Luke 12:1-59
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἐν
οἷς,
ἐπισυναχθεισῶν
τῶν
μυριάδων
τοῦ
ὄχλου
ὥστε
καταπατεῖν
ἀλλήλους.
ἤρξατο
λέγειν
πρὸς
τοὺς
μαθητὰς
αὐτοῦ
πρῶτον,
Προσέχετε
ἑαυτοῖς
ἀπὸ
τῆς
ζύμης—
ἥτις
ἐστὶν
ὑπόκρισις—
τῶν
Φαρισαίων.
2οὐδὲν
δὲ
συγκεκαλυμμένον
ἐστὶν
ὃ
οὐκ
ἀποκαλυφθήσεται,
καὶ
κρυπτὸν
ὃ
οὐ
γνωσθήσεται.
3ἀνθ᾽
ὧν
ὅσα
ἐν
τῇ
σκοτίᾳ
εἴπατε
ἐν
τῷ
φωτὶ
ἀκουσθήσεται,
καὶ
ὃ
πρὸς
τὸ
οὖς
ἐλαλήσατε
ἐν
τοῖς
ταμείοις
κηρυχθήσεται
ἐπὶ
τῶν
δωμάτων.
4λέγω
δὲ
ὑμῖν
τοῖς
φίλοις
μου,
μὴ
φοβηθῆτε
ἀπὸ
τῶν
ἀποκτεινόντων
τὸ
σῶμα·
καὶ
μετὰ
ταῦτα
μὴ
ἐχόντων
περισσότερόν
τι
ποιῆσαι.
5ὑποδείξω
δὲ
ὑμῖν
τίνα
φοβηθῆτε.
φοβήθητε
τὸν
μετὰ
τὸ
ἀποκτεῖναι
ἔχοντα
ἐξουσίαν
ἐμβαλεῖν
εἰς
τὴν
γέενναν.
ναὶ
λέγω
ὑμῖν,
τοῦτον
φοβήθητε.
6οὐχὶ
πέντε
στρουθία
πωλοῦνται
ἀσσαρίων
δύο;
καὶ
ἓν
ἐξ
αὐτῶν
οὐκ
ἔστιν
ἐπιλελησμένον
ἐνώπιον
τοῦ
θεοῦ.
7ἀλλὰ
καὶ
αἱ
τρίχες
τῆς
κεφαλῆς
ὑμῶν
πᾶσαι
ἠρίθμηνται.
μὴ
φοβεῖσθε·
πολλῶν
στρουθίων
διαφέρετε.
8λέγω
δὲ
ὑμῖν,
πᾶς
ὃς
ἂν
ὁμολογήσει
ἐν
ἐμοὶ
ἔμπροσθεν
τῶν
ἀνθρώπων,
καὶ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ὁμολογήσει
ἐν
αὐτῷ
ἔμπροσθεν
τῶν
ἀγγέλων
τοῦ
θεοῦ.
9ὁ
δὲ
ἀρνησάμενός
με
ἐνώπιον
τῶν
ἀνθρώπων
ἀπαρνηθήσεται
ἐνώπιον
τῶν
ἀγγέλων
τοῦ
θεοῦ.
10καὶ
πᾶς
ὃς
ἐρεῖ
λόγον
εἰς
τὸν
υἱὸν
τοῦ
ἀνθρώπου
ἀφεθήσεται
αὐτῷ,
τῷ
δὲ
εἰς
τὸ
ἅγιον
πνεῦμα
βλασφημήσαντι
οὐκ
ἀφεθήσεται.
11ὅταν
δὲ
εἰσφέρωσιν
ὑμᾶς
ἐπὶ
τὰς
συναγωγὰς
καὶ
τὰς
ἀρχὰς
καὶ
τὰς
ἐξουσίας,
μὴ
μεριμνήσητε
πῶς
ἢ
τί
ἀπολογήσησθε
ἢ
τί
εἴπητε,
12τὸ
γὰρ
ἅγιον
πνεῦμα
διδάξει
ὑμᾶς
ἐν
αὐτῇ
τῇ
ὥρᾳ
ἃ
δεῖ
εἰπεῖν.
13εἶπεν
δέ
τις
ἐκ
τοῦ
ὄχλου
αὐτῷ,
Διδάσκαλε,
εἰπὲ
τῷ
ἀδελφῷ
μου
μερίσασθαι
μετ᾽
ἐμοῦ
τὴν
κληρονομίαν.
