Luke 6:1-49
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἐγένετο
δὲ
ἐν
σαββάτῳ
διαπορεύεσθαι
αὐτὸν
διὰ
σπορίμων,
καὶ
ἔτιλλον
οἱ
μαθηταὶ
αὐτοῦ,
καὶ
ἤσθιον
τοὺς
στάχυας,
ψώχοντες
ταῖς
χερσίν.
2τινὲς
δὲ
τῶν
Φαρισαίων
εἶπαν,
Τί
ποιεῖτε
ὃ
οὐκ
ἔξεστιν
τοῖς
σάββασιν;
3καὶ
ἀποκριθεὶς
πρὸς
αὐτοὺς
εἶπεν
ὁ
Ἰησοῦς,
Οὐδὲ
τοῦτο
ἀνέγνωτε
ὃ
ἐποίησεν
Δαυεὶδ
ὅτε
ἐπείνασεν
αὐτὸς
καὶ
οἱ
μετ᾽
αὐτοῦ;
4ὡς
εἰσῆλθεν
εἰς
τὸν
οἶκον
τοῦ
θεοῦ
καὶ
τοὺς
ἄρτους
τῆς
προθέσεως
λαβὼν
ἔφαγεν.
καὶ
ἔδωκεν
τοῖς
μετ᾽
αὐτοῦ,
οὓς
οὐκ
ἔξεστιν
φαγεῖν
εἰ
μὴ
μόνους
τοὺς
ἱερεῖς.
5καὶ
ἔλεγεν
αὐτοῖς,
Κύριός
ἐστιν
τοῦ
σαββάτου
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου.
6ἐγένετο
δὲ
ἐν
ἑτέρῳ
σαββάτῳ,
εἰσελθεῖν
αὐτὸν
εἰς
τὴν
συναγωγὴν
καὶ
διδάσκειν,
καὶ
ἦν
ἄνθρωπος
ἐκεῖ
καὶ
ἡ
χεὶρ
αὐτοῦ
ἡ
δεξιὰ
ἦν
ξηρά.
7παρετηροῦντο
δὲ
αὐτὸν
οἱ
γραμματεῖς
καὶ
οἱ
Φαρισαῖοι.
εἰ
ἐν
τῷ
σαββάτῳ
θεραπεύει,
ἵνα
εὕρωσιν
κατηγορεῖν
αὐτοῦ.
8αὐτὸς
δὲ
ᾔδει
τοὺς
διαλογισμοὺς
αὐτῶν.
εἶπεν
δὲ
τῷ
ἀνδρὶ
τῷ
ξηρὰν
ἔχοντι
τὴν
χεῖρα,
̓Έγειρε
καὶ
στῆθι
εἰς
τὸ
μέσον·
καὶ
ἀναστὰς
ἔστη.
9εἶπεν
δὲ
ὁ
Ἰησοῦς
πρὸς
αὐτούς,
Ἐπερωτῶ
ὑμᾶς.
εἰ
ἔξεστιν
τῷ
σαββάτῳ
ἀγαθοποιῆσαι,
ἢ
κακοποιῆσαι;
ψυχὴν
σῶσαι
ἢ
ἀπολέσαι;
10καὶ
περιβλεψάμενος
πάντας
αὐτοὺς
εἶπεν
αὐτῷ,
̓Έκτεινον
τὴν
χεῖρά
σου.
ὁ
δὲ
ἐποίησεν,
καὶ
ἀπεκατεστάθη
ἡ
χεὶρ
αὐτοῦ.
11αὐτοὶ
δέ,
ἐπλήσθησαν
ἀνοίας
καὶ
διελάλουν
πρὸς
ἀλλήλους
τί
ἂν
ποιήσαιεν
τῷ
Ἰησοῦ.
12ἐγένετο
δὲ
ἐν
ταῖς
ἡμέραις
ταύταις
ἐξελθεῖν
αὐτὸν
εἰς
τὸ
ὄρος
προσεύξασθαι,
καὶ
ἦν
διανυκτερεύων
ἐν
τῇ
προσευχῇ
τοῦ
θεοῦ.
