Luke 24:1-53
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1τῇ
δὲ
μιᾷ
τῶν
σαββάτων
ὄρθρου
βαθέως
ἐπὶ
τὸ
μνῆμα,
ἦλθαν
φέρουσαι
ἃ
ἡτοίμασαν
ἀρώματα.
2εὗρον
δὲ
τὸν
λίθον
ἀποκεκυλισμένον
ἀπὸ
τοῦ
μνημείου.
3εἰσελθοῦσαι
δέ,
οὐχ
εὗρον
τὸ
σῶμα
τοῦ
κυρίου
Ἰησοῦ.
4καὶ
ἐγένετο
ἐν
τῷ
ἀπορεῖσθαι
αὐτὰς
περὶ
τούτου,
καὶ
ἰδοὺ
ἄνδρες
δύο
ἐπέστησαν
αὐταῖς,
ἐν
ἐσθῆτι
ἀστραπτούσῃ.
5ἐμφόβων
δὲ
γενομένων
αὐτῶν
καὶ
κλινουσῶν
τὰ
πρόσωπα
εἰς
τὴν
γῆν.
εἶπαν
πρὸς
αὐτάς,
Τί
ζητεῖτε
τὸν
ζῶντα
μετὰ
τῶν
νεκρῶν;
6οὐκ
ἔστιν
ὧδε·
ἀλλὰ
ἠγέρθη.
μνήσθητε
ὡς
ἐλάλησεν
ὑμῖν
ἔτι
ὢν
ἐν
τῇ
Γαλιλαίᾳ,
7λέγων
τὸν
υἱὸν
τοῦ
ἀνθρώπου
ὅτι
δεῖ
παραδοθῆναι
εἰς
χεῖρας
ἀνθρώπων
ἁμαρτωλῶν
καὶ
σταυρωθῆναι,
καὶ
τῇ
τρίτῃ
ἡμέρᾳ
ἀναστῆναι.
8καὶ
ἐμνήσθησαν
τῶν
ῥημάτων
αὐτοῦ.
9καὶ
ὑποστρέψασαι
ἀπὸ
τοῦ
μνημείου
ἀπήγγειλαν
ταῦτα
πάντα,
τοῖς
ἕνδεκα—
καὶ
πᾶσιν
τοῖς
λοιποῖς.
10ἦσαν
δὲ
ἡ
Μαγδαληνὴ
Μαρία,
καὶ
Ἰωάνα,
καὶ
Μαρία
ἡ
Ἰακώβου,
καὶ
αἱ
λοιπαὶ
σὺν
αὐταῖς.
ἔλεγον
πρὸς
τοὺς
ἀποστόλους
ταῦτα,
11καὶ
ἐφάνησαν
ἐνώπιον
αὐτῶν
ὡσεὶ
λῆρος
τὰ
ῥήματα
ταῦτα,
καὶ
ἠπίστουν
αὐταῖς.
12ὁ
δέ,
Πέτρος
ἀναστὰς
ἔδραμεν
ἐπὶ
τὸ
μνημεῖον.
καὶ
παρακύψας,
βλέπει
τὰ
ὀθόνια
μόνα·
καὶ
ἀπῆλθεν
πρὸς
ἑαυτόν,
θαυμάζων
τὸ
γεγονός.
13καὶ
ἰδοὺ
δύο
ἐξ
αὐτῶν
ἐν
αὐτῇ
τῇ
ἡμέρᾳ
ἦσαν
πορευόμενοι
εἰς
κώμην,
ἀπέχουσαν
σταδίους
ἑξήκοντα
ἀπὸ
Ἰερουσαλήμ,
ᾗ
ὄνομα
Ἐμμαούς.
14καὶ
αὐτοὶ
ὡμίλουν
πρὸς
ἀλλήλους
περὶ
πάντων
τῶν
συμβεβηκότων
τούτων.
15καὶ
ἐγένετο
ἐν
τῷ
ὁμιλεῖν
αὐτούς
καὶ
συζητεῖν,
καὶ
αὐτὸς
Ἰησοῦς
ἐγγίσας
συνεπορεύετο
αὐτοῖς.
16οἱ
δὲ
ὀφθαλμοὶ
αὐτῶν
ἐκρατοῦντο
τοῦ
μὴ
ἐπιγνῶναι
αὐτόν.
17εἶπεν
δὲ
πρὸς
αὐτούς,
Τίνες
οἱ
λόγοι
οὗτοι
οὓς
ἀντιβάλλετε
πρὸς
ἀλλήλους
περιπατοῦντες;
καὶ
ἐστάθησαν,
σκυθρωποί.
18ἀποκριθεὶς
δὲ
εἷς,
ὀνόματι
Κλεόπας,
εἶπεν
πρὸς
αὐτόν,
Σὺ
μόνος
παροικεῖς
Ἰερουσαλὴμ
καὶ
οὐκ
ἔγνως
τὰ
γενόμενα
ἐν
αὐτῇ
ἐν
ταῖς
ἡμέραις
ταύταις.