14ὁ
δὲ
εἶπεν
αὐτῷ,
̓Άνθρωπε,
τίς
με
κατέστησεν
κριτὴν
ἢ
μεριστὴν
ἐφ᾽
ὑμᾶς;
15εἶπεν
δὲ
πρὸς
αὐτούς,
Ὁρᾶτε
καὶ
φυλάσσεσθε
ἀπὸ
πάσης
πλεονεξίας·
ὅτι
οὐκ
ἐν
τῷ
περισσεύειν
τινὶ
ἡ
ζωὴ
αὐτοῦ
ἐστὶν
ἐκ
τῶν
ὑπαρχόντων
αὐτῷ.
16εἶπεν
δὲ
παραβολὴν
πρὸς
αὐτοὺς
λέγων·
Ἀνθρώπου
τινὸς
πλουσίου
εὐφόρησεν
ἡ
χώρα.
17καὶ
διελογίζετο
ἐν
ἑαυτῷ
λέγων,
Τί
ποιήσω;
ὅτι
οὐκ
ἔχω
ποῦ
συνάξω
τοὺς
καρπούς
μου.
18καὶ
εἶπεν,
Τοῦτο
ποιήσω·
καθελῶ
μου
τὰς
ἀποθήκας
καὶ
μείζονας
οἰκοδομήσω.
καὶ
συνάξω
ἐκεῖ
πάντα
τὸν
σῖτον
καὶ
τὰ
ἀγαθά
μου.
19καὶ
ἐρῶ
τῇ
ψυχῇ
μου,
Ψυχή,
ἔχεις
πολλὰ
ἀγαθὰ
κείμενα
εἰς
ἔτη
πολλά.
ἀναπαύου·
φάγε,
πίε,
εὐφραίνου.
20εἶπεν
δὲ
αὐτῷ
ὁ
θεός,
̓Άφρων,
ταύτῃ
τῇ
νυκτὶ
τὴν
ψυχήν
σου
αἰτοῦσιν
ἀπὸ
σοῦ.
ἃ
δὲ
ἡτοίμασας,
τίνι
ἔσται;
21οὕτως,
ὁ
θησαυρίζων
ἑαυτῷ
καὶ
μὴ
εἰς
θεὸν
πλουτῶν.
22εἶπεν,
δέ,
πρὸς
τοὺς
μαθητὰς
αὐτοῦ,
Διὰ
τοῦτο
λέγω
ὑμῖν
μὴ
μεριμνᾶτε
τῇ
ψυχῇ—
τί
φάγητε
μηδὲ
τῷ
σώματι
τί
ἐνδύσησθε.
23ἡ
γὰρ
ψυχὴ
πλεῖόν
ἐστιν
τῆς
τροφῆς,
καὶ
τὸ
σῶμα
τοῦ
ἐνδύματος.
24κατανοήσατε
τοὺς
κόρακας·
ὅτι
οὐ
σπείρουσιν
οὐδὲ
θερίζουσιν
οἷς
οὐκ
ἔστιν
ταμεῖον
οὐδὲ
ἀποθήκη,
καὶ
ὁ
θεὸς
τρέφει
αὐτούς.
πόσῳ
μᾶλλον
ὑμεῖς
διαφέρετε
τῶν
πετεινῶν.
25τίς
δὲ
ἐξ
ὑμῶν
μεριμνῶν
δύναται
ἐπὶ
τὴν
ἡλικίαν
αὐτοῦ
προσθεῖναι
πῆχυν;
26εἰ
οὖν
οὐδὲ
ἐλάχιστον
δύνασθε,
τί
περὶ
τῶν
λοιπῶν
μεριμνᾶτε;
27κατανοήσατε
τὰ
κρίνα
πῶς
αὐξάνει·
οὐ
κοπιᾷ
οὐδὲ
νήθει.
λέγω
δὲ
ὑμῖν,
οὐδὲ
Σολομὼν
ἐν
πάσῃ
τῇ
δόξῃ
αὐτοῦ
περιεβάλετο
ὡς
ἓν
τούτων.
28εἰ
δὲ
ἐν
ἀγρῷ
τὸν
χόρτον
ὄντα
σήμερον
καὶ
αὔριον
εἰς
κλίβανον
βαλλόμενον
ὁ
θεὸς
οὕτως
ἀμφιάζει,
πόσῳ
μᾶλλον
ὑμᾶς,
ὀλιγόπιστοι.
29καὶ
ὑμεῖς
μὴ
ζητεῖτε
τί
φάγητε
καὶ
τί
πίητε·
καὶ
μὴ
μετεωρίζεσθε.
