ἐστε
οἱ
διαμεμενηκότες
μετ᾽
ἐμοῦ
ἐν
τοῖς
πειρασμοῖς
μου.
29κἀγὼ
διατίθεμαι
ὑμῖν,
καθὼς
διέθετό
μοι
ὁ
πατήρ
μου
βασιλείαν
30ἵνα
ἔσθητε
καὶ
πίνητε
ἐπὶ
τῆς
τραπέζης
μου
ἐν
τῇ
βασιλείᾳ
μου.
καὶ
καθήσεσθε
ἐπὶ
θρόνων,
τὰς
δώδεκα
φυλὰς
κρίνοντες
τοῦ
Ἰσραήλ.
31Σίμων,
Σίμων,
ἰδοὺ
ὁ
Σατανᾶς
ἐξῃτήσατο
ὑμᾶς
τοῦ
σινιάσαι
ὡς
τὸν
σῖτον.
32ἐγὼ
δὲ
ἐδεήθην
περὶ
σοῦ,
ἵνα
μὴ
ἐκλίπῃ
ἡ
πίστις
σου.
καὶ
σύ
ποτε
ἐπιστρέψας,
στήρισον
τοὺς
ἀδελφούς
σου.
33ὁ
δὲ
εἶπεν
αὐτῷ,
Κύριε,
μετὰ
σοῦ
ἕτοιμός
εἰμι
καὶ
εἰς
φυλακήν,
καὶ
εἰς
θάνατον
πορεύεσθαι.
34ὁ
δὲ
εἶπεν,
Λέγω
σοι
Πέτρε,
οὐ
φωνήσει
σήμερον
ἀλέκτωρ
πρὶν
ἢ
τρίς
με
ἀπαρνήσῃ
εἰδέναι.
35καὶ
εἶπεν
αὐτοῖς,
̔Ότε
ἀπέστειλα
ὑμᾶς
ἄτερ
βαλλαντίου,
καὶ
πήρας,
καὶ
ὑποδημάτων,
μή
τινος
ὑστερήσατε;
οἱ
δὲ
εἶπαν,
Οὐθενός.
36εἶπεν
δὲ
αὐτοῖς,
Ἀλλὰ
νῦν,
ὁ
ἔχων
βαλλάντιον
ἀράτω
ὁμοίως
καὶ
πήραν·
καὶ
ὁ
μὴ
ἔχων,
πωλησάτω
τὸ
ἱμάτιον
αὐτοῦ,
καὶ
ἀγορασάτω
μάχαιραν.
37λέγω
γὰρ
ὑμῖν
ὅτι
τοῦτο
τὸ
γεγραμμένον
δεῖ
τελεσθῆναι
ἐν
ἐμοί,
τό·
Καὶ
μετὰ
ἀνόμων
ἐλογίσθη.
καὶ
γὰρ
τὸ
περὶ
ἐμοῦ
τέλος
ἔχει.
38οἱ
δὲ
εἶπαν,
Κύριε,
ἰδοὺ
μάχαιραι
ὧδε
δύο.
ὁ
δὲ
εἶπεν
αὐτοῖς,
Ἱκανόν
ἐστιν.
39καί,
ἐξελθὼν
ἐπορεύθη
κατὰ
τὸ
ἔθος
εἰς
τὸ
̓Όρος
τῶν
Ἐλαιῶν·
ἠκολούθησαν
δὲ
αὐτῷ
καὶ
οἱ
μαθηταί.
40γενόμενος
δὲ
ἐπὶ
τοῦ
τόπου
εἶπεν
αὐτοῖς,
Προσεύχεσθε
μὴ
εἰσελθεῖν
εἰς
πειρασμόν.
41καὶ
αὐτὸς
ἀπεσπάσθη
ἀπ᾽
αὐτῶν,
ὡσεὶ
λίθου
βολήν,
καὶ
θεὶς
τὰ
γόνατα
προσηύχετο,
42λέγων,
Πάτερ,
εἰ
βούλει,
παρένεγκε
τοῦτο
τὸ
ποτήριον
ἀπ᾽
ἐμοῦ·
πλὴν
μὴ
τὸ
θέλημά
μου,
ἀλλὰ
τὸ
σὸν
γινέσθω.
