Luke 23:1-56
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἀναστὰν
ἅπαν
τὸ
πλῆθος
αὐτῶν
ἤγαγον
αὐτὸν
ἐπὶ
τὸν
Πειλᾶτον.
2ἤρξαντο
δὲ
κατηγορεῖν
αὐτοῦ
λέγοντες·
Τοῦτον
εὕραμεν
διαστρέφοντα
τὸ
ἔθνος
ἡμῶν
καὶ
κωλύοντα
φόρους
Καίσαρι
διδόναι
καὶ
λέγοντα
ἑαυτὸν
Χριστόν,
βασιλέα
εἶναι.
3ὁ
δὲ
Πειλᾶτος
ἠρώτησεν
αὐτὸν
λέγων,
Σὺ
εἶ
ὁ
βασιλεὺς
τῶν
Ἰουδαίων;
ὁ
δὲ
ἀποκριθεὶς
αὐτῷ
ἔφη,
Σὺ
λέγεις.
4ὁ
δὲ
Πειλᾶτος
εἶπεν
πρὸς
τοὺς
ἀρχιερεῖς
καὶ
τοὺς
ὄχλους,
Οὐδὲν
εὑρίσκω
αἴτιον
ἐν
τῷ
ἀνθρώπῳ
τούτῳ.
5οἱ
δὲ
ἐπίσχυον.
λέγοντες
ὅτι,
Ἀνασείει
τὸν
λαὸν
διδάσκων
καθ᾽
ὅλης
τῆς
Ἰουδαίας,
καὶ
ἀρξάμενος
ἀπὸ
τῆς
Γαλιλαίας
ἕως
ὧδε.
6Πειλᾶτος
δὲ
ἀκούσας
ἐπηρώτησεν,
Εἰ
ὁ
ἄνθρωπος
Γαλιλαῖός
ἐστιν;
7καὶ
ἐπιγνοὺς
ὅτι
ἐκ
τῆς
ἐξουσίας
Ἡρῴδου
ἐστίν,
ἀνέπεμψεν
αὐτὸν
πρὸς
Ἡρῴδην,
ὄντα
καὶ
αὐτὸν
ἐν
Ἱεροσολύμοις
ἐν
ταύταις
ταῖς
ἡμέραις.
8ὁ
δὲ
Ἡρῴδης
ἰδὼν
τὸν
Ἰησοῦν
ἐχάρη
λίαν,
ἦν
γὰρ
ἐξ
ἱκανῶν
χρόνων
θέλων
ἰδεῖν
αὐτὸν
διὰ
τὸ
ἀκούειν
περὶ
αὐτοῦ
καὶ
ἤλπιζέν
τι
σημεῖον
ἰδεῖν
ὑπ᾽
αὐτοῦ
γινόμενον.
9ἐπηρώτα
δὲ
αὐτὸν
ἐν
λόγοις
ἱκανοῖς,
αὐτὸς
δὲ
οὐδὲν
ἀπεκρίνατο
αὐτῷ.
10εἱστήκεισαν
δὲ
οἱ
ἀρχιερεῖς
καὶ
οἱ
γραμματεῖς
εὐτόνως
κατηγοροῦντες
αὐτοῦ.
11ἐξουθενήσας
δὲ
αὐτὸν
καὶ
ὁ
Ἡρῴδης
σὺν
τοῖς
στρατεύμασιν
αὐτοῦ
καὶ
ἐμπαίξας·
περιβαλὼν
ἐσθῆτα
λαμπρὰν
ἀνέπεμψεν
αὐτὸν
τῷ
Πειλάτῳ.
12(ἐγένοντο
δὲ
φίλοι
ὅ
τε
Ἡρῴδης
καὶ
ὁ
Πειλᾶτος,
ἐν
αὐτῇ
τῇ
ἡμέρᾳ
μετ᾽
ἀλλήλων,
προϋπῆρχον
γὰρ
ἐν
ἔχθρᾳ
ὄντες
πρὸς
αὐτούς.)
