Luke 8:1-56
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἐγένετο
ἐν
τῷ
καθεξῆς
καὶ
αὐτὸς
διώδευεν
κατὰ
πόλιν
καὶ
κώμην,
κηρύσσων
καὶ
εὐαγγελιζόμενος
τὴν
βασιλείαν
τοῦ
θεοῦ·
καὶ
οἱ
δώδεκα
σὺν
αὐτῷ,
2καὶ
γυναῖκές
τινες
αἳ
ἦσαν
τεθεραπευμέναι
ἀπὸ
πνευμάτων
πονηρῶν
καὶ
ἀσθενειῶν·
Μαρία
ἡ
καλουμένη
Μαγδαληνή,
ἀφ᾽
ἧς
δαιμόνια
ἑπτὰ
ἐξεληλύθει·
3καὶ
Ἰωάνα,
γυνὴ
Χουζᾶ,
ἐπιτρόπου
Ἡρῴδου,
καὶ
Σουσάννα,
καὶ
ἕτεραι
πολλαὶ
αἵτινες
διηκόνουν
αὐτοῖς
ἐκ
τῶν
ὑπαρχόντων
αὐταῖς.
4συνιόντος
δὲ
ὄχλου
πολλοῦ
καὶ
τῶν
κατὰ
πόλιν
ἐπιπορευομένων
πρὸς
αὐτὸν
εἶπεν
διὰ
παραβολῆς·
5Ἐξῆλθεν
ὁ
σπείρων
τοῦ
σπεῖραι
τὸν
σπόρον
αὐτοῦ.
καὶ
ἐν
τῷ
σπείρειν
αὐτόν,
ὃ
μὲν
ἔπεσεν
παρὰ
τὴν
ὁδόν,
καὶ
κατεπατήθη,
καὶ
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
κατέφαγεν
αὐτό.
6καὶ
ἕτερον
κατέπεσεν
ἐπὶ
τὴν
πέτραν.
καὶ
φυέν,
ἐξηράνθη
διὰ
τὸ
μὴ
ἔχειν
ἰκμάδα.
7καὶ
ἕτερον
ἔπεσεν
ἐν
μέσῳ
τῶν
ἀκανθῶν
καὶ
συμφυεῖσαι
αἱ
ἄκανθαι
ἀπέπνιξαν
αὐτό.
8καὶ
ἕτερον
ἔπεσεν
εἰς
τὴν
γῆν
τὴν
ἀγαθήν.
καὶ
φυὲν
ἐποίησεν
καρπὸν
ἑκατονταπλασίονα.
ταῦτα
λέγων,
ἐφώνει,
Ὁ
ἔχων
ὦτα
ἀκούειν
ἀκουέτω.
9ἐπηρώτων
δὲ
αὐτὸν
οἱ
μαθηταὶ
αὐτοῦ
τίς
αὕτη
εἴη
ἡ
παραβολή.
10ὁ
δὲ
εἶπεν,
Ὑμῖν
δέδοται
γνῶναι
τὰ
μυστήρια
τῆς
βασιλείας
τοῦ
θεοῦ·
τοῖς
δὲ
λοιποῖς
ἐν
παραβολαῖς
ἵνα·
βλέποντες,
μὴ
βλέπωσιν.
καὶ
ἀκούοντες,
μὴ
συνιῶσιν.
11ἔστιν
δὲ
αὕτη
ἡ
παραβολή·
ὁ
σπόρος
ἐστὶν
ὁ
λόγος
τοῦ
θεοῦ.
12οἱ
δὲ
παρὰ
τὴν
ὁδόν
εἰσιν
οἱ
ἀκούσαντες,
εἶτα
ἔρχεται
ὁ
διάβολος
καὶ
αἴρει
τὸν
λόγον
ἀπὸ
τῆς
καρδίας
αὐτῶν
ἵνα
μὴ
πιστεύσαντες
σωθῶσιν.
