Luke 2:1-52
Luke 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ἐγένετο
δὲ
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
ἐξῆλθεν
δόγμα
παρὰ
Καίσαρος,
Αὐγούστου,
ἀπογράφεσθαι
πᾶσαν
τὴν
οἰκουμένην.
2(αὕτη
ἀπογραφὴ
πρώτη
ἐγένετο
ἡγεμονεύοντος
τῆς
Συρίας
Κυρηνίου.)
3καὶ
ἐπορεύοντο
πάντες
ἀπογράφεσθαι
ἕκαστος
εἰς
τὴν
ἑαυτοῦ
πόλιν.
4ἀνέβη
δὲ
καὶ
Ἰωσὴφ
ἀπὸ
τῆς
Γαλιλαίας,
ἐκ
πόλεως
Ναζαρέτ,
εἰς
τὴν
Ἰουδαίαν
εἰς
πόλιν
Δαυείδ,
ἥτις
καλεῖται
Βηθλεέμ,
διὰ
τὸ
εἶναι
αὐτὸν
ἐξ
οἴκου
καὶ
πατριᾶς
Δαυείδ·
5ἀπογράψασθαι
σὺν
Μαριὰμ
τῇ
ἐμνηστευμένῃ
αὐτῷ,
οὔσῃ
ἐνκύῳ.
6ἐγένετο
δὲ
ἐν
τῷ
εἶναι
αὐτοὺς
ἐκεῖ,
ἐπλήσθησαν
αἱ
ἡμέραι
τοῦ
τεκεῖν
αὐτήν.
7καὶ
ἔτεκεν
τὸν
υἱὸν
αὐτῆς,
τὸν
πρωτότοκον,
καὶ
ἐσπαργάνωσεν
αὐτὸν
καὶ
ἀνέκλινεν
αὐτὸν
ἐν
φάτνῃ,
διότι
οὐκ
ἦν
αὐτοῖς
τόπος
ἐν
τῷ
καταλύματι.
8καὶ
ποιμένες
ἦσαν
ἐν
τῇ
χώρᾳ
τῇ
αὐτῇ
ἀγραυλοῦντες,
καὶ
φυλάσσοντες
φυλακάς,
τῆς
νυκτός,
ἐπὶ
τὴν
ποίμνην
αὐτῶν.
9καί,
ἄγγελος
κυρίου
ἐπέστη
αὐτοῖς,
καὶ
δόξα
κυρίου
περιέλαμψεν
αὐτούς.
καὶ
ἐφοβήθησαν
φόβον
μέγαν,
10καὶ
εἶπεν
αὐτοῖς
ὁ
ἄγγελος,
Μὴ
φοβεῖσθε.
ἰδοὺ
γὰρ
εὐαγγελίζομαι
ὑμῖν
χαρὰν
μεγάλην
ἥτις
ἔσται
παντὶ
τῷ
λαῷ.
11ὅτι
ἐτέχθη
ὑμῖν
σήμερον
σωτήρ—
ὅς
ἐστιν
Χριστός,
κύριος—
ἐν
πόλει
Δαυείδ.
12καὶ
τοῦτο
ὑμῖν
τὸ
σημεῖον·
εὑρήσετε
βρέφος
ἐσπαργανωμένον,
καὶ
κείμενον
ἐν
φάτνῃ.
13καὶ
ἐξαίφνης,
ἐγένετο
σὺν
τῷ
ἀγγέλῳ
πλῆθος
στρατιᾶς
οὐρανίου
αἰνούντων
τὸν
θεὸν
καὶ
λεγόντων·
14Δόξα
ἐν
ὑψίστοις
θεῷ,
καὶ
ἐπὶ
γῆς
εἰρήνη
ἐν
ἀνθρώποις
εὐδοκίας.
15καὶ
ἐγένετο
ὡς
ἀπῆλθον
ἀπ᾽
αὐτῶν
εἰς
τὸν
οὐρανὸν
οἱ
ἄγγελοι,
οἱ
ποιμένες
ἐλάλουν
πρὸς
ἀλλήλους,
Διέλθωμεν
δὴ
ἕως
Βηθλεέμ·
καὶ
ἴδωμεν
τὸ
ῥῆμα
τοῦτο
τὸ
γεγονός,
ὃ
ὁ
κύριος
ἐγνώρισεν
ἡμῖν.
16καὶ
ἦλθαν
σπεύσαντες
καὶ
ἀνεῦραν
τήν
τε
Μαριὰμ
καὶ
τὸν
Ἰωσήφ·
καὶ
τὸ
βρέφος,
κείμενον
ἐν
τῇ
φάτνῃ.
17ἰδόντες
δέ,
ἐγνώρισαν
περὶ
τοῦ
ῥήματος
τοῦ
λαληθέντος
αὐτοῖς
περὶ
τοῦ
παιδίου
τούτου.
18καὶ
πάντες
οἱ
ἀκούσαντες
ἐθαύμασαν
περὶ
τῶν
λαληθέντων
ὑπὸ
τῶν
ποιμένων
πρὸς
αὐτούς,
19ἡ
δὲ
Μαρία
πάντα
συνετήρει
τὰ
ῥήματα
ταῦτα
συμβάλλουσα
ἐν
τῇ
καρδίᾳ
αὐτῆς.