13Πειλᾶτος
δὲ
συνκαλεσάμενος
τοὺς
ἀρχιερεῖς
καὶ
τοὺς
ἄρχοντας,
καὶ
τὸν
λαόν,
14εἶπεν
πρὸς
αὐτούς·
Προσηνέγκατέ
μοι
τὸν
ἄνθρωπον
τοῦτον,
ὡς
ἀποστρέφοντα
τὸν
λαόν,
καὶ
ἰδοὺ
ἐγὼ
ἐνώπιον
ὑμῶν
ἀνακρίνας
οὐθὲν
εὗρον
ἐν
τῷ
ἀνθρώπῳ
τούτῳ
αἴτιον
ὧν
κατηγορεῖτε
κατ᾽
αὐτοῦ.
15ἀλλ᾽
οὐδὲ
Ἡρῴδης,
ἀνέπεμψεν
γὰρ
αὐτὸν
πρὸς
ἡμᾶς·
καὶ
ἰδοὺ
οὐδὲν
ἄξιον
θανάτου
ἐστὶν
πεπραγμένον
αὐτῷ.
16παιδεύσας,
οὖν
αὐτὸν
ἀπολύσω.
17
18ἀνέκραγον
δέ,
πανπληθεὶ
λέγοντες,
Αἶρε
τοῦτον,
ἀπόλυσον
δὲ
ἡμῖν
τὸν
Βαραββᾶν·
19(ὅστις
ἦν
διὰ
στάσιν
τινὰ
γενομένην
ἐν
τῇ
πόλει,
καὶ
φόνον,
βληθεὶς
ἐν
τῇ
φυλακῇ.)
20πάλιν
δὲ
ὁ
Πειλᾶτος
προσεφώνησεν
αὐτοῖς,
θέλων
ἀπολῦσαι
τὸν
Ἰησοῦν.
21οἱ
δὲ
ἐπεφώνουν
λέγοντες,
Σταύρου·
σταύρου
αὐτόν.
22ὁ
δὲ
τρίτον
εἶπεν
πρὸς
αὐτούς,
Τί
γὰρ
κακὸν
ἐποίησεν
οὗτος;
οὐδὲν
αἴτιον
θανάτου
εὗρον
ἐν
αὐτῷ·
παιδεύσας
οὖν,
αὐτὸν
ἀπολύσω.
23οἱ
δὲ
ἐπέκειντο
φωναῖς
μεγάλαις,
αἰτούμενοι
αὐτὸν
σταυρωθῆναι,
καὶ
κατίσχυον
αἱ
φωναὶ
αὐτῶν.
24καὶ
Πειλᾶτος
ἐπέκρινεν
γενέσθαι
τὸ
αἴτημα
αὐτῶν.
25ἀπέλυσεν
δὲ
τὸν
διὰ
στάσιν
καὶ
φόνον
βεβλημένον
εἰς
φυλακήν,
ὃν
ᾐτοῦντο·
τὸν
δὲ
Ἰησοῦν
παρέδωκεν
τῷ
θελήματι
αὐτῶν.
26καὶ
ὡς
ἀπήγαγον
αὐτόν,
ἐπιλαβόμενοι
Σίμωνά
τινα,
Κυρηναῖον,
ἐρχόμενον
ἀπ᾽
ἀγροῦ.
ἐπέθηκαν
αὐτῷ
τὸν
σταυρὸν
φέρειν
ὄπισθεν
τοῦ
Ἰησοῦ.
27ἠκολούθει
δὲ
αὐτῷ
πολὺ
πλῆθος
τοῦ
λαοῦ,
καὶ
γυναικῶν
αἳ
ἐκόπτοντο
καὶ
ἐθρήνουν
αὐτόν.