13καὶ
ὅτε
ἐγένετο
ἡμέρα
προσεφώνησεν
τοὺς
μαθητὰς
αὐτοῦ
καὶ
ἐκλεξάμενος
ἀπ᾽
αὐτῶν
δώδεκα
οὓς
καὶ
ἀποστόλους.
ὠνόμασεν·
14Σίμωνα
(ὃν
καὶ
ὠνόμασεν
Πέτρον),
καὶ
Ἀνδρέαν
(τὸν
ἀδελφὸν
αὐτοῦ),
καὶ
Ἰάκωβον,
καὶ
Ἰωάνην,
καὶ
Φίλιππον,
καὶ
Βαρθολομαῖον,
15καὶ
Μαθθαῖον,
καὶ
Θωμᾶν,
καὶ
Ἰάκωβον
(Ἁλφαίου),
καὶ
Σίμωνα
(τὸν
καλούμενον
Ζηλωτήν),
16καὶ
Ἰούδαν
(Ἰακώβου),
καὶ
Ἰούδαν
Ἰσκαριώθ
(ὃς
ἐγένετο
προδότης).
17καὶ
καταβὰς
μετ᾽
αὐτῶν
ἔστη
ἐπὶ
τόπου
πεδινοῦ,
καὶ
ὄχλος
πολὺς
μαθητῶν
αὐτοῦ
καὶ
πλῆθος
πολὺ
τοῦ
λαοῦ·
ἀπὸ
πάσης
τῆς
Ἰουδαίας
καὶ
Ἰερουσαλὴμ
καὶ
τῆς
παραλίου
Τύρου
καὶ
Σιδῶνος.
18οἳ
ἦλθαν
ἀκοῦσαι
αὐτοῦ
καὶ
ἰαθῆναι
ἀπὸ
τῶν
νόσων
αὐτῶν·
καὶ
οἱ
ἐνοχλούμενοι
ἀπὸ
πνευμάτων
ἀκαθάρτων
ἐθεραπεύοντο.
19καὶ
πᾶς
ὁ
ὄχλος
ἐζήτουν
ἅπτεσθαι
αὐτοῦ,
ὅτι
δύναμις
παρ᾽
αὐτοῦ
ἐξήρχετο,
καὶ
ἰᾶτο
πάντας.
20καὶ
αὐτὸς
ἐπάρας
τοὺς
ὀφθαλμοὺς
αὐτοῦ
εἰς
τοὺς
μαθητὰς
αὐτοῦ
ἔλεγεν,
Μακάριοι
οἱ
πτωχοί,
ὅτι
ὑμετέρα
ἐστὶν
ἡ
βασιλεία
τοῦ
θεοῦ.
21μακάριοι
οἱ
πεινῶντες
νῦν,
ὅτι
χορτασθήσεσθε.
μακάριοι
οἱ
κλαίοντες
νῦν,
ὅτι
γελάσετε.
22μακάριοί
ἐστε
ὅταν
μισήσωσιν
ὑμᾶς
οἱ
ἄνθρωποι
καὶ
ὅταν
ἀφορίσωσιν
ὑμᾶς
καὶ
ὀνειδίσωσιν
καὶ
ἐκβάλωσιν
τὸ
ὄνομα
ὑμῶν
ὡς
πονηρὸν
ἕνεκα
τοῦ
υἱοῦ
τοῦ
ἀνθρώπου.
23χάρητε,
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ.
καὶ
σκιρτήσατε.
ἰδοὺ
γὰρ
ὁ
μισθὸς
ὑμῶν
πολὺς
ἐν
τῷ
οὐρανῷ.
κατὰ
τὰ
αὐτὰ
γὰρ
ἐποίουν
τοῖς
προφήταις
οἱ
πατέρες
αὐτῶν.
24πλὴν
οὐαὶ
ὑμῖν
τοῖς
πλουσίοις,
ὅτι
ἀπέχετε
τὴν
παράκλησιν
ὑμῶν.
25οὐαὶ
ὑμῖν
οἱ
ἐμπεπλησμένοι
νῦν,
ὅτι
πεινάσετε.
οὐαὶ
οἱ
γελῶντες
νῦν,
ὅτι
πενθήσετε
καὶ
κλαύσετε.
