Luke 11:1-54
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἐγένετο
ἐν
τῷ
εἶναι
αὐτὸν
ἐν
τόπῳ
τινὶ
προσευχόμενον·
ὡς
ἐπαύσατο,
εἶπέν
τις
τῶν
μαθητῶν
αὐτοῦ
πρὸς
αὐτόν,
Κύριε,
δίδαξον
ἡμᾶς
προσεύχεσθαι,
καθὼς
καὶ
Ἰωάνης
ἐδίδαξεν
τοὺς
μαθητὰς
αὐτοῦ.
2εἶπεν
δὲ
αὐτοῖς,
̔Όταν
προσεύχησθε
λέγετε·
Πάτερ,
ἁγιασθήτω
τὸ
ὄνομά
σου.
ἐλθάτω
ἡ
βασιλεία
σου.
3τὸν
ἄρτον
ἡμῶν
τὸν
ἐπιούσιον
δίδου
ἡμῖν
τὸ
καθ᾽
ἡμέραν,
4καὶ
ἄφες
ἡμῖν
τὰς
ἁμαρτίας
ἡμῶν,
καὶ
γὰρ
αὐτοὶ
ἀφίομεν
παντὶ
ὀφείλοντι
ἡμῖν.
καὶ
μὴ
εἰσενέγκῃς
ἡμᾶς
εἰς
πειρασμόν.
5καί,
εἶπεν
πρὸς
αὐτούς·
Τίς
ἐξ
ὑμῶν
ἕξει
φίλον
καὶ
πορεύσεται
πρὸς
αὐτὸν
μεσονυκτίου,
καὶ
εἴπῃ
αὐτῷ,
Φίλε,
χρῆσόν
μοι
τρεῖς
ἄρτους·
6ἐπειδὴ
φίλος
μου
παρεγένετο
ἐξ
ὁδοῦ
πρός
με,
καὶ
οὐκ
ἔχω
ὃ
παραθήσω
αὐτῷ.
7κἀκεῖνος
ἔσωθεν
ἀποκριθεὶς
εἴπῃ,
Μή
μοι
κόπους
πάρεχε·
ἤδη
ἡ
θύρα
κέκλεισται
καὶ
τὰ
παιδία
μου
μετ᾽
ἐμοῦ
εἰς
τὴν
κοίτην
εἰσίν.
οὐ
δύναμαι
ἀναστὰς
δοῦναί
σοι.
8λέγω
ὑμῖν—
εἰ
καὶ
οὐ
δώσει
αὐτῷ
ἀναστὰς
διὰ
τὸ
εἶναι
φίλον
αὐτοῦ,
διά
γε
τὴν
ἀναίδειαν
αὐτοῦ
ἐγερθεὶς
δώσει
αὐτῷ
ὅσων
χρῄζει.
9κἀγὼ
ὑμῖν
λέγω,
αἰτεῖτε,
καὶ
δοθήσεται
ὑμῖν.
ζητεῖτε,
καὶ
εὑρήσετε.
κρούετε,
καὶ
ἀνοιγήσεται
ὑμῖν.
10πᾶς
γὰρ
ὁ
αἰτῶν,
λαμβάνει.
καὶ
ὁ
ζητῶν,
εὑρίσκει.
καὶ
τῷ
κρούοντι,
ἀνοιγήσεται.
11τίνα
δὲ
ἐξ
ὑμῶν
τὸν
πατέρα—
αἰτήσει
ὁ
υἱὸς
ἰχθύν,
καὶ
ἀντὶ
ἰχθύος
ὄφιν
αὐτῷ
ἐπιδώσει;
12ἢ
καὶ
αἰτήσει
ᾠόν,
ἐπιδώσει
αὐτῷ
σκορπίον;
13εἰ
οὖν
ὑμεῖς
πονηροὶ
ὑπάρχοντες
οἴδατε
δόματα
ἀγαθὰ
διδόναι
τοῖς
τέκνοις
ὑμῶν,
πόσῳ
μᾶλλον
ὁ
πατὴρ
ὁ
ἐξ
οὐρανοῦ
δώσει
πνεῦμα
ἅγιον
τοῖς
αἰτοῦσιν
αὐτόν.
14καὶ
ἦν
ἐκβάλλων
δαιμόνιον
κωφόν,
ἐγένετο
δὲ
τοῦ
δαιμονίου
ἐξελθόντος,
ἐλάλησεν
ὁ
κωφός.