43ὤφθη
δὲ
αὐτῷ
ἄγγελος
ἀπὸ
τοῦ
οὐρανοῦ
ἐνισχύων
αὐτόν.
44καὶ
γενόμενος
ἐν
ἀγωνίᾳ
ἐκτενέστερον
προσηύχετο,
καὶ
ἐγένετο
ὁ
ἱδρὼς
αὐτοῦ
ὡσεὶ
θρόμβοι
αἵματος
καταβαίνοντες
ἐπὶ
τὴν
γῆν.
45καὶ
ἀναστὰς
ἀπὸ
τῆς
προσευχῆς
ἐλθὼν
πρὸς
τοὺς
μαθητάς,
εὗρεν
κοιμωμένους
αὐτούς,
ἀπὸ
τῆς
λύπης.
46καὶ
εἶπεν
αὐτοῖς,
Τί
καθεύδετε;
ἀναστάντες
προσεύχεσθε
ἵνα
μὴ
εἰσέλθητε
εἰς
πειρασμόν.
47ἔτι
αὐτοῦ
λαλοῦντος,
ἰδοὺ
ὄχλος,
καὶ
ὁ
λεγόμενος
Ἰούδας,
εἷς
τῶν
δώδεκα
προήρχετο
αὐτούς.
καὶ
ἤγγισεν
τῷ
Ἰησοῦ
φιλῆσαι
αὐτόν.
48Ἰησοῦς
δὲ
εἶπεν
αὐτῷ,
Ἰούδα,
φιλήματι
τὸν
υἱὸν
τοῦ
ἀνθρώπου
παραδίδως;
49ἰδόντες
δὲ
οἱ
περὶ
αὐτὸν
τὸ
ἐσόμενον
εἶπαν,
Κύριε,
εἰ
πατάξομεν
ἐν
μαχαίρῃ;
50καὶ
ἐπάταξεν
εἷς
τις
ἐξ
αὐτῶν
τοῦ
ἀρχιερέως
τὸν
δοῦλον,
καὶ
ἀφεῖλεν
τὸ
οὖς
αὐτοῦ
τὸ
δεξιόν.
51ἀποκριθεὶς
δὲ
ὁ
Ἰησοῦς
εἶπεν,
Ἐᾶτε
ἕως
τούτου·
καὶ
ἁψάμενος
τοῦ
ὠτίου
ἰάσατο
αὐτόν.
52εἶπεν
δὲ
Ἰησοῦς
πρὸς
τοὺς
παραγενομένους
ἐπ᾽
αὐτὸν
ἀρχιερεῖς
καὶ
στρατηγοὺς
τοῦ
ἱεροῦ
καὶ
πρεσβυτέρους,
Ὡς
ἐπὶ
λῃστὴν
ἐξήλθατε
μετὰ
μαχαιρῶν
καὶ
ξύλων;
53καθ᾽
ἡμέραν
ὄντος
μου
μεθ᾽
ὑμῶν
ἐν
τῷ
ἱερῷ.
οὐκ
ἐξετείνατε
τὰς
χεῖρας
ἐπ᾽
ἐμέ;
ἀλλ᾽
αὕτη
ἐστὶν
ὑμῶν,
ἡ
ὥρα
καὶ
ἡ
ἐξουσία
τοῦ
σκότους.
54συλλαβόντες
δὲ
αὐτὸν
ἤγαγον
καὶ
εἰσήγαγον
εἰς
τὴν
οἰκίαν
τοῦ
ἀρχιερέως,
ὁ
δὲ
Πέτρος
ἠκολούθει
μακρόθεν.
55περιαψάντων
δὲ
πῦρ
ἐν
μέσῳ
τῆς
αὐλῆς
καὶ
συνκαθισάντων,
ἐκάθητο
ὁ
Πέτρος
μέσος
αὐτῶν.