20καὶ
ὑπέστρεψαν
οἱ
ποιμένες,
δοξάζοντες
καὶ
αἰνοῦντες
τὸν
θεὸν
ἐπὶ
πᾶσιν
οἷς
ἤκουσαν
καὶ
εἶδον·
καθὼς
ἐλαλήθη
πρὸς
αὐτούς.
21καὶ
ὅτε
ἐπλήσθησαν
ἡμέραι
ὀκτώ,
τοῦ
περιτεμεῖν
αὐτόν,
καὶ
ἐκλήθη
τὸ
ὄνομα
αὐτοῦ
Ἰησοῦς,
τὸ
κληθὲν
ὑπὸ
τοῦ
ἀγγέλου
πρὸ
τοῦ
συλλημφθῆναι
αὐτὸν
ἐν
τῇ
κοιλίᾳ.
22καὶ
ὅτε
ἐπλήσθησαν
αἱ
ἡμέραι
τοῦ
καθαρισμοῦ
αὐτῶν,
κατὰ
τὸν
νόμον
Μωυσέως·
ἀνήγαγον
αὐτὸν
εἰς
Ἱεροσόλυμα
παραστῆσαι
τῷ
κυρίῳ.
23καθὼς
γέγραπται
ἐν
νόμῳ
κυρίου
ὅτι,
Πᾶν
ἄρσεν
διανοῖγον
μήτραν,
ἅγιον
τῷ
κυρίῳ
κληθήσεται.
24καὶ
τοῦ
δοῦναι
θυσίαν
κατὰ
τὸ
εἰρημένον
ἐν
τῷ
νόμῳ
κυρίου—
Ζεῦγος
τρυγόνων
ἢ
δύο
νοσσοὺς
περιστερῶν.
25καὶ
ἰδοὺ
ἄνθρωπος
ἦν
ἐν
Ἰερουσαλὴμ
ᾧ
ὄνομα
Συμεών.
καὶ
ὁ
ἄνθρωπος
οὗτος
δίκαιος
καὶ
εὐλαβὴς
προσδεχόμενος
παράκλησιν
τοῦ
Ἰσραήλ.
καὶ
πνεῦμα
ἦν
ἅγιον
ἐπ᾽
αὐτὸν
26καὶ
ἦν
αὐτῷ
κεχρηματισμένον
ὑπὸ
τοῦ
πνεύματος
τοῦ
ἁγίου
μὴ
ἰδεῖν
θάνατον
πρὶν
ἢ
ἂν
ἴδῃ
τὸν
Χριστὸν
κυρίου.
27καὶ
ἦλθεν
ἐν
τῷ
πνεύματι
εἰς
τὸ
ἱερόν.
καὶ
ἐν
τῷ
εἰσαγαγεῖν
τοὺς
γονεῖς
τὸ
παιδίον
Ἰησοῦν
τοῦ
ποιῆσαι
αὐτοὺς
κατὰ
τὸ
εἰθισμένον
τοῦ
νόμου
περὶ
αὐτοῦ,
28καὶ
αὐτὸς
ἐδέξατο
αὐτὸ
εἰς
τὰς
ἀγκάλας
καὶ
εὐλόγησεν
τὸν
θεόν,
καὶ
εἶπεν,
29Νῦν
ἀπολύεις
τὸν
δοῦλόν
σου,
δέσποτα,
κατὰ
τὸ
ῥῆμά
σου,
ἐν
εἰρήνῃ.
30ὅτι
εἶδον
οἱ
ὀφθαλμοί
μου
τὸ
σωτήριόν
σου,
31ὃ
ἡτοίμασας
κατὰ
πρόσωπον
πάντων
τῶν
λαῶν·
32φῶς
εἰς
ἀποκάλυψιν
ἐθνῶν,
καὶ
δόξαν
λαοῦ
σου
Ἰσραήλ.
33καὶ
ἦν
ὁ
πατὴρ
αὐτοῦ
καὶ
ἡ
μήτηρ
θαυμάζοντες
ἐπὶ
τοῖς
λαλουμένοις
περὶ
αὐτοῦ.
34καὶ
εὐλόγησεν
αὐτοὺς
Συμεών,
καὶ
εἶπεν
πρὸς
Μαριάμ,
τὴν
μητέρα
αὐτοῦ,
Ἰδοὺ
οὗτος
κεῖται
εἰς
πτῶσιν,
καὶ
ἀνάστασιν
πολλῶν
ἐν
τῷ
Ἰσραήλ.
καὶ
εἰς
σημεῖον,
ἀντιλεγόμενον
35καὶ
σοῦ
αὐτῆς
τὴν
ψυχὴν
διελεύσεται
ῥομφαία·
ὅπως,
ἂν
ἀποκαλυφθῶσιν
ἐκ
πολλῶν
καρδιῶν
διαλογισμοί.