καὶ
ἐθαύμασαν
οἱ
ὄχλοι,
15τινὲς
δὲ
ἐξ
αὐτῶν
εἶπαν,
Ἐν
Βεελζεβούλ,
τῷ
ἄρχοντι
τῶν
δαιμονίων,
ἐκβάλλει
τὰ
δαιμόνια·
16ἕτεροι
δέ,
πειράζοντες,
σημεῖον
ἐξ
οὐρανοῦ
ἐζήτουν
παρ᾽
αὐτοῦ.
17αὐτὸς
δὲ
εἰδὼς
αὐτῶν
τὰ
διανοήματα,
εἶπεν
αὐτοῖς,
Πᾶσα
βασιλεία
ἐφ᾽
ἑαυτὴν
διαμερισθεῖσα
ἐρημοῦται.
καὶ
οἶκος
ἐπὶ
οἶκον
πίπτει.
18εἰ
δὲ
καὶ
ὁ
Σατανᾶς
ἐφ᾽
ἑαυτὸν
διεμερίσθη,
πῶς
σταθήσεται
ἡ
βασιλεία
αὐτοῦ;
ὅτι
λέγετε
ἐν
Βεελζεβοὺλ
ἐκβάλλειν
με
τὰ
δαιμόνια.
19εἰ
δὲ
ἐγὼ
ἐν
Βεελζεβοὺλ
ἐκβάλλω
τὰ
δαιμόνια,
οἱ
υἱοὶ
ὑμῶν
ἐν
τίνι
ἐκβάλλουσιν;
διὰ
τοῦτο,
αὐτοὶ
ὑμῶν
κριταὶ
ἔσονται.
20εἰ
δὲ
ἐν
δακτύλῳ
θεοῦ
ἐγὼ
ἐκβάλλω
τὰ
δαιμόνια,
ἄρα
ἔφθασεν
ἐφ᾽
ὑμᾶς
ἡ
βασιλεία
τοῦ
θεοῦ.
21ὅταν
ὁ
ἰσχυρὸς
καθωπλισμένος
φυλάσσῃ
τὴν
ἑαυτοῦ
αὐλήν,
ἐν
εἰρήνῃ
ἐστὶν
τὰ
ὑπάρχοντα
αὐτοῦ—
22ἐπὰν
δὲ
ἰσχυρότερος
αὐτοῦ
ἐπελθὼν
νικήσῃ
αὐτόν,
τὴν
πανοπλίαν
αὐτοῦ
αἴρει
ἐφ᾽
ᾗ
ἐπεποίθει,
καὶ
τὰ
σκῦλα
αὐτοῦ
διαδίδωσιν.
23ὁ
μὴ
ὢν
μετ᾽
ἐμοῦ
κατ᾽
ἐμοῦ
ἐστίν,
καὶ
ὁ
μὴ
συνάγων
μετ᾽
ἐμοῦ
σκορπίζει.
24ὅταν
τὸ
ἀκάθαρτον
πνεῦμα
ἐξέλθῃ
ἀπὸ
τοῦ
ἀνθρώπου,
διέρχεται
δι᾽
ἀνύδρων
τόπων,
ζητοῦν
ἀνάπαυσιν.
καὶ
μὴ
εὑρίσκον,
τότε
λέγει,
Ὑποστρέψω
εἰς
τὸν
οἶκόν
μου
ὅθεν
ἐξῆλθον.
25καὶ
ἐλθὸν
εὑρίσκει
σεσαρωμένον
καὶ
κεκοσμημένον.
26τότε
πορεύεται
καὶ
παραλαμβάνει
ἕτερα
πνεύματα
πονηρότερα
ἑαυτοῦ
ἑπτά,
καὶ
εἰσελθόντα
κατοικεῖ
ἐκεῖ.
καὶ
γίνεται
τὰ
ἔσχατα
τοῦ
ἀνθρώπου
ἐκείνου
χείρονα
τῶν
πρώτων.
27ἐγένετο
δὲ
ἐν
τῷ
λέγειν
αὐτὸν
ταῦτα,
ἐπάρασά
τις
φωνὴν
γυνὴ
ἐκ
τοῦ
ὄχλου
εἶπεν
αὐτῷ,
Μακαρία
ἡ
κοιλία
ἡ
βαστάσασά
σε,
καὶ
μαστοὶ
οὓς
ἐθήλασας.
