Luke 4:1-44
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Ἰησοῦς
δέ,
πλήρης
πνεύματος
ἁγίου,
ὑπέστρεψεν
ἀπὸ
τοῦ
Ἰορδάνου.
καὶ
ἤγετο
ἐν
τῷ
πνεύματι
ἐν
τῇ
ἐρήμῳ,
2ἡμέρας
τεσσεράκοντα
πειραζόμενος
ὑπὸ
τοῦ
διαβόλου.
καὶ
οὐκ
ἔφαγεν
οὐδὲν
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
καὶ
συντελεσθεισῶν
αὐτῶν
ἐπείνασεν.
3εἶπεν
δὲ
αὐτῷ
ὁ
διάβολος,
Εἰ
υἱὸς
εἶ
τοῦ
θεοῦ,
εἰπὲ
τῷ
λίθῳ
τούτῳ
ἵνα
γένηται
ἄρτος.
4καὶ
ἀπεκρίθη
πρὸς
αὐτὸν
ὁ
Ἰησοῦς,
Γέγραπται
ὅτι,
Οὐκ
ἐπ᾽
ἄρτῳ
μόνῳ
ζήσεται
ὁ
ἄνθρωπος.
5καὶ
ἀναγαγὼν
αὐτὸν
ἔδειξεν
αὐτῷ
πάσας
τὰς
βασιλείας
τῆς
οἰκουμένης
ἐν
στιγμῇ
χρόνου.
6καὶ
εἶπεν
αὐτῷ
ὁ
διάβολος,
Σοὶ
δώσω
τὴν
ἐξουσίαν
ταύτην
ἅπασαν
καὶ
τὴν
δόξαν
αὐτῶν,
ὅτι
ἐμοὶ
παραδέδοται
καὶ
ᾧ
ἐὰν
θέλω
δίδωμι
αὐτήν.
7σὺ
οὖν
ἐὰν
προσκυνήσῃς
ἐνώπιον
ἐμοῦ,
ἔσται
σοῦ
πᾶσα.
8καὶ
ἀποκριθεὶς
ὁ
Ἰησοῦς
εἶπεν
αὐτῷ,
Γέγραπται,
Κύριον
τὸν
θεόν
σου
προσκυνήσεις
καὶ
αὐτῷ
μόνῳ
λατρεύσεις.
9ἤγαγεν
δὲ
αὐτὸν
εἰς
Ἰερουσαλήμ,
καὶ
ἔστησεν
ἐπὶ
τὸ
πτερύγιον
τοῦ
ἱεροῦ,
καὶ
εἶπεν
αὐτῷ,
Εἰ
υἱὸς
εἶ
τοῦ
θεοῦ,
βάλε
σεαυτὸν
ἐντεῦθεν
κάτω.
10γέγραπται
γὰρ
ὅτι,
Τοῖς
ἀγγέλοις
αὐτοῦ
ἐντελεῖται
περὶ
σοῦ
τοῦ
διαφυλάξαι
σε.
11καὶ
ὅτι,
Ἐπὶ
χειρῶν
ἀροῦσίν
σε
μήποτε
προσκόψῃς
πρὸς
λίθον
τὸν
πόδα
σου.
12καὶ
ἀποκριθεὶς
εἶπεν
αὐτῷ
ὁ
Ἰησοῦς
ὅτι,
Εἴρηται,
Οὐκ
ἐκπειράσεις
κύριον
τὸν
θεόν
σου.
13καὶ
συντελέσας
πάντα
πειρασμὸν
ὁ
διάβολος,
ἀπέστη
ἀπ᾽
αὐτοῦ
ἄχρι
καιροῦ.
14καὶ
ὑπέστρεψεν
ὁ
Ἰησοῦς,
ἐν
τῇ
δυνάμει
τοῦ
πνεύματος,
εἰς
τὴν
Γαλιλαίαν.
καὶ
φήμη
ἐξῆλθεν
καθ᾽
ὅλης
τῆς
περιχώρου
περὶ
αὐτοῦ.
15καὶ
αὐτὸς
ἐδίδασκεν
ἐν
ταῖς
συναγωγαῖς
αὐτῶν
δοξαζόμενος
ὑπὸ
πάντων.
16καὶ
ἦλθεν
εἰς
Ναζαρά,
οὗ
ἦν
τεθραμμένος,
καὶ
εἰσῆλθεν
κατὰ
τὸ
εἰωθὸς
αὐτῷ
ἐν
τῇ
ἡμέρᾳ
τῶν
σαββάτων
εἰς
τὴν
συναγωγὴν
καὶ
ἀνέστη
ἀναγνῶναι.
