Luke 3:1-38
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἐν
ἔτει
δὲ
πεντεκαιδεκάτῳ
τῆς
ἡγεμονίας
Τιβερίου,
Καίσαρος·
ἡγεμονεύοντος
Ποντίου
Πειλάτου
τῆς
Ἰουδαίας·
καὶ
τετρααρχοῦντος
τῆς
Γαλιλαίας
Ἡρῴδου·
Φιλίππου
δὲ
τοῦ
ἀδελφοῦ
αὐτοῦ
τετρααρχοῦντος
τῆς
Ἰτουραίας
καὶ
Τραχωνίτιδος
χώρας·
καὶ
Λυσανίου
τῆς
Ἀβειληνῆς
τετρααρχοῦντος·
2ἐπὶ
ἀρχιερέως
̔Άννα
καὶ
Καιάφα·
ἐγένετο
ῥῆμα
θεοῦ
ἐπὶ
Ἰωάνην
τὸν
Ζαχαρίου
υἱόν,
ἐν
τῇ
ἐρήμῳ.
3καὶ
ἦλθεν
εἰς
πᾶσαν
τὴν
περίχωρον
τοῦ
Ἰορδάνου,
κηρύσσων
βάπτισμα
μετανοίας
εἰς
ἄφεσιν
ἁμαρτιῶν.
4ὡς
γέγραπται
ἐν
βίβλῳ
λόγων
Ἠσαΐου
τοῦ
προφήτου,
Φωνὴ
βοῶντος
ἐν
τῇ
ἐρήμῳ,
Ἑτοιμάσατε
τὴν
ὁδὸν
κυρίου·
εὐθείας
ποιεῖτε
τὰς
τρίβους
αὐτοῦ.
5πᾶσα
φάραγξ
πληρωθήσεται,
καὶ
πᾶν
ὄρος
καὶ
βουνὸς
ταπεινωθήσεται.
καὶ
ἔσται
τὰ
σκολιὰ
εἰς
εὐθείας,
καὶ
αἱ
τραχεῖαι
εἰς
ὁδοὺς
λείας.
6καὶ
ὄψεται
πᾶσα
σὰρξ
τὸ
σωτήριον
τοῦ
θεοῦ.
7ἔλεγεν
οὖν,
τοῖς
ἐκπορευομένοις
ὄχλοις
βαπτισθῆναι
ὑπ᾽
αὐτοῦ,
Γεννήματα
ἐχιδνῶν.
τίς
ὑπέδειξεν
ὑμῖν
φυγεῖν
ἀπὸ
τῆς
μελλούσης
ὀργῆς;
8ποιήσατε
οὖν
καρποὺς
ἀξίους
τῆς
μετανοίας.
καὶ
μὴ
ἄρξησθε
λέγειν
ἐν
ἑαυτοῖς,
Πατέρα
ἔχομεν
τὸν
Ἀβραάμ.
λέγω
γὰρ
ὑμῖν
ὅτι,
δύναται
ὁ
θεὸς
ἐκ
τῶν
λίθων
τούτων
ἐγεῖραι
τέκνα
τῷ
Ἀβραάμ.
9ἤδη
δὲ
καὶ
ἡ
ἀξίνη
πρὸς
τὴν
ῥίζαν
τῶν
δένδρων
κεῖται·
πᾶν
οὖν
δένδρον
μὴ
ποιοῦν
καρπὸν
καλὸν
ἐκκόπτεται
καὶ
εἰς
πῦρ
βάλλεται.
10καὶ
ἐπηρώτων
αὐτὸν
οἱ
ὄχλοι
λέγοντες,
Τί
οὖν
ποιήσωμεν;
11ἀποκριθεὶς
δὲ
ἔλεγεν
αὐτοῖς,
Ὁ
ἔχων
δύο
χιτῶνας,
μεταδότω
τῷ
μὴ
ἔχοντι.
καὶ
ὁ
ἔχων
βρώματα,
ὁμοίως
ποιείτω.
12ἦλθον
δὲ
καὶ
τελῶναι
βαπτισθῆναι
καὶ
εἶπαν
πρὸς
αὐτόν,
Διδάσκαλε,
τί
ποιήσωμεν;
13ὁ
δὲ
εἶπεν
πρὸς
αὐτούς,
Μηδὲν
πλέον
παρὰ
τὸ
διατεταγμένον
ὑμῖν
πράσσετε.
14ἐπηρώτων
δὲ
αὐτὸν
καὶ
στρατευόμενοι
λέγοντες,
Τί
ποιήσωμεν
καὶ
ἡμεῖς;
καὶ
εἶπεν
αὐτοῖς,
Μηδένα
διασείσητε
μηδὲ
συκοφαντήσητε·
καὶ
ἀρκεῖσθε
τοῖς
ὀψωνίοις
ὑμῶν.
15προσδοκῶντος
δὲ
τοῦ
λαοῦ
καὶ
διαλογιζομένων
πάντων
ἐν
ταῖς
καρδίαις
αὐτῶν
περὶ
τοῦ
Ἰωάνου,
μήποτε
αὐτὸς
εἴη
ὁ
Χριστός.
16ἀπεκρίνατο
λέγων
πᾶσιν
ὁ
Ἰωάνης,
Ἐγὼ
μὲν
ὕδατι
βαπτίζω
ὑμᾶς·
ἔρχεται
δὲ
ὁ
ἰσχυρότερός
μου—
οὗ
οὐκ
εἰμὶ
ἱκανὸς
λῦσαι
τὸν
ἱμάντα
τῶν
ὑποδημάτων
αὐτοῦ.