28αὐτὸς
δὲ
εἶπεν,
Μενοῦν
μακάριοι
οἱ
ἀκούοντες
τὸν
λόγον
τοῦ
θεοῦ
καὶ
φυλάσσοντες.
29τῶν
δὲ
ὄχλων
ἐπαθροιζομένων,
ἤρξατο
λέγειν,
Ἡ
γενεὰ
αὕτη
γενεὰ
πονηρά
ἐστιν,
σημεῖον
ζητεῖ.
καὶ
σημεῖον
οὐ
δοθήσεται
αὐτῇ
εἰ
μὴ
τὸ
σημεῖον
Ἰωνᾶ.
30καθὼς
γὰρ
ἐγένετο
Ἰωνᾶς
τοῖς
Νινευείταις
σημεῖον
οὕτως
ἔσται
καὶ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
τῇ
γενεᾷ
ταύτῃ.
31βασίλισσα
νότου
ἐγερθήσεται
ἐν
τῇ
κρίσει
μετὰ
τῶν
ἀνδρῶν
τῆς
γενεᾶς
ταύτης
καὶ
κατακρινεῖ
αὐτούς,
ὅτι
ἦλθεν
ἐκ
τῶν
περάτων
τῆς
γῆς
ἀκοῦσαι
τὴν
σοφίαν
Σολομῶνος.
καὶ
ἰδοὺ
πλεῖον
Σολομῶνος
ὧδε.
32ἄνδρες
Νινευεῖται
ἀναστήσονται
ἐν
τῇ
κρίσει
μετὰ
τῆς
γενεᾶς
ταύτης
καὶ
κατακρινοῦσιν
αὐτήν,
ὅτι
μετενόησαν
εἰς
τὸ
κήρυγμα
Ἰωνᾶ.
καὶ
ἰδοὺ
πλεῖον
Ἰωνᾶ
ὧδε.
33οὐδεὶς
λύχνον
ἅψας
εἰς
κρύπτην
τίθησιν
οὐδὲ
ὑπὸ
τὸν
μόδιον,
ἀλλ᾽
ἐπὶ
τὴν
λυχνίαν,
ἵνα
οἱ
εἰσπορευόμενοι
τὸ
φῶς
βλέπωσιν.
34ὁ
λύχνος
τοῦ
σώματός
ἐστιν
ὁ
ὀφθαλμός
σου.
ὅταν
ὁ
ὀφθαλμός
σου
ἁπλοῦς
ᾖ,
καὶ
ὅλον
τὸ
σῶμά
σου
φωτεινόν
ἐστιν.
ἐπὰν
δὲ
πονηρὸς
ᾖ,
καὶ
τὸ
σῶμά
σου
σκοτεινόν.
35σκόπει
οὖν
μὴ
τὸ
φῶς
τὸ
ἐν
σοὶ
σκότος
ἐστίν.
36εἰ
οὖν
τὸ
σῶμά
σου
ὅλον
φωτεινόν,
μὴ
ἔχον
μέρος
τι
σκοτεινόν,
ἔσται
φωτεινὸν
ὅλον,
ὡς
ὅταν
ὁ
λύχνος
τῇ
ἀστραπῇ
φωτίζῃ
σε.
37ἐν
δὲ
τῷ
λαλῆσαι,
ἐρωτᾷ
αὐτὸν
Φαρισαῖος
ὅπως
ἀριστήσῃ
παρ᾽
αὐτῷ·
εἰσελθὼν
δὲ
ἀνέπεσεν.
38ὁ
δὲ
Φαρισαῖος
ἰδὼν
ἐθαύμασεν
ὅτι
οὐ
πρῶτον
ἐβαπτίσθη
πρὸ
τοῦ
ἀρίστου.
39εἶπεν
δὲ
ὁ
κύριος
πρὸς
αὐτόν,
Νῦν
ὑμεῖς
οἱ
Φαρισαῖοι
τὸ
ἔξωθεν
τοῦ
ποτηρίου
καὶ
τοῦ
πίνακος
καθαρίζετε,
τὸ
δὲ
ἔσωθεν
ὑμῶν—
γέμει
ἁρπαγῆς
καὶ
πονηρίας.
40ἄφρονες·
οὐχ
ὁ
ποιήσας
τὸ
ἔξωθεν
καὶ
τὸ
ἔσωθεν
ἐποίησεν;
41πλὴν
τὰ
ἐνόντα
δότε
ἐλεημοσύνην,
καὶ
ἰδοὺ
πάντα
καθαρὰ
ὑμῖν
ἐστίν.