26οὐαὶ
ὅταν
καλῶς
ὑμᾶς
εἴπωσιν
πάντες
οἱ
ἄνθρωποι,
κατὰ
τὰ
αὐτὰ
γὰρ
ἐποίουν
τοῖς
ψευδοπροφήταις
οἱ
πατέρες
αὐτῶν.
27ἀλλὰ
ὑμῖν
λέγω,
τοῖς
ἀκούουσιν,
ἀγαπᾶτε
τοὺς
ἐχθροὺς
ὑμῶν.
καλῶς
ποιεῖτε
τοῖς
μισοῦσιν
ὑμᾶς.
28εὐλογεῖτε
τοὺς
καταρωμένους
ὑμᾶς·
προσεύχεσθε
περὶ
τῶν
ἐπηρεαζόντων
ὑμᾶς.
29τῷ
τύπτοντί
σε
ἐπὶ
τὴν
σιαγόνα,
πάρεχε
καὶ
τὴν
ἄλλην.
καὶ
ἀπὸ
τοῦ
αἴροντός
σου
τὸ
ἱμάτιον,
καὶ
τὸν
χιτῶνα
μὴ
κωλύσῃς.
30παντὶ
αἰτοῦντί
σε
δίδου·
καὶ
ἀπὸ
τοῦ
αἴροντος
τὰ
σά,
μὴ
ἀπαίτει.
31καὶ
καθὼς
θέλετε
ἵνα
ποιῶσιν
ὑμῖν
οἱ
ἄνθρωποι
ποιεῖτε
αὐτοῖς
ὁμοίως.
32καὶ
εἰ
ἀγαπᾶτε
τοὺς
ἀγαπῶντας
ὑμᾶς,
ποία
ὑμῖν
χάρις
ἐστίν;
καὶ
γὰρ
οἱ
ἁμαρτωλοὶ
τοὺς
ἀγαπῶντας
αὐτοὺς
ἀγαπῶσιν.
33καὶ
γὰρ
ἐὰν
ἀγαθοποιῆτε
τοὺς
ἀγαθοποιοῦντας
ὑμᾶς,
ποία
ὑμῖν
χάρις
ἐστίν;
καὶ
οἱ
ἁμαρτωλοὶ
τὸ
αὐτὸ
ποιοῦσιν.
34καὶ
ἐὰν
δανίσητε
παρ᾽
ὧν
ἐλπίζετε
λαβεῖν,
ποία
ὑμῖν
χάρις
ἐστίν;
καὶ
ἁμαρτωλοὶ
ἁμαρτωλοῖς
δανίζουσιν
ἵνα
ἀπολάβωσιν
τὰ
ἴσα.
35πλὴν
ἀγαπᾶτε
τοὺς
ἐχθροὺς
ὑμῶν.
καὶ
ἀγαθοποιεῖτε.
καὶ
δανίζετε
μηδὲν
ἀπελπίζοντες.
καὶ
ἔσται
ὁ
μισθὸς
ὑμῶν
πολύς,
καὶ
ἔσεσθε
υἱοὶ
ὑψίστου,
ὅτι
αὐτὸς
χρηστός
ἐστιν
ἐπὶ
τοὺς
ἀχαρίστους
καὶ
πονηρούς.
36γίνεσθε
οἰκτίρμονες,
καθὼς
ὁ
πατὴρ
ὑμῶν
οἰκτίρμων
ἐστίν.
37καὶ
μὴ
κρίνετε,
καὶ
οὐ
μὴ
κριθῆτε.
καὶ
μὴ
καταδικάζετε,
καὶ
οὐ
μὴ
καταδικασθῆτε.
ἀπολύετε,
καὶ
ἀπολυθήσεσθε.
38δίδοτε,
καὶ
δοθήσεται
ὑμῖν·
μέτρον
καλὸν
πεπιεσμένον,
σεσαλευμένον,
ὑπερεκχυννόμενον,
δώσουσιν
εἰς
τὸν
κόλπον
ὑμῶν.
ᾧ
γὰρ
μέτρῳ
μετρεῖτε
ἀντιμετρηθήσεται
ὑμῖν.