56ἰδοῦσα
δὲ
αὐτὸν
παιδίσκη
τις
καθήμενον
πρὸς
τὸ
φῶς
καὶ
ἀτενίσασα
αὐτῷ.
εἶπεν,
Καὶ
οὗτος
σὺν
αὐτῷ
ἦν.
57ὁ
δὲ
ἠρνήσατο
λέγων,
Οὐκ
οἶδα
αὐτόν,
γύναι.
58καὶ
μετὰ
βραχὺ
ἕτερος
ἰδὼν
αὐτὸν
ἔφη,
Καὶ
σὺ
ἐξ
αὐτῶν
εἶ.
ὁ
δὲ
Πέτρος
ἔφη,
̓Άνθρωπε,
οὐκ
εἰμί.
59καὶ
διαστάσης
ὡσεὶ
ὥρας
μιᾶς
ἄλλος
τις
διισχυρίζετο
λέγων,
Ἐπ᾽
ἀληθείας
καὶ
οὗτος
μετ᾽
αὐτοῦ
ἦν,
καὶ
γάρ,
Γαλιλαῖός
ἐστιν.
60εἶπεν
δὲ
ὁ
Πέτρος,
̓Άνθρωπε,
οὐκ
οἶδα
ὃ
λέγεις.
καὶ
παραχρῆμα,
ἔτι
λαλοῦντος
αὐτοῦ,
ἐφώνησεν
ἀλέκτωρ.
61καὶ
στραφεὶς
ὁ
κύριος
ἐνέβλεψεν
τῷ
Πέτρῳ.
καὶ
ὑπεμνήσθη
ὁ
Πέτρος
τοῦ
ῥήματος
τοῦ
κυρίου
ὡς
εἶπεν
αὐτῷ
ὅτι,
Πρὶν
ἀλέκτορα
φωνῆσαι
σήμερον,
ἀπαρνήσῃ
με
τρίς.
62καὶ
ἐξελθὼν
ἔξω,
ἔκλαυσεν
πικρῶς.
63καὶ
οἱ
ἄνδρες
οἱ
συνέχοντες
αὐτὸν
ἐνέπαιζον
αὐτῷ
δέροντες.
64καὶ
περικαλύψαντες
αὐτὸν
ἐπηρώτων
λέγοντες,
Προφήτευσον·
τίς
ἐστιν
ὁ
παίσας
σε;
65καὶ
ἕτερα
πολλὰ
βλασφημοῦντες
ἔλεγον
εἰς
αὐτόν.
66καὶ
ὡς
ἐγένετο
ἡμέρα
συνήχθη
τὸ
πρεσβυτέριον
τοῦ
λαοῦ,
ἀρχιερεῖς
τε
καὶ
γραμματεῖς.
καὶ
ἀπήγαγον
αὐτὸν
εἰς
τὸ
συνέδριον
αὐτῶν,
67λέγοντες,
Εἰ
σὺ
εἶ
ὁ
Χριστός;
εἰπὸν
ἡμῖν.
εἶπεν
δὲ
αὐτοῖς,
Ἐὰν
ὑμῖν
εἴπω,
οὐ
μὴ
πιστεύσητε·
68ἐὰν
δὲ
ἐρωτήσω,
οὐ
μὴ
ἀποκριθῆτε.
69ἀπὸ
τοῦ
νῦν
δὲ
ἔσται
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
καθήμενος
ἐκ
δεξιῶν
τῆς
δυνάμεως
τοῦ
θεοῦ.
70εἶπαν
δὲ
πάντες,
Σὺ
οὖν
εἶ
ὁ
υἱὸς
τοῦ
θεοῦ;
ὁ
δὲ
πρὸς
αὐτοὺς
ἔφη,
Ὑμεῖς
λέγετε
ὅτι
ἐγώ
εἰμι.
71οἱ
δὲ
εἶπαν,
Τί
ἔτι
ἔχομεν
μαρτυρίας
χρείαν;
αὐτοὶ
γὰρ
ἠκούσαμεν
ἀπὸ
τοῦ
στόματος
αὐτοῦ.