19καὶ
εἶπεν
αὐτοῖς,
Ποῖα;
οἱ
δὲ
εἶπαν
αὐτῷ,
Τὰ
περὶ
Ἰησοῦ,
τοῦ
Ναζαρηνοῦ,
ὃς
ἐγένετο
ἀνὴρ
προφήτης
δυνατὸς
ἐν
ἔργῳ
καὶ
λόγῳ,
ἐναντίον
τοῦ
θεοῦ
καὶ
παντὸς
τοῦ
λαοῦ.
20ὅπως
τε
παρέδωκαν
αὐτὸν
οἱ
ἀρχιερεῖς
καὶ
οἱ
ἄρχοντες
ἡμῶν
εἰς
κρίμα
θανάτου,
καὶ
ἐσταύρωσαν
αὐτόν.
21ἡμεῖς
δὲ
ἠλπίζομεν
ὅτι
αὐτός
ἐστιν
ὁ
μέλλων
λυτροῦσθαι
τὸν
Ἰσραήλ·
ἀλλά
γε
καὶ
σὺν
πᾶσιν
τούτοις
τρίτην
ταύτην
ἡμέραν
ἄγει
ἀφ᾽
οὗ
ταῦτα
ἐγένετο.
22ἀλλὰ
καὶ
γυναῖκές
τινες
ἐξ
ἡμῶν
ἐξέστησαν
ἡμᾶς,
γενόμεναι
ὀρθριναὶ
ἐπὶ
τὸ
μνημεῖον·
23καὶ
μὴ
εὑροῦσαι
τὸ
σῶμα
αὐτοῦ
ἦλθαν
λέγουσαι,
καὶ
ὀπτασίαν
ἀγγέλων
ἑωρακέναι
οἳ
λέγουσιν
αὐτὸν
ζῆν.
24καὶ
ἀπῆλθάν
τινες
τῶν
σὺν
ἡμῖν
ἐπὶ
τὸ
μνημεῖον,
καὶ
εὗρον
οὕτως
καθὼς
αἱ
γυναῖκες
εἶπον,
αὐτὸν
δὲ
οὐκ
εἶδον.
25καὶ
αὐτὸς
εἶπεν
πρὸς
αὐτούς,
Ὦ
ἀνόητοι
καὶ
βραδεῖς
τῇ
καρδίᾳ
τοῦ
πιστεύειν
ἐπὶ
πᾶσιν
οἷς
ἐλάλησαν
οἱ
προφῆται·
26οὐχὶ
ταῦτα
ἔδει
παθεῖν
τὸν
Χριστὸν
καὶ
εἰσελθεῖν
εἰς
τὴν
δόξαν
αὐτοῦ;
27καὶ
ἀρξάμενος
ἀπὸ
Μωυσέως
καὶ
ἀπὸ
πάντων
τῶν
προφητῶν,
διερμήνευσεν
αὐτοῖς
ἐν
πάσαις
ταῖς
γραφαῖς
τὰ
περὶ
ἑαυτοῦ.
28καὶ
ἤγγισαν
εἰς
τὴν
κώμην
οὗ
ἐπορεύοντο.
καὶ
αὐτὸς
προσεποιήσατο
πορρώτερον
πορεύεσθαι,
29καὶ
παρεβιάσαντο
αὐτὸν
λέγοντες,
Μεῖνον
μεθ᾽
ἡμῶν,
ὅτι
πρὸς
ἑσπέραν
ἐστὶν
καὶ
κέκλικεν
ἤδη
ἡ
ἡμέρα.
καὶ
εἰσῆλθεν
τοῦ
μεῖναι
σὺν
αὐτοῖς.
30καὶ
ἐγένετο
ἐν
τῷ
κατακλιθῆναι
αὐτὸν
μετ᾽
αὐτῶν,
λαβὼν
τὸν
ἄρτον
εὐλόγησεν
καὶ
κλάσας
ἐπεδίδου
αὐτοῖς.
31αὐτῶν
δὲ
διηνοίχθησαν
οἱ
ὀφθαλμοί,
καὶ
ἐπέγνωσαν
αὐτόν·
καὶ
αὐτὸς
ἄφαντος
ἐγένετο
ἀπ᾽
αὐτῶν.
32καὶ
εἶπαν
πρὸς
ἀλλήλους,
Οὐχὶ
ἡ
καρδία
ἡμῶν
καιομένη
ἦν
ἐν
ἡμῖν
ὡς
ἐλάλει
ἡμῖν
ἐν
τῇ
ὁδῷ
ὡς
διήνοιγεν
ἡμῖν
τὰς
γραφάς;
33καὶ
ἀναστάντες
αὐτῇ
τῇ
ὥρᾳ
ὑπέστρεψαν
εἰς
Ἰερουσαλήμ,
καὶ
εὗρον
ἠθροισμένους
τοὺς
ἕνδεκα
καὶ
τοὺς
σὺν
αὐτοῖς,
34λέγοντας
ὅτι,
̓Όντως
ἠγέρθη
ὁ
κύριος·
καὶ
ὤφθη
Σίμωνι.