13οἱ
δὲ
ἐπὶ
τῆς
πέτρας
οἳ
ὅταν
ἀκούσωσιν
μετὰ
χαρᾶς
δέχονται
τὸν
λόγον.
καὶ
οὗτοι
ῥίζαν
οὐκ
ἔχουσιν,
οἳ
πρὸς
καιρὸν
πιστεύουσιν,
καὶ
ἐν
καιρῷ
πειρασμοῦ
ἀφίστανται.
14τὸ
δὲ
εἰς
τὰς
ἀκάνθας
πεσὸν
οὗτοί
εἰσιν
οἱ
ἀκούσαντες,
καὶ
ὑπὸ
μεριμνῶν
καὶ
πλούτου
καὶ
ἡδονῶν
τοῦ
βίου
πορευόμενοι
συμπνίγονται.
καὶ
οὐ
τελεσφοροῦσιν.
15τὸ
δὲ
ἐν
τῇ
καλῇ
γῇ
οὗτοί
εἰσιν
οἵτινες
ἐν
καρδίᾳ
καλῇ
καὶ
ἀγαθῇ,
ἀκούσαντες
τὸν
λόγον
κατέχουσιν,
καὶ
καρποφοροῦσιν
ἐν
ὑπομονῇ.
16οὐδεὶς
δὲ
λύχνον
ἅψας
καλύπτει
αὐτὸν
σκεύει
ἢ
ὑποκάτω
κλίνης
τίθησιν·
ἀλλ᾽
ἐπὶ
λυχνίας
τίθησιν,
ἵνα
οἱ
εἰσπορευόμενοι
βλέπωσιν
τὸ
φῶς.
17οὐ
γὰρ
ἔστιν
κρυπτὸν
ὃ
οὐ
φανερὸν
γενήσεται,
οὐδὲ
ἀπόκρυφον
ὃ
οὐ
μὴ
γνωσθῇ
καὶ
εἰς
φανερὸν
ἔλθῃ.
18βλέπετε
οὖν
πῶς
ἀκούετε.
ὃς
ἂν
γὰρ
ἔχῃ,
δοθήσεται
αὐτῷ.
καὶ
ὃς
ἂν
μὴ
ἔχῃ,
καὶ
ὃ
δοκεῖ
ἔχειν
ἀρθήσεται
ἀπ᾽
αὐτοῦ.
19παρεγένετο
δὲ
πρὸς
αὐτὸν
ἡ
μήτηρ
καὶ
οἱ
ἀδελφοὶ
αὐτοῦ,
καὶ
οὐκ
ἠδύναντο
συντυχεῖν
αὐτῷ
διὰ
τὸν
ὄχλον.
20ἀπηγγέλη
δὲ
αὐτῷ,
Ἡ
μήτηρ
σου
καὶ
οἱ
ἀδελφοί
σου
ἑστήκασιν
ἔξω,
ἰδεῖν
θέλοντές
σε.
21ὁ
δὲ
ἀποκριθεὶς
εἶπεν
πρὸς
αὐτούς,
Μήτηρ
μου
καὶ
ἀδελφοί
μου
οὗτοί
εἰσιν
οἱ
τὸν
λόγον
τοῦ
θεοῦ
ἀκούοντες
καὶ
ποιοῦντες.
22ἐγένετο
δὲ
ἐν
μιᾷ
τῶν
ἡμερῶν,
καὶ
αὐτὸς
ἐνέβη
εἰς
πλοῖον
καὶ
οἱ
μαθηταὶ
αὐτοῦ.
καὶ
εἶπεν
πρὸς
αὐτούς,
Διέλθωμεν
εἰς
τὸ
πέραν
τῆς
λίμνης
καὶ
ἀνήχθησαν.
23πλεόντων
δὲ
αὐτῶν,
ἀφύπνωσεν.
καὶ
κατέβη
λαῖλαψ
ἀνέμου
εἰς
τὴν
λίμνην.