28στραφεὶς
δὲ
πρὸς
αὐτὰς
Ἰησοῦς
εἶπεν,
Θυγατέρες
Ἰερουσαλήμ,
μὴ
κλαίετε
ἐπ᾽
ἐμέ,
πλὴν
ἐφ᾽
ἑαυτὰς
κλαίετε
καὶ
ἐπὶ
τὰ
τέκνα
ὑμῶν.
29ὅτι
ἰδοὺ
ἔρχονται
ἡμέραι
ἐν
αἷς
ἐροῦσιν,
Μακάριαι
αἱ
στεῖραι
καὶ
αἱ
κοιλίαι
αἳ
οὐκ
ἐγέννησαν
καὶ
μαστοὶ
οἳ
οὐκ
ἔθρεψαν.
30τότε
ἄρξονται
λέγειν
τοῖς
ὄρεσιν,
Πέσετε
ἐφ᾽
ἡμᾶς,
καὶ
τοῖς
βουνοῖς,
Καλύψατε
ἡμᾶς.
31ὅτι
εἰ
ἐν
τῷ
ὑγρῷ
ξύλῳ
ταῦτα
ποιοῦσιν,
ἐν
τῷ
ξηρῷ
τί
γένηται;
32ἤγοντο
δέ,
καὶ
ἕτεροι
κακοῦργοι
δύο
σὺν
αὐτῷ
ἀναιρεθῆναι.
33καὶ
ὅτε
ἦλθαν
ἐπὶ
τὸν
τόπον
τὸν
καλούμενον
Κρανίον,
ἐκεῖ
ἐσταύρωσαν
αὐτόν·
καὶ
τοὺς
κακούργους—
ὃν
μὲν
ἐκ
δεξιῶν
ὃν
δὲ
ἐξ
ἀριστερῶν.
34ὁ
δὲ
Ἰησοῦς
ἔλεγεν,
Πάτερ,
ἄφες
αὐτοῖς,
οὐ
γὰρ
οἴδασιν
τί
ποιοῦσιν.
διαμεριζόμενοι
δὲ
τὰ
ἱμάτια
αὐτοῦ
ἔβαλον
κλῆρον.
35καὶ
εἱστήκει
ὁ
λαὸς
θεωρῶν
ἐξεμυκτήριζον
δὲ
καὶ
οἱ
ἄρχοντες
λέγοντες·
̓Άλλους
ἔσωσεν,
σωσάτω
ἑαυτόν,
εἰ
οὗτός
ἐστιν
ὁ
Χριστὸς
τοῦ
θεοῦ,
ὁ
ἐκλεκτός.
36ἐνέπαιξαν
δὲ
αὐτῷ,
καί,
οἱ
στρατιῶται
προσερχόμενοι,
ὄξος
προσφέροντες
αὐτῷ.
37καὶ
λέγοντες,
Εἰ
σὺ
εἶ
ὁ
βασιλεὺς
τῶν
Ἰουδαίων,
σῶσον
σεαυτόν.
38ἦν
δὲ
καὶ
ἐπιγραφὴ
ἐπ᾽
αὐτῷ·
Ὁ
βασιλεὺς
τῶν
Ἰουδαίων
οὗτος.
39εἷς
δὲ
τῶν
κρεμασθέντων
κακούργων
ἐβλασφήμει
αὐτὸν
λέγων,
Οὐχὶ
σὺ
εἶ
ὁ
Χριστός;
σῶσον
σεαυτόν—
καὶ
ἡμᾶς.
40ἀποκριθεὶς
δὲ
ὁ
ἕτερος
ἐπιτιμῶν
αὐτῷ
ἔφη,
Οὐδὲ
φοβῇ
σὺ
τὸν
θεόν,
ὅτι
ἐν
τῷ
αὐτῷ
κρίματι
εἶ;
41καὶ
ἡμεῖς
μὲν
δικαίως
ἄξια
γὰρ
ὧν
ἐπράξαμεν
ἀπολαμβάνομεν,
οὗτος
δὲ
οὐδὲν
ἄτοπον
ἔπραξεν.