17καὶ
ἐπεδόθη
αὐτῷ
βιβλίον
τοῦ
προφήτου
Ἠσαΐου.
καὶ
ἀναπτύξας
τὸ
βιβλίον
εὗρεν
τὸν
τόπον
οὗ
ἦν
γεγραμμένον·
18Πνεῦμα
κυρίου
ἐπ᾽
ἐμέ,
οὗ
εἵνεκεν
ἔχρισέν
με
εὐαγγελίσασθαι
πτωχοῖς.
ἀπέσταλκέν
με
κηρύξαι
αἰχμαλώτοις
ἄφεσιν,
καὶ
τυφλοῖς
ἀνάβλεψιν,
ἀποστεῖλαι
τεθραυσμένους
ἐν
ἀφέσει,
19κηρύξαι
ἐνιαυτὸν
κυρίου
δεκτόν.
20καὶ
πτύξας
τὸ
βιβλίον,
ἀποδοὺς
τῷ
ὑπηρέτῃ,
ἐκάθισεν.
καὶ
πάντων
οἱ
ὀφθαλμοὶ
ἐν
τῇ
συναγωγῇ
ἦσαν
ἀτενίζοντες
αὐτῷ.
21ἤρξατο
δὲ
λέγειν
πρὸς
αὐτοὺς
ὅτι,
Σήμερον
πεπλήρωται
ἡ
γραφὴ
αὕτη
ἐν
τοῖς
ὠσὶν
ὑμῶν.
22καὶ
πάντες
ἐμαρτύρουν
αὐτῷ
καὶ
ἐθαύμαζον
ἐπὶ
τοῖς
λόγοις
τῆς
χάριτος
τοῖς
ἐκπορευομένοις
ἐκ
τοῦ
στόματος
αὐτοῦ.
καὶ
ἔλεγον,
Οὐχὶ
υἱός
ἐστιν
Ἰωσὴφ
οὗτος;
23καὶ
εἶπεν
πρὸς
αὐτούς,
Πάντως
ἐρεῖτέ
μοι
τὴν
παραβολὴν
ταύτην,
Ἰατρέ,
θεράπευσον
σεαυτόν—
ὅσα
ἠκούσαμεν
γενόμενα
εἰς
τὴν
Καφαρναοὺμ
ποίησον
καὶ
ὧδε
ἐν
τῇ
πατρίδι
σου.
24εἶπεν
δέ,
Ἀμὴν
λέγω
ὑμῖν,
ὅτι
οὐδεὶς
προφήτης
δεκτός
ἐστιν
ἐν
τῇ
πατρίδι
αὐτοῦ.
25ἐπ᾽
ἀληθείας
δὲ
λέγω
ὑμῖν
πολλαὶ
χῆραι
ἦσαν
ἐν
ταῖς
ἡμέραις
Ἠλείου
ἐν
τῷ
Ἰσραήλ,
ὅτε
ἐκλείσθη
ὁ
οὐρανὸς
ἔτη
τρία
καὶ
μῆνας
ἕξ,
ὡς
ἐγένετο
λιμὸς
μέγας
ἐπὶ
πᾶσαν
τὴν
γῆν.
26καὶ
πρὸς
οὐδεμίαν
αὐτῶν
ἐπέμφθη
Ἠλείας—
εἰ
μὴ
εἰς
Σάρεπτα,
τῆς
Σιδωνίας,
πρὸς
γυναῖκα
χήραν.
27καὶ
πολλοὶ
λεπροὶ
ἦσαν
ἐν
τῷ
Ἰσραὴλ
ἐπὶ
Ἐλισαίου
τοῦ
προφήτου,
καὶ
οὐδεὶς
αὐτῶν
ἐκαθαρίσθη—
εἰ
μὴ
Ναιμάν,
ὁ
Σύρος.
28καὶ
ἐπλήσθησαν
πάντες
θυμοῦ
ἐν
τῇ
συναγωγῇ,
ἀκούοντες
ταῦτα.
29καὶ
ἀναστάντες,
ἐξέβαλον
αὐτὸν
ἔξω
τῆς
πόλεως
καὶ
ἤγαγον
αὐτὸν
ἕως
ὀφρύος
τοῦ
ὄρους
ἐφ᾽
οὗ
ἡ
πόλις
ᾠκοδόμητο
αὐτῶν.
ὥστε
κατακρημνίσαι
αὐτόν,
30αὐτὸς
δὲ
διελθὼν
διὰ
μέσου
αὐτῶν
ἐπορεύετο.
31καὶ
κατῆλθεν
εἰς
Καφαρναούμ,
πόλιν
τῆς
Γαλιλαίας,
καὶ
ἦν
διδάσκων
αὐτοὺς
ἐν
τοῖς
σάββασιν.