καὶ
συνεπληροῦντο,
καὶ
ἐκινδύνευον.
24προσελθόντες
δὲ
διήγειραν
αὐτόν,
λέγοντες,
Ἐπιστάτα,
ἐπιστάτα,
ἀπολλύμεθα.
ὁ
δὲ
διεγερθείς,
ἐπετίμησεν
τῷ
ἀνέμῳ
καὶ
τῷ
κλύδωνι
τοῦ
ὕδατος.
καὶ
ἐπαύσαντο
καὶ
ἐγένετο
γαλήνη.
25εἶπεν
δὲ
αὐτοῖς,
Ποῦ
ἡ
πίστις
ὑμῶν;
φοβηθέντες
δὲ
ἐθαύμασαν.
λέγοντες
πρὸς
ἀλλήλους,
Τίς
ἄρα
οὗτός
ἐστιν;
ὅτι
καὶ
τοῖς
ἀνέμοις
ἐπιτάσσει,
καὶ
τῷ
ὕδατι
καὶ
ὑπακούουσιν
αὐτῷ.
26καὶ
κατέπλευσαν
εἰς
τὴν
χώραν
τῶν
Γερασηνῶν,
ἥτις
ἐστὶν
ἀντιπέρα
τῆς
Γαλιλαίας.
27ἐξελθόντι
δὲ
αὐτῷ
ἐπὶ
τὴν
γῆν,
ὑπήντησεν
ἀνήρ
τις
ἐκ
τῆς
πόλεως
ἔχων
δαιμόνια.
καὶ
χρόνῳ
ἱκανῷ
οὐκ
ἐνεδύσατο
ἱμάτιον
καὶ
ἐν
οἰκίᾳ
οὐκ
ἔμενεν,
ἀλλ᾽
ἐν
τοῖς
μνήμασιν.
28ἰδὼν
δὲ
τὸν
Ἰησοῦν,
ἀνακράξας
προσέπεσεν
αὐτῷ.
καὶ
φωνῇ
μεγάλῃ
εἶπεν,
Τί
ἐμοὶ
καὶ
σοί,
Ἰησοῦ,
υἱὲ
τοῦ
θεοῦ
τοῦ
ὑψίστου;
δέομαί
σου,
μή
με
βασανίσῃς.
29παρήγγειλεν
γὰρ
τῷ
πνεύματι
τῷ
ἀκαθάρτῳ
ἐξελθεῖν
ἀπὸ
τοῦ
ἀνθρώπου.
πολλοῖς
γὰρ
χρόνοις
συνηρπάκει
αὐτόν·
καὶ
ἐδεσμεύετο
ἁλύσεσιν
καὶ
πέδαις
φυλασσόμενος,
καὶ
διαρήσσων
τὰ
δεσμὰ
ἠλαύνετο
ὑπὸ
τοῦ
δαιμονίου,
εἰς
τὰς
ἐρήμους.
30ἐπηρώτησεν
δὲ
αὐτὸν
ὁ
Ἰησοῦς,
Τί
σοὶ
ὄνομά
ἐστιν;
ὁ
δὲ
εἶπεν,
Λεγιών,
ὅτι
εἰσῆλθεν
δαιμόνια
πολλὰ
εἰς
αὐτόν.
31καὶ
παρεκάλουν
αὐτὸν
ἵνα
μὴ
ἐπιτάξῃ
αὐτοῖς
εἰς
τὴν
ἄβυσσον
ἀπελθεῖν.
32ἦν
δὲ
ἐκεῖ
ἀγέλη
χοίρων
ἱκανῶν
βοσκομένη
ἐν
τῷ
ὄρει,
καὶ
παρεκάλεσαν
αὐτὸν
ἵνα
ἐπιτρέψῃ
αὐτοῖς
εἰς
ἐκείνους
εἰσελθεῖν.