42καὶ
ἔλεγεν,
Ἰησοῦ,
μνήσθητί
μου
ὅταν
ἔλθῃς
εἰς
τὴν
βασιλείαν
σου.
43καὶ
εἶπεν
αὐτῷ,
Ἀμήν
σοι
λέγω,
σήμερον
μετ᾽
ἐμοῦ
ἔσῃ
ἐν
τῷ
παραδείσῳ.
44καὶ
ἦν
ἤδη
ὡσεὶ
ὥρα
ἕκτη,
καὶ
σκότος
ἐγένετο
ἐφ᾽
ὅλην
τὴν
γῆν
ἕως
ὥρας
ἐνάτης·
45τοῦ
ἡλίου
ἐκλιπόντος·
ἐσχίσθη
δὲ
τὸ
καταπέτασμα
τοῦ
ναοῦ
μέσον.
46καὶ
φωνήσας
φωνῇ
μεγάλῃ
ὁ
Ἰησοῦς
εἶπεν,
Πάτερ,
εἰς
χεῖράς
σου
παρατίθεμαι
τὸ
πνεῦμά
μου.
τοῦτο
δὲ
εἰπὼν
ἐξέπνευσεν.
47ἰδὼν
δὲ
ὁ
ἑκατοντάρχης
τὸ
γενόμενον,
ἐδόξαζεν
τὸν
θεὸν
λέγων,
̓Όντως
ὁ
ἄνθρωπος
οὗτος
δίκαιος
ἦν.
48καὶ
πάντες
οἱ
συμπαραγενόμενοι
ὄχλοι
ἐπὶ
τὴν
θεωρίαν
ταύτην
θεωρήσαντες
τὰ
γενόμενα,
τύπτοντες
τὰ
στήθη
ὑπέστρεφον.
49εἱστήκεισαν
δέ,
πάντες
οἱ
γνωστοὶ
αὐτῷ
ἀπὸ
μακρόθεν,
καὶ
γυναῖκες
αἱ
συνακολουθοῦσαι
αὐτῷ
ἀπὸ
τῆς
Γαλιλαίας
ὁρῶσαι
ταῦτα.
50καὶ
ἰδοὺ
ἀνὴρ
ὀνόματι
Ἰωσήφ,
βουλευτὴς
ὑπάρχων·
ἀνὴρ
ἀγαθὸς
καὶ
δίκαιος,
51οὗτος
οὐκ
ἦν
συνκατατεθειμένος
τῇ
βουλῇ
καὶ
τῇ
πράξει
αὐτῶν·
ἀπὸ
Ἁριμαθαίας
πόλεως
τῶν
Ἰουδαίων,
ὃς
προσεδέχετο
τὴν
βασιλείαν
τοῦ
θεοῦ.
52οὗτος
προσελθὼν
τῷ
Πειλάτῳ
ᾐτήσατο
τὸ
σῶμα
τοῦ
Ἰησοῦ.
53καὶ
καθελὼν
ἐνετύλιξεν
αὐτὸ
σινδόνι
καὶ
ἔθηκεν
αὐτὸν
ἐν
μνήματι
λαξευτῷ
οὗ
οὐκ
ἦν
οὐδεὶς
οὔπω
κείμενος.
54καὶ
ἡμέρα
ἦν
παρασκευῆς,
καὶ
σάββατον
ἐπέφωσκεν.
55κατακολουθήσασαι
δὲ
αἱ
γυναῖκες,
αἵτινες
ἦσαν
συνεληλυθυῖαι
ἐκ
τῆς
Γαλιλαίας
αὐτῷ,
ἐθεάσαντο
τὸ
μνημεῖον
καὶ
ὡς
ἐτέθη
τὸ
σῶμα
αὐτοῦ.
56ὑποστρέψασαι
δὲ
ἡτοίμασαν
ἀρώματα
καὶ
μύρα.
καὶ
τὸ
μὲν
σάββατον,
ἡσύχασαν
κατὰ
τὴν
ἐντολήν.