Mark 1:1-45
Mark 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Ἀρχὴ
τοῦ
εὐαγγελίου
Ἰησοῦ
Χριστοῦ,
υἱοῦ
θεοῦ.
2καθὼς
γέγραπται
ἐν
τῷ
Ἠσαΐᾳ
τῷ
προφήτῃ·
Ἰδού,
ἀποστέλλω
τὸν
ἄγγελόν
μου
πρὸ
προσώπου
σου,
ὃς
κατασκευάσει
τὴν
ὁδόν
σου.
3φωνὴ
βοῶντος
ἐν
τῇ
ἐρήμῳ,
Ἑτοιμάσατε
τὴν
ὁδὸν
κυρίου.
εὐθείας
ποιεῖτε
τὰς
τρίβους
αὐτοῦ.
4ἐγένετο
Ἰωάνης
ὁ
Βαπτίζων,
ἐν
τῇ
ἐρήμῳ
καὶ
κηρύσσων
βάπτισμα
μετανοίας
εἰς
ἄφεσιν
ἁμαρτιῶν.
5καὶ
ἐξεπορεύετο
πρὸς
αὐτόν,
πᾶσα
ἡ
Ἰουδαία
χώρα,
καὶ
οἱ
Ἱεροσολυμεῖται
πάντες.
καὶ
ἐβαπτίζοντο
ὑπ᾽
αὐτοῦ
ἐν
τῷ
Ἰορδάνῃ
ποταμῷ,
ἐξομολογούμενοι
τὰς
ἁμαρτίας
αὐτῶν.
6καὶ
ἦν
ὁ
Ἰωάνης
ἐνδεδυμένος
τρίχας
καμήλου,
καὶ
ζώνην
δερματίνην
περὶ
τὴν
ὀσφὺν
αὐτοῦ·
καὶ
ἔσθων
ἀκρίδας
καὶ
μέλι
ἄγριον.
7καὶ
ἐκήρυσσεν
λέγων·
̓Έρχεται
ὁ
ἰσχυρότερός
μου
ὀπίσω
μου—
οὗ
οὐκ
εἰμὶ
ἱκανὸς
κύψας
λῦσαι
τὸν
ἱμάντα
τῶν
ὑποδημάτων
αὐτοῦ.
8ἐγὼ
ἐβάπτισα
ὑμᾶς
ὕδατι,
αὐτὸς
δὲ
βαπτίσει
ὑμᾶς
ἐν
πνεύματι
ἁγίῳ.
9καὶ
ἐγένετο
ἐν
ἐκείναις
ταῖς
ἡμέραις
ἦλθεν
Ἰησοῦς
ἀπὸ
Ναζαρὲτ
τῆς
Γαλιλαίας,
καὶ
ἐβαπτίσθη
εἰς
τὸν
Ἰορδάνην
ὑπὸ
Ἰωάνου.
10καὶ
εὐθὺς
ἀναβαίνων
ἐκ
τοῦ
ὕδατος,
εἶδεν
σχιζομένους
τοὺς
οὐρανοὺς
καὶ
τὸ
πνεῦμα
ὡς
περιστερὰν
καταβαῖνον
εἰς
αὐτόν.
11καὶ
φωνὴ
ἐγένετο
ἐκ
τῶν
οὐρανῶν,
Σὺ
εἶ
ὁ
υἱός
μου
ὁ
ἀγαπητός,
ἐν
σοὶ
εὐδόκησα.
12καὶ
εὐθὺς
τὸ
πνεῦμα
αὐτὸν
ἐκβάλλει
εἰς
τὴν
ἔρημον,
13καὶ
ἦν
ἐν
τῇ
ἐρήμῳ
τεσσεράκοντα
ἡμέρας
πειραζόμενος
ὑπὸ
τοῦ
Σατανᾶ.
καὶ
ἦν
μετὰ
τῶν
θηρίων,
καὶ
οἱ
ἄγγελοι
διηκόνουν
αὐτῷ.
14καί,
μετὰ
τὸ
παραδοθῆναι
τὸν
Ἰωάνην,
ἦλθεν
ὁ
Ἰησοῦς
εἰς
τὴν
Γαλιλαίαν,
κηρύσσων
τὸ
εὐαγγέλιον
τοῦ
θεοῦ.
15καὶ
λέγων
ὅτι,
Πεπλήρωται
ὁ
καιρός.
καὶ
ἤγγικεν
ἡ
βασιλεία
τοῦ
θεοῦ.
μετανοεῖτε
καὶ
πιστεύετε
ἐν
τῷ
εὐαγγελίῳ.