39εἶπεν
δὲ
καὶ
παραβολὴν
αὐτοῖς·
Μήτι
δύναται
τυφλὸς
τυφλὸν
ὁδηγεῖν;
οὐχὶ
ἀμφότεροι
εἰς
βόθυνον
ἐμπεσοῦνται;
40οὐκ
ἔστιν
μαθητὴς
ὑπὲρ
τὸν
διδάσκαλον·
κατηρτισμένος
δὲ
πᾶς
ἔσται
ὡς
ὁ
διδάσκαλος
αὐτοῦ.
41τί
δὲ
βλέπεις
τὸ
κάρφος
τὸ
ἐν
τῷ
ὀφθαλμῷ
τοῦ
ἀδελφοῦ
σου,
τὴν
δὲ
δοκὸν
τὴν
ἐν
τῷ
ἰδίῳ
ὀφθαλμῷ
οὐ
κατανοεῖς;
42πῶς
δύνασαι
λέγειν
τῷ
ἀδελφῷ
σου,
Ἀδελφέ,
ἄφες
ἐκβάλω
τὸ
κάρφος
τὸ
ἐν
τῷ
ὀφθαλμῷ
σου,
αὐτὸς
τὴν
ἐν
τῷ
ὀφθαλμῷ
σοῦ
δοκὸν
οὐ
βλέπων;
ὑποκριτά,
ἔκβαλε
πρῶτον
τὴν
δοκὸν
ἐκ
τοῦ
ὀφθαλμοῦ
σοῦ·
καὶ
τότε
διαβλέψεις
τὸ
κάρφος
τὸ
ἐν
τῷ
ὀφθαλμῷ
τοῦ
ἀδελφοῦ
σου
ἐκβαλεῖν.
43οὐ
γὰρ
ἔστιν
δένδρον
καλὸν
ποιοῦν
καρπὸν
σαπρόν,
οὐδὲ
πάλιν
δένδρον
σαπρὸν
ποιοῦν
καρπὸν
καλόν.
44ἕκαστον
γὰρ
δένδρον
ἐκ
τοῦ
ἰδίου
καρποῦ
γινώσκεται.
οὐ
γὰρ
ἐξ
ἀκανθῶν
συλλέγουσιν
σῦκα,
οὐδὲ
ἐκ
βάτου
σταφυλὴν
τρυγῶσιν.
45ὁ
ἀγαθὸς
ἄνθρωπος
ἐκ
τοῦ
ἀγαθοῦ
θησαυροῦ
τῆς
καρδίας
προφέρει
τὸ
ἀγαθόν,
καὶ
ὁ
πονηρὸς
ἐκ
τοῦ
πονηροῦ
προφέρει
τὸ
πονηρόν.
ἐκ
γὰρ
περισσεύματος
καρδίας
λαλεῖ
τὸ
στόμα
αὐτοῦ.
46τί
δέ
με
καλεῖτε,
Κύριε,
κύριε.
καὶ
οὐ
ποιεῖτε
ἃ
λέγω;
47πᾶς
ὁ
ἐρχόμενος
πρός
με,
καὶ
ἀκούων
μου
τῶν
λόγων,
καὶ
ποιῶν
αὐτούς,
ὑποδείξω
ὑμῖν
τίνι
ἐστὶν
ὅμοιος.
48ὅμοιός
ἐστιν
ἀνθρώπῳ
οἰκοδομοῦντι
οἰκίαν
ὃς
ἔσκαψεν
καὶ
ἐβάθυνεν
καὶ
ἔθηκεν
θεμέλιον
ἐπὶ
τὴν
πέτραν.
πλημμύρης
δὲ
γενομένης
προσέρηξεν
ὁ
ποταμὸς
τῇ
οἰκίᾳ
ἐκείνῃ,
καὶ
οὐκ
ἴσχυσεν
σαλεῦσαι
αὐτὴν
διὰ
τὸ
καλῶς
οἰκοδομῆσθαι
αὐτήν.
49ὁ
δὲ
ἀκούσας
καὶ
μὴ
ποιήσας
ὅμοιός
ἐστιν
ἀνθρώπῳ
οἰκοδομήσαντι
οἰκίαν
ἐπὶ
τὴν
γῆν
χωρὶς
θεμελίου·
ᾗ
προσέρηξεν
ὁ
ποταμός,
καὶ
εὐθὺς
συνέπεσεν
καὶ
ἐγένετο
τὸ
ῥῆγμα
τῆς
οἰκίας
ἐκείνης
μέγα.