35καὶ
αὐτοὶ
ἐξηγοῦντο
τὰ
ἐν
τῇ
ὁδῷ
καὶ
ὡς
ἐγνώσθη
αὐτοῖς
ἐν
τῇ
κλάσει
τοῦ
ἄρτου.
36ταῦτα
δὲ
αὐτῶν
λαλούντων,
αὐτὸς
ἔστη
ἐν
μέσῳ
αὐτῶν.
καὶ
λέγει
αὐτοῖς,
Εἰρήνη
ὑμῖν.
37πτοηθέντες
δὲ
καὶ
ἔμφοβοι
γενόμενοι,
ἐδόκουν
πνεῦμα
θεωρεῖν.
38καὶ
εἶπεν
αὐτοῖς,
Τί
τεταραγμένοι
ἐστέ;
καί,
Διὰ
τί
διαλογισμοὶ
ἀναβαίνουσιν
ἐν
τῇ
καρδίᾳ
ὑμῶν;
39ἴδετε
τὰς
χεῖράς
μου·
καὶ
τοὺς
πόδας
μου·
ὅτι
ἐγώ
εἰμι
αὐτός.
ψηλαφήσατέ
με
καὶ
ἴδετε,
ὅτι
πνεῦμα
σάρκα
καὶ
ὀστέα
οὐκ
ἔχει,
καθὼς
ἐμὲ
θεωρεῖτε
ἔχοντα.
40καὶ
τοῦτο
εἰπών,
ἔδειξεν
αὐτοῖς
τὰς
χεῖρας
καὶ
τοὺς
πόδας.
41ἔτι
δὲ
ἀπιστούντων
αὐτῶν,
ἀπὸ
τῆς
χαρᾶς
καὶ
θαυμαζόντων.
εἶπεν
αὐτοῖς,
̓Έχετέ
τι
βρώσιμον
ἐνθάδε;
42οἱ
δὲ
ἐπέδωκαν
αὐτῷ
ἰχθύος
ὀπτοῦ
μέρος,
43καὶ
λαβὼν
ἐνώπιον
αὐτῶν
ἔφαγεν.
44εἶπεν
δὲ
πρὸς
αὐτούς,
Οὗτοι
οἱ
λόγοι
μου,
οὓς
ἐλάλησα
πρὸς
ὑμᾶς
ἔτι
ὢν
σὺν
ὑμῖν,
ὅτι
δεῖ
πληρωθῆναι
πάντα
τὰ
γεγραμμένα
ἐν
τῷ
νόμῳ
Μωυσέως
καὶ
τοῖς
προφήταις
καὶ
Ψαλμοῖς
περὶ
ἐμοῦ.
45τότε
διήνοιξεν
αὐτῶν
τὸν
νοῦν
τοῦ
συνιέναι
τὰς
γραφάς.
46καὶ
εἶπεν
αὐτοῖς
ὅτι,
Οὕτως,
γέγραπται
παθεῖν
τὸν
Χριστὸν
καὶ
ἀναστῆναι
ἐκ
νεκρῶν
τῇ
τρίτῃ
ἡμέρᾳ·
47καὶ
κηρυχθῆναι
ἐπὶ
τῷ
ὀνόματι
αὐτοῦ—
μετάνοιαν
εἰς
ἄφεσιν
ἁμαρτιῶν
εἰς
πάντα
τὰ
ἔθνη—
ἀρξάμενοι
ἀπὸ
Ἰερουσαλήμ·
48ὑμεῖς
μάρτυρες
τούτων.
49καὶ
ἰδοὺ
ἐγὼ
ἀποστέλλω
τὴν
ἐπαγγελίαν
τοῦ
πατρός
μου
ἐφ᾽
ὑμᾶς·
ὑμεῖς
δὲ
καθίσατε
ἐν
τῇ
πόλει
ἕως
οὗ
ἐνδύσησθε
ἐξ
ὕψους
δύναμιν.
50ἐξήγαγεν
δὲ
αὐτοὺς
ἕως
πρὸς
Βηθανίαν,
καὶ
ἐπάρας
τὰς
χεῖρας
αὐτοῦ,
εὐλόγησεν
αὐτούς.
51καὶ
ἐγένετο
ἐν
τῷ
εὐλογεῖν
αὐτὸν
αὐτούς,
διέστη
ἀπ᾽
αὐτῶν
καὶ
ἀνεφέρετο
εἰς
τὸν
οὐρανόν.
52καὶ
αὐτοὶ
προσκυνήσαντες
αὐτὸν
ὑπέστρεψαν
εἰς
Ἰερουσαλὴμ
μετὰ
χαρᾶς
μεγάλης.
53καὶ
ἦσαν
διὰ
παντὸς
ἐν
τῷ
ἱερῷ,
εὐλογοῦντες
τὸν
θεόν.