16καὶ
παράγων
παρὰ
τὴν
θάλασσαν
τῆς
Γαλιλαίας,
εἶδεν
Σίμωνα
καὶ
Ἀνδρέαν
τὸν
ἀδελφὸν
Σίμωνος
ἀμφιβάλλοντας
ἐν
τῇ
θαλάσσῃ,
ἦσαν
γὰρ
ἁλεεῖς.
17καὶ
εἶπεν
αὐτοῖς
ὁ
Ἰησοῦς,
Δεῦτε,
ὀπίσω
μου,
καὶ
ποιήσω
ὑμᾶς
γενέσθαι
ἁλεεῖς
ἀνθρώπων.
18καὶ
εὐθὺς
ἀφέντες
τὰ
δίκτυα,
ἠκολούθησαν
αὐτῷ.
19καὶ
προβὰς
ὀλίγον
εἶδεν
Ἰάκωβον,
τὸν
τοῦ
Ζεβεδαίου,
καὶ
Ἰωάνην
τὸν
ἀδελφὸν
αὐτοῦ,
καὶ
αὐτοὺς
ἐν
τῷ
πλοίῳ
καταρτίζοντας
τὰ
δίκτυα.
20καὶ
εὐθὺς
ἐκάλεσεν
αὐτούς,
καὶ
ἀφέντες
τὸν
πατέρα
αὐτῶν
Ζεβεδαῖον
ἐν
τῷ
πλοίῳ,
μετὰ
τῶν
μισθωτῶν,
ἀπῆλθον
ὀπίσω
αὐτοῦ.
21καὶ
εἰσπορεύονται
εἰς
Καφαρναούμ.
καὶ
εὐθὺς
τοῖς
σάββασιν,
εἰσελθὼν
εἰς
τὴν
συναγωγὴν
ἐδίδασκεν.
22καὶ
ἐξεπλήσσοντο
ἐπὶ
τῇ
διδαχῇ
αὐτοῦ,
ἦν
γὰρ
διδάσκων
αὐτοὺς
ὡς
ἐξουσίαν
ἔχων—
καὶ
οὐχ
ὡς
οἱ
γραμματεῖς.
23καὶ
εὐθύς,
ἦν
ἐν
τῇ
συναγωγῇ
αὐτῶν
ἄνθρωπος
ἐν
πνεύματι
ἀκαθάρτῳ
καὶ
ἀνέκραξεν,
24λέγων,
Τί
ἡμῖν
καὶ
σοί,
Ἰησοῦ
Ναζαρηνέ;
ἦλθες
ἀπολέσαι
ἡμᾶς;
οἶδά
σε
τίς
εἶ—
ὁ
ἅγιος
τοῦ
θεοῦ.
25καὶ
ἐπετίμησεν
αὐτῷ
ὁ
Ἰησοῦς.
λέγων,
Φιμώθητι.
καὶ
ἔξελθε
ἐξ
αὐτοῦ.
26καί,
σπαράξαν
αὐτόν
τὸ
πνεῦμα
τὸ
ἀκάθαρτον,
καὶ
φωνῆσαν
φωνῇ
μεγάλῃ,
ἐξῆλθεν
ἐξ
αὐτοῦ.
27καὶ
ἐθαμβήθησαν
ἅπαντες,
ὥστε
συζητεῖν
αὐτούς.
λέγοντας,
Τί
ἐστιν
τοῦτο
διδαχὴ
καινή;
κατ᾽
ἐξουσίαν·
καὶ
τοῖς
πνεύμασι
τοῖς
ἀκαθάρτοις
ἐπιτάσσει,
καὶ
ὑπακούουσιν
αὐτῷ.
28καὶ
ἐξῆλθεν
ἡ
ἀκοὴ
αὐτοῦ
εὐθὺς
πανταχοῦ
εἰς
ὅλην
τὴν
περίχωρον
τῆς
Γαλιλαίας.
29καὶ
εὐθὺς
ἐκ
τῆς
συναγωγῆς
ἐξελθόντες,
ἦλθαν
εἰς
τὴν
οἰκίαν
Σίμωνος
καὶ
Ἀνδρέου,
μετὰ
Ἰακώβου
καὶ
Ἰωάνου.
30ἡ
δὲ
πενθερὰ
Σίμωνος
κατέκειτο
πυρέσσουσα.
καὶ
εὐθὺς
λέγουσιν
αὐτῷ
περὶ
αὐτῆς.
31καὶ
προσελθὼν
ἤγειρεν
αὐτήν,
κρατήσας
τῆς
χειρός.
καὶ
ἀφῆκεν
αὐτὴν
ὁ
πυρετός,
καὶ
διηκόνει
αὐτοῖς.
32ὀψίας
δὲ