καὶ
ἐπέτρεψεν
αὐτοῖς.
33ἐξελθόντα
δὲ
τὰ
δαιμόνια
ἀπὸ
τοῦ
ἀνθρώπου
εἰσῆλθον
εἰς
τοὺς
χοίρους,
καὶ
ὥρμησεν
ἡ
ἀγέλη
κατὰ
τοῦ
κρημνοῦ
εἰς
τὴν
λίμνην
καὶ
ἀπεπνίγη.
34ἰδόντες
δὲ
οἱ
βόσκοντες
τὸ
γεγονός,
ἔφυγον
καὶ
ἀπήγγειλαν,
εἰς
τὴν
πόλιν
καὶ
εἰς
τοὺς
ἀγρούς.
35ἐξῆλθον
δὲ
ἰδεῖν
τὸ
γεγονός.
καὶ
ἦλθαν
πρὸς
τὸν
Ἰησοῦν,
καὶ
εὗρον
καθήμενον
τὸν
ἄνθρωπον
ἀφ᾽
οὗ
τὰ
δαιμόνια
ἐξῆλθεν·
ἱματισμένον
καὶ
σωφρονοῦντα,
παρὰ
τοὺς
πόδας
τοῦ
Ἰησοῦ,
καὶ
ἐφοβήθησαν.
36ἀπήγγειλαν
δὲ
αὐτοῖς
οἱ
ἰδόντες
πῶς
ἐσώθη
ὁ
δαιμονισθείς.
37καὶ
ἠρώτησεν
αὐτὸν
ἅπαν
τὸ
πλῆθος
τῆς
περιχώρου
τῶν
Γερασηνῶν
ἀπελθεῖν
ἀπ᾽
αὐτῶν,
ὅτι
φόβῳ
μεγάλῳ
συνείχοντο.
αὐτὸς
δὲ
ἐμβὰς
εἰς
πλοῖον,
ὑπέστρεψεν.
38ἐδεῖτο
δὲ
αὐτοῦ
ὁ
ἀνὴρ
ἀφ᾽
οὗ
ἐξεληλύθει
τὰ
δαιμόνια
εἶναι
σὺν
αὐτῷ.
ἀπέλυσεν
δὲ
αὐτόν,
λέγων,
39Ὑπόστρεφε
εἰς
τὸν
οἶκόν
σου,
καὶ
διηγοῦ
ὅσα
σοι
ἐποίησεν
ὁ
θεός.
καὶ
ἀπῆλθεν
καθ᾽
ὅλην
τὴν
πόλιν
κηρύσσων
ὅσα
ἐποίησεν
αὐτῷ
ὁ
Ἰησοῦς.
40ἐν
δὲ
τῷ
ὑποστρέφειν
τὸν
Ἰησοῦν
ἀπεδέξατο
αὐτὸν
ὁ
ὄχλος
ἦσαν
γὰρ
πάντες
προσδοκῶντες
αὐτόν.
41καὶ
ἰδοὺ
ἦλθεν
ἀνὴρ
ᾧ
ὄνομα
Ἰάϊρος,
καὶ
οὗτος
ἄρχων
τῆς
συναγωγῆς
ὑπῆρχεν,
καὶ
πεσὼν
παρὰ
τοὺς
πόδας
Ἰησοῦ,
παρεκάλει
αὐτὸν
εἰσελθεῖν
εἰς
τὸν
οἶκον
αὐτοῦ.
42ὅτι
θυγάτηρ
μονογενὴς
ἦν
αὐτῷ,
ὡς
ἐτῶν
δώδεκα,
καὶ
αὐτὴ
ἀπέθνῃσκεν.
ἐν
δὲ
τῷ
ὑπάγειν
αὐτόν,
οἱ
ὄχλοι
συνέπνιγον
αὐτόν.