αὐτὸς
ὑμᾶς
βαπτίσει
ἐν
πνεύματι
ἁγίῳ
καὶ
πυρί.
17οὗ
τὸ
πτύον
ἐν
τῇ
χειρὶ
αὐτοῦ·
διακαθᾶραι
τὴν
ἅλωνα
αὐτοῦ,
καὶ
συναγαγεῖν
τὸν
σῖτον
εἰς
τὴν
ἀποθήκην
αὐτοῦ
τὸ
δὲ
ἄχυρον
κατακαύσει
πυρὶ
ἀσβέστῳ.
18πολλὰ
μὲν
οὖν
καὶ
ἕτερα
παρακαλῶν
εὐηγγελίζετο
τὸν
λαόν.
19ὁ
δὲ
Ἡρῴδης,
ὁ
τετραάρχης,
ἐλεγχόμενος
ὑπ᾽
αὐτοῦ
περὶ
Ἡρῳδιάδος,
τῆς
γυναικὸς
τοῦ
ἀδελφοῦ
αὐτοῦ,
καὶ
περὶ
πάντων
ὧν
ἐποίησεν
πονηρῶν
ὁ
Ἡρῴδης.
20προσέθηκεν
καὶ
τοῦτο
ἐπὶ
πᾶσιν,
καὶ
κατέκλεισεν
τὸν
Ἰωάνην
ἐν
φυλακῇ.
21ἐγένετο
δὲ
ἐν
τῷ
βαπτισθῆναι
ἅπαντα
τὸν
λαόν,
καὶ
Ἰησοῦ
βαπτισθέντος·
καὶ
προσευχομένου,
ἀνεῳχθῆναι
τὸν
οὐρανόν,
22καὶ
καταβῆναι
τὸ
πνεῦμα
τὸ
ἅγιον,
σωματικῷ,
εἴδει
ὡς
περιστερὰν
ἐπ᾽
αὐτόν.
καὶ
φωνὴν
ἐξ
οὐρανοῦ
γενέσθαι,
Σὺ
εἶ
ὁ
υἱός
μου
ὁ
ἀγαπητός,
ἐν
σοὶ
εὐδόκησα.
23καὶ
αὐτὸς
ἦν
Ἰησοῦς
ἀρχόμενος
ὡσεὶ
ἐτῶν
τριάκοντα·
ὢν
υἱός
ὡς
ἐνομίζετο
Ἰωσήφ.
τοῦ
Ἡλεί.
24τοῦ
Ματθάτ.
τοῦ
Λευεί.
τοῦ
Μελχεί.
τοῦ
Ἰανναί.
τοῦ
Ἰωσήφ.
25τοῦ
Ματταθίου.
τοῦ
Ἀμώς.
τοῦ
Ναούμ.
τοῦ
Ἑσλεί.
τοῦ
Ναγγαί.
26τοῦ
Μαάθ.
τοῦ
Ματταθίου.
τοῦ
Σεμεεΐν.
τοῦ
Ἰωσήχ.
τοῦ
Ἰωδά.
27τοῦ
Ἰωανάν.
τοῦ
Ῥησά.
τοῦ
Ζοροβάβελ.
τοῦ
Σαλαθιήλ.
τοῦ
Νηρεί.
28τοῦ
Μελχεί.
τοῦ
Ἀδδεί.
τοῦ
Κωσάμ.
τοῦ
Ἐλμαδάμ.
τοῦ
̓Ήρ.
29τοῦ
Ἰησοῦ.
τοῦ
Ἐλιέζερ.
τοῦ
Ἰωρείμ.
τοῦ
Μαθθάτ.
τοῦ
Λευεί.
30τοῦ
Συμεών.
τοῦ
Ἰούδα.
τοῦ
Ἰωσήφ.
τοῦ
Ἰωνάμ.
τοῦ
Ἐλιακείμ.
31τοῦ
Μελεά.
τοῦ
Μεννά.
τοῦ
Ματταθά.
τοῦ
Ναθάμ.
τοῦ
Δαυείδ.
32τοῦ
Ἰεσσαί.
τοῦ
Ἰωβήδ.
τοῦ
Βοός.
τοῦ
Σαλά.
τοῦ
Ναασσών.
33τοῦ
Ἀμιναδάβ.
τοῦ
Ἀδμείν.
τοῦ
Ἀρνεί.
τοῦ
Ἑσρών.
τοῦ
Φαρές.
τοῦ
Ἰούδα.
34τοῦ
Ἰακώβ.
τοῦ
Ἰσαάκ.
τοῦ
Ἀβραάμ.
τοῦ
Θαρά.
τοῦ
Ναχώρ.
35τοῦ
Σερούχ.
τοῦ
Ῥαγαύ.
τοῦ
Φάλεκ.
τοῦ
̓Έβερ.
τοῦ
Σαλά.
36τοῦ
Καϊνάμ.
τοῦ
Ἀρφαξάδ.
τοῦ
Σήμ.
τοῦ
Νῶε.
τοῦ
Λάμεχ.
37τοῦ
Μαθουσαλά.
τοῦ
Ἑνώχ.
τοῦ
Ἰάρετ.
τοῦ
Μαλελεήλ.
τοῦ
Καϊνάμ.
38τοῦ
Ἐνώς.
τοῦ
Σήθ.
τοῦ
Ἀδάμ.
τοῦ
θεοῦ.