30ταῦτα
γὰρ
πάντα
τὰ
ἔθνη
τοῦ
κόσμου
ἐπιζητοῦσιν,
ὑμῶν
δὲ
ὁ
πατὴρ
οἶδεν
ὅτι
χρῄζετε
τούτων.
31πλὴν
ζητεῖτε
τὴν
βασιλείαν
αὐτοῦ,
καὶ
ταῦτα
προστεθήσεται
ὑμῖν.
32μὴ
φοβοῦ,
τὸ
μικρὸν
ποίμνιον·
ὅτι
εὐδόκησεν
ὁ
πατὴρ
ὑμῶν
δοῦναι
ὑμῖν
τὴν
βασιλείαν.
33πωλήσατε
τὰ
ὑπάρχοντα
ὑμῶν
καὶ
δότε
ἐλεημοσύνην.
ποιήσατε
ἑαυτοῖς
βαλλάντια
μὴ
παλαιούμενα·
θησαυρὸν
ἀνέκλειπτον
ἐν
τοῖς
οὐρανοῖς,
ὅπου
κλέπτης
οὐκ
ἐγγίζει
οὐδὲ
σὴς
διαφθείρει.
34ὅπου
γάρ
ἐστιν
ὁ
θησαυρὸς
ὑμῶν,
ἐκεῖ
καὶ
ἡ
καρδία
ὑμῶν
ἔσται.
35ἔστωσαν
ὑμῶν
αἱ
ὀσφύες
περιεζωσμέναι
καὶ
οἱ
λύχνοι
καιόμενοι,
36καὶ
ὑμεῖς
ὅμοιοι
ἀνθρώποις
προσδεχομένοις
τὸν
κύριον
ἑαυτῶν
πότε
ἀναλύσῃ
ἐκ
τῶν
γάμων.
ἵνα
ἐλθόντος
καὶ
κρούσαντος
εὐθέως
ἀνοίξωσιν
αὐτῷ.
37μακάριοι
οἱ
δοῦλοι
ἐκεῖνοι
οὓς
ἐλθὼν
ὁ
κύριος
εὑρήσει
γρηγοροῦντας.
ἀμὴν
λέγω
ὑμῖν,
ὅτι
περιζώσεται,
καὶ
ἀνακλινεῖ
αὐτούς,
καὶ
παρελθὼν
διακονήσει
αὐτοῖς.
38κἂν
ἐν
τῇ
δευτέρᾳ
κἂν
ἐν
τῇ
τρίτῃ
φυλακῇ
ἔλθῃ.
καὶ
εὕρῃ
οὕτως,
μακάριοί
εἰσιν
ἐκεῖνοι.
39τοῦτο
δὲ
γινώσκετε·
ὅτι
εἰ
ᾔδει
ὁ
οἰκοδεσπότης
ποίᾳ
ὥρᾳ
ὁ
κλέπτης
ἔρχεται,
οὐκ
ἂν
ἀφῆκεν
διορυχθῆναι
τὸν
οἶκον
αὐτοῦ.
40καὶ
ὑμεῖς
γίνεσθε
ἕτοιμοι,
ὅτι
ᾗ
ὥρᾳ
οὐ
δοκεῖτε
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἔρχεται.
41εἶπεν
δὲ
ὁ
Πέτρος,
Κύριε,
πρὸς
ἡμᾶς
τὴν
παραβολὴν
ταύτην
λέγεις
ἢ
καὶ
πρὸς
πάντας;
42καὶ
εἶπεν
ὁ
κύριος,
Τίς
ἄρα
ἐστὶν
ὁ
πιστὸς
οἰκονόμος,
ὁ
φρόνιμος;
ὃν
καταστήσει
ὁ
κύριος
ἐπὶ
τῆς
θεραπείας
αὐτοῦ
τοῦ
διδόναι
ἐν
καιρῷ
τὸ
σιτομέτριον.
43μακάριος
ὁ
δοῦλος
ἐκεῖνος,
ὃν
ἐλθὼν
ὁ
κύριος
αὐτοῦ
εὑρήσει
ποιοῦντα
οὕτως.
44ἀληθῶς
λέγω
ὑμῖν,
ὅτι
ἐπὶ
πᾶσιν
τοῖς
ὑπάρχουσιν
αὐτοῦ
καταστήσει
αὐτόν.