43καὶ
γυνὴ
οὖσα
ἐν
ῥύσει
αἵματος
ἀπὸ
ἐτῶν
δώδεκα,
ἥτις
οὐκ
ἴσχυσεν
ἀπ᾽
οὐδενὸς
θεραπευθῆναι.
44προσελθοῦσα
ὄπισθεν,
ἥψατο
τοῦ
κρασπέδου
τοῦ
ἱματίου
αὐτοῦ.
καὶ
παραχρῆμα,
ἔστη
ἡ
ῥύσις
τοῦ
αἵματος
αὐτῆς.
45καὶ
εἶπεν
ὁ
Ἰησοῦς,
Τίς
ὁ
ἁψάμενός
μου;
ἀρνουμένων
δὲ
πάντων,
εἶπεν
ὁ
Πέτρος,
Ἐπιστάτα,
οἱ
ὄχλοι
συνέχουσίν
σε
καὶ
ἀποθλίβουσιν.
46ὁ
δὲ
Ἰησοῦς
εἶπεν,
̔Ήψατό
μού
τις,
ἐγὼ
γὰρ
ἔγνων
δύναμιν
ἐξεληλυθυῖαν
ἀπ᾽
ἐμοῦ.
47ἰδοῦσα
δὲ
ἡ
γυνὴ
ὅτι
οὐκ
ἔλαθεν,
τρέμουσα
ἦλθεν
καὶ
προσπεσοῦσα
αὐτῷ.
δι᾽
ἣν
αἰτίαν
ἥψατο
αὐτοῦ
ἀπήγγειλεν
ἐνώπιον
παντὸς
τοῦ
λαοῦ
καὶ
ὡς
ἰάθη
παραχρῆμα.
48ὁ
δὲ
εἶπεν
αὐτῇ,
Θυγάτηρ,
ἡ
πίστις
σου
σέσωκέν
σε.
πορεύου
εἰς
εἰρήνην.
49ἔτι
αὐτοῦ
λαλοῦντος,
ἔρχεταί
τις
παρὰ
τοῦ
ἀρχισυναγώγου.
λέγων
ὅτι,
Τέθνηκεν
ἡ
θυγάτηρ
σου.
μηκέτι
σκύλλε
τὸν
διδάσκαλον.
50ὁ
δὲ
Ἰησοῦς
ἀκούσας,
ἀπεκρίθη
αὐτῷ,
Μὴ
φοβοῦ.
μόνον
πίστευσον,
καὶ
σωθήσεται.
51ἐλθὼν
δὲ
εἰς
τὴν
οἰκίαν,
οὐκ
ἀφῆκεν
εἰσελθεῖν
τινὰ
σὺν
αὐτῷ
εἰ
μὴ
Πέτρον,
καὶ
Ἰωάνην,
καὶ
Ἰάκωβον,
καὶ
τὸν
πατέρα
τῆς
παιδὸς
καὶ
τὴν
μητέρα.
52ἔκλαιον
δὲ
πάντες
καὶ
ἐκόπτοντο
αὐτήν,
ὁ
δὲ
εἶπεν,
Μὴ
κλαίετε.
οὐ
γὰρ
ἀπέθανεν·
ἀλλὰ
καθεύδει.
53καὶ
κατεγέλων
αὐτοῦ
εἰδότες
ὅτι
ἀπέθανεν.
54αὐτὸς
δὲ
κρατήσας
τῆς
χειρὸς
αὐτῆς
ἐφώνησεν,
λέγων,
Ἡ
παῖς,
ἔγειρε.
55καὶ
ἐπέστρεψεν
τὸ
πνεῦμα
αὐτῆς,
καὶ
ἀνέστη
παραχρῆμα.
καὶ
διέταξεν
αὐτῇ
δοθῆναι
φαγεῖν.
56καὶ
ἐξέστησαν
οἱ
γονεῖς
αὐτῆς,
ὁ
δὲ
παρήγγειλεν
αὐτοῖς
μηδενὶ
εἰπεῖν
τὸ
γεγονός.