36καὶ
ἦν
̔Άννα
προφῆτις,
θυγάτηρ
Φανουήλ,
ἐκ
φυλῆς
Ἀσήρ·
αὕτη
προβεβηκυῖα
ἐν
ἡμέραις
πολλαῖς,
ζήσασα
μετὰ
ἀνδρὸς
ἔτη
ἑπτὰ
ἀπὸ
τῆς
παρθενίας
αὐτῆς.
37καὶ
αὐτὴ
χήρα
ἕως
ἐτῶν
ὀγδοήκοντα
τεσσάρων·
ἣ
οὐκ
ἀφίστατο
τοῦ
ἱεροῦ
νηστείαις
καὶ
δεήσεσιν,
λατρεύουσα
νύκτα
καὶ
ἡμέραν.
38καὶ
αὐτῇ
τῇ
ὥρᾳ
ἐπιστᾶσα,
ἀνθωμολογεῖτο
τῷ
θεῷ.
καὶ
ἐλάλει
περὶ
αὐτοῦ
πᾶσιν
τοῖς
προσδεχομένοις
λύτρωσιν
Ἰερουσαλήμ.
39καὶ
ὡς
ἐτέλεσαν
πάντα
τὰ
κατὰ
τὸν
νόμον
κυρίου,
ἐπέστρεψαν
εἰς
τὴν
Γαλιλαίαν
εἰς
πόλιν
ἑαυτῶν
Ναζαρέτ.
40τὸ
δὲ
παιδίον
ηὔξανεν
καὶ
ἐκραταιοῦτο·
πληρούμενον
σοφίᾳ,
καὶ
χάρις
θεοῦ
ἦν
ἐπ᾽
αὐτό.
41καὶ
ἐπορεύοντο
οἱ
γονεῖς
αὐτοῦ
κατ᾽
ἔτος
εἰς
Ἰερουσαλὴμ
τῇ
ἑορτῇ
τοῦ
πάσχα.
42καὶ
ὅτε
ἐγένετο
ἐτῶν
δώδεκα,
ἀναβαινόντων
αὐτῶν
κατὰ
τὸ
ἔθος
τῆς
ἑορτῆς.
43καὶ
τελειωσάντων
τὰς
ἡμέρας,
ἐν
τῷ
ὑποστρέφειν
αὐτούς,
ὑπέμεινεν
Ἰησοῦς
ὁ
παῖς
ἐν
Ἰερουσαλήμ.
καὶ
οὐκ
ἔγνωσαν
οἱ
γονεῖς
αὐτοῦ,
44νομίσαντες
δὲ
αὐτὸν
εἶναι
ἐν
τῇ
συνοδίᾳ.
ἦλθον
ἡμέρας
ὁδόν,
καὶ
ἀνεζήτουν
αὐτὸν
ἐν
τοῖς
συγγενεῦσιν
καὶ
τοῖς
γνωστοῖς.
45καὶ
μὴ
εὑρόντες,
ὑπέστρεψαν
εἰς
Ἰερουσαλὴμ
ἀναζητοῦντες
αὐτόν.
46καὶ
ἐγένετο
μετὰ
ἡμέρας
τρεῖς
εὗρον
αὐτὸν
ἐν
τῷ
ἱερῷ,
καθεζόμενον
ἐν
μέσῳ
τῶν
διδασκάλων,
καὶ
ἀκούοντα
αὐτῶν
καὶ
ἐπερωτῶντα
αὐτούς.
47ἐξίσταντο
δὲ
πάντες
οἱ
ἀκούοντες
αὐτοῦ
ἐπὶ
τῇ
συνέσει
καὶ
ταῖς
ἀποκρίσεσιν
αὐτοῦ.
48καὶ
ἰδόντες
αὐτὸν
ἐξεπλάγησαν.
καὶ
εἶπεν
πρὸς
αὐτὸν
ἡ
μήτηρ
αὐτοῦ,
Τέκνον·
τί
ἐποίησας
ἡμῖν
οὕτως;
ἰδοὺ
ὁ
πατήρ
σου
κἀγὼ
ὀδυνώμενοι,
ζητοῦμέν
σε.
49καὶ
εἶπεν
πρὸς
αὐτούς,
Τί
ὅτι
ἐζητεῖτέ
με;
οὐκ
ᾔδειτε
ὅτι
ἐν
τοῖς
τοῦ
πατρός
μου
δεῖ
εἶναί
με;
50καὶ
αὐτοὶ
οὐ
συνῆκαν
τὸ
ῥῆμα
ὃ
ἐλάλησεν
αὐτοῖς.
51καὶ
κατέβη
μετ᾽
αὐτῶν
καὶ
ἦλθεν
εἰς
Ναζαρὲτ
καὶ
ἦν
ὑποτασσόμενος
αὐτοῖς.
καὶ
ἡ
μήτηρ
αὐτοῦ
διετήρει
πάντα
τὰ
ῥήματα
ἐν
τῇ
καρδίᾳ
αὐτῆς.
52καὶ
Ἰησοῦς
προέκοπτεν
ἐν
τῇ
σοφίᾳ
καὶ
ἡλικίᾳ
καὶ
χάριτι
παρὰ
θεῷ
καὶ
ἀνθρώποις.