32καί,
ἐξεπλήσσοντο
ἐπὶ
τῇ
διδαχῇ
αὐτοῦ,
ὅτι
ἐν
ἐξουσίᾳ
ἦν
ὁ
λόγος
αὐτοῦ.
33καὶ
ἐν
τῇ
συναγωγῇ,
ἦν
ἄνθρωπος
ἔχων
πνεῦμα
δαιμονίου—
ἀκαθάρτου—
καὶ
ἀνέκραξεν
φωνῇ
μεγάλῃ,
34̓Έα.
τί
ἡμῖν
καὶ
σοί,
Ἰησοῦ
Ναζαρηνέ;
ἦλθες
ἀπολέσαι
ἡμᾶς;
οἶδά
σε
τίς
εἶ—
ὁ
ἅγιος
τοῦ
θεοῦ.
35καὶ
ἐπετίμησεν
αὐτῷ
ὁ
Ἰησοῦς.
λέγων,
Φιμώθητι.
καὶ
ἔξελθε
ἀπ᾽
αὐτοῦ.
καί,
ῥῖψαν
αὐτὸν
τὸ
δαιμόνιον
εἰς
τὸ
μέσον·
ἐξῆλθεν
ἀπ᾽
αὐτοῦ
μηδὲν
βλάψαν
αὐτόν.
36καὶ
ἐγένετο
θάμβος,
ἐπὶ
πάντας
καὶ
συνελάλουν
πρὸς
ἀλλήλους
λέγοντες,
Τίς
ὁ
λόγος
οὗτος
ὅτι
ἐν
ἐξουσίᾳ
καὶ
δυνάμει
ἐπιτάσσει
τοῖς
ἀκαθάρτοις
πνεύμασιν,
καὶ
ἐξέρχονται;
37καὶ
ἐξεπορεύετο
ἦχος
περὶ
αὐτοῦ
εἰς
πάντα
τόπον
τῆς
περιχώρου.
38ἀναστὰς
δὲ
ἀπὸ
τῆς
συναγωγῆς,
εἰσῆλθεν
εἰς
τὴν
οἰκίαν
Σίμωνος.
πενθερὰ
δὲ
τοῦ
Σίμωνος
ἦν
συνεχομένη
πυρετῷ
μεγάλῳ.
καὶ
ἠρώτησαν
αὐτὸν
περὶ
αὐτῆς.
39καὶ
ἐπιστὰς
ἐπάνω
αὐτῆς,
ἐπετίμησεν
τῷ
πυρετῷ.
καὶ
ἀφῆκεν
αὐτήν,
παραχρῆμα
δὲ
ἀναστᾶσα
διηκόνει
αὐτοῖς.
40δύνοντος
δὲ
τοῦ
ἡλίου,
ἅπαντες
ὅσοι
εἶχον
ἀσθενοῦντας
νόσοις
ποικίλαις
ἤγαγον
αὐτοὺς
πρὸς
αὐτόν.
ὁ
δὲ
ἑνὶ
ἑκάστῳ
αὐτῶν,
τὰς
χεῖρας
ἐπιτιθεὶς
ἐθεράπευεν
αὐτούς.
41ἐξήρχετο
δέ,
καὶ
δαιμόνια
ἀπὸ
πολλῶν,
κράζοντα
καὶ
λέγοντα
ὅτι,
Σὺ
εἶ
ὁ
υἱὸς
τοῦ
θεοῦ.
καὶ
ἐπιτιμῶν
οὐκ
εἴα
αὐτὰ
λαλεῖν,
ὅτι
ᾔδεισαν
τὸν
Χριστὸν
αὐτὸν
εἶναι.
42γενομένης
δὲ
ἡμέρας
ἐξελθὼν
ἐπορεύθη
εἰς
ἔρημον
τόπον.
καὶ
οἱ
ὄχλοι
ἐπεζήτουν
αὐτόν,
καὶ
ἦλθον
ἕως
αὐτοῦ
καὶ
κατεῖχον
αὐτὸν
τοῦ
μὴ
πορεύεσθαι
ἀπ᾽
αὐτῶν.
43ὁ
δὲ
εἶπεν
πρὸς
αὐτοὺς
ὅτι,
Καί,
ταῖς
ἑτέραις
πόλεσιν
εὐαγγελίσασθαί
με
δεῖ
τὴν
βασιλείαν
τοῦ
θεοῦ,
ὅτι
ἐπὶ
τοῦτο
ἀπεστάλην.
44καὶ
ἦν
κηρύσσων
εἰς
τὰς
συναγωγὰς
τῆς
Ἰουδαίας.