45ἐὰν
δὲ
εἴπῃ
ὁ
δοῦλος
ἐκεῖνος
ἐν
τῇ
καρδίᾳ
αὐτοῦ,
Χρονίζει
ὁ
κύριός
μου
ἔρχεσθαι,
καὶ
ἄρξηται
τύπτειν
τοὺς
παῖδας
καὶ
τὰς
παιδίσκας,
ἐσθίειν
τε
καὶ
πίνειν,
καὶ
μεθύσκεσθαι;
46ἥξει
ὁ
κύριος
τοῦ
δούλου
ἐκείνου
ἐν
ἡμέρᾳ
ᾗ
οὐ
προσδοκᾷ
καὶ
ἐν
ὥρᾳ
ᾗ
οὐ
γινώσκει,
καὶ
διχοτομήσει
αὐτὸν
καὶ
τὸ
μέρος
αὐτοῦ
μετὰ
τῶν
ἀπίστων
θήσει.
47ἐκεῖνος
δὲ
ὁ
δοῦλος
ὁ
γνοὺς
τὸ
θέλημα
τοῦ
κυρίου
αὐτοῦ,
καὶ
μὴ
ἑτοιμάσας
ἢ
ποιήσας
πρὸς
τὸ
θέλημα
αὐτοῦ,
δαρήσεται
πολλάς·
48ὁ
δὲ
μὴ
γνούς,
ποιήσας
δὲ
ἄξια
πληγῶν,
δαρήσεται
ὀλίγας.
παντὶ
δὲ
ᾧ
ἐδόθη
πολύ,
πολὺ
ζητηθήσεται
παρ᾽
αὐτοῦ·
καὶ
ᾧ
παρέθεντο
πολύ,
περισσότερον
αἰτήσουσιν
αὐτόν.
49πῦρ
ἦλθον
βαλεῖν
ἐπὶ
τὴν
γῆν,
καὶ
τί
θέλω
εἰ
ἤδη
ἀνήφθη.
50βάπτισμα
δὲ
ἔχω
βαπτισθῆναι,
καὶ
πῶς
συνέχομαι
ἕως
ὅτου
τελεσθῇ.
51δοκεῖτε
ὅτι
εἰρήνην
παρεγενόμην
δοῦναι
ἐν
τῇ
γῇ;
οὐχί,
λέγω
ὑμῖν
ἀλλ᾽
ἢ
διαμερισμόν.
52ἔσονται
γὰρ
ἀπὸ
τοῦ
νῦν,
πέντε
ἐν
ἑνὶ
οἴκῳ
διαμεμερισμένοι,
τρεῖς
ἐπὶ
δυσίν—
καὶ
δύο
ἐπὶ
τρισίν.
53διαμερισθήσονται
πατὴρ
ἐπὶ
υἱῷ,
καὶ
υἱὸς
ἐπὶ
πατρί·
μήτηρ
ἐπὶ
τὴν
θυγατέρα,
καὶ
θυγάτηρ
ἐπὶ
τὴν
μητέρα·
πενθερὰ
ἐπὶ
τὴν
νύμφην
αὐτῆς,
καὶ
νύμφη
ἐπὶ
τὴν
πενθεράν.
54ἔλεγεν
δὲ
καὶ
τοῖς
ὄχλοις,
̔Όταν
ἴδητε
νεφέλην
ἀνατέλλουσαν
ἐπὶ
δυσμῶν,
εὐθέως
λέγετε
ὅτι,
̓Όμβρος
ἔρχεται·
καὶ
γίνεται
οὕτως.
55καὶ
ὅταν
νότον
πνέοντα,
λέγετε
ὅτι,
Καύσων
ἔσται·
καὶ
γίνεται.
56ὑποκριταί,
τὸ
πρόσωπον
τῆς
γῆς
καὶ
τοῦ
οὐρανοῦ
οἴδατε
δοκιμάζειν,
τὸν
καιρὸν
δὲ
τοῦτον
πῶς
οὐκ
οἴδατε
δοκιμάζειν.
57τί
δὲ
καὶ
ἀφ᾽
ἑαυτῶν
οὐ
κρίνετε
τὸ
δίκαιον;
58ὡς
γὰρ
ὑπάγεις
μετὰ
τοῦ
ἀντιδίκου
σου
ἐπ᾽
ἄρχοντα,
ἐν
τῇ
ὁδῷ
δὸς
ἐργασίαν
ἀπηλλάχθαι
ἀπ᾽
αὐτοῦ.
μήποτε
κατασύρῃ
σε
πρὸς
τὸν
κριτήν,
καὶ
ὁ
κριτής
σε
παραδώσει
τῷ
πράκτορι,
καὶ
ὁ
πράκτωρ
σε
βαλεῖ
εἰς
φυλακήν.
59λέγω
σοι,
οὐ
μὴ
ἐξέλθῃς
ἐκεῖθεν
ἕως
καὶ
τὸ
ἔσχατον
λεπτὸν
ἀποδῷς.