42ἀλλὰ
οὐαὶ
ὑμῖν
τοῖς
Φαρισαίοις,
ὅτι
ἀποδεκατοῦτε
τὸ
ἡδύοσμον
καὶ
τὸ
πήγανον
καὶ
πᾶν
λάχανον,
καὶ
παρέρχεσθε
τὴν
κρίσιν
καὶ
τὴν
ἀγάπην
τοῦ
θεοῦ.
ταῦτα
δὲ
ἔδει
ποιῆσαι,
κἀκεῖνα
μὴ
παρεῖναι.
43οὐαὶ
ὑμῖν
τοῖς
Φαρισαίοις·
ὅτι
ἀγαπᾶτε
τὴν
πρωτοκαθεδρίαν
ἐν
ταῖς
συναγωγαῖς
καὶ
τοὺς
ἀσπασμοὺς
ἐν
ταῖς
ἀγοραῖς.
44οὐαὶ
ὑμῖν·
ὅτι
ἐστὲ
ὡς
τὰ
μνημεῖα
τὰ
ἄδηλα·
καὶ
οἱ
ἄνθρωποι
οἱ
περιπατοῦντες
ἐπάνω
οὐκ
οἴδασιν.
45ἀποκριθεὶς
δέ
τις
τῶν
νομικῶν
λέγει
αὐτῷ,
Διδάσκαλε,
ταῦτα
λέγων,
καί,
ἡμᾶς
ὑβρίζεις.
46ὁ
δὲ
εἶπεν,
Καὶ
ὑμῖν
τοῖς
νομικοῖς
οὐαί·
ὅτι
φορτίζετε
τοὺς
ἀνθρώπους
φορτία
δυσβάστακτα,
καὶ
αὐτοὶ
ἑνὶ
τῶν
δακτύλων
ὑμῶν
οὐ
προσψαύετε
τοῖς
φορτίοις.
47οὐαὶ
ὑμῖν·
ὅτι
οἰκοδομεῖτε
τὰ
μνημεῖα
τῶν
προφητῶν
οἱ
δὲ
πατέρες
ὑμῶν
ἀπέκτειναν
αὐτούς.
48ἄρα,
μάρτυρές
ἐστε
καὶ
συνευδοκεῖτε
τοῖς
ἔργοις
τῶν
πατέρων
ὑμῶν.
ὅτι
αὐτοὶ
μὲν
ἀπέκτειναν
αὐτούς,
ὑμεῖς
δὲ
οἰκοδομεῖτε.
49διὰ
τοῦτο
καὶ
ἡ
σοφία
τοῦ
θεοῦ
εἶπεν·
Ἀποστελῶ
εἰς
αὐτοὺς
προφήτας
καὶ
ἀποστόλους,
καὶ
ἐξ
αὐτῶν
ἀποκτενοῦσιν
καὶ
διώξουσιν.
50ἵνα,
ἐκζητηθῇ
τὸ
αἷμα
πάντων
τῶν
προφητῶν
τὸ
ἐκκεχυμένον
ἀπὸ
καταβολῆς
κόσμου
ἀπὸ
τῆς
γενεᾶς
ταύτης—
51ἀπὸ
αἵματος
̔Άβελ
ἕως
αἵματος
Ζαχαρίου,
τοῦ
ἀπολομένου
μεταξὺ
τοῦ
θυσιαστηρίου
καὶ
τοῦ
οἴκου.
ναί,
λέγω
ὑμῖν,
ἐκζητηθήσεται
ἀπὸ
τῆς
γενεᾶς
ταύτης.
52οὐαὶ
ὑμῖν
τοῖς
νομικοῖς·
ὅτι
ἤρατε
τὴν
κλεῖδα
τῆς
γνώσεως.
αὐτοὶ
οὐκ
εἰσήλθατε,
καὶ
τοὺς
εἰσερχομένους
ἐκωλύσατε.
53κἀκεῖθεν
ἐξελθόντος
αὐτοῦ,
ἤρξαντο
οἱ
γραμματεῖς
καὶ
οἱ
Φαρισαῖοι
δεινῶς
ἐνέχειν
καὶ
ἀποστοματίζειν
αὐτὸν
περὶ
πλειόνων·
54ἐνεδρεύοντες
αὐτὸν
θηρεῦσαί
τι
ἐκ
τοῦ
στόματος
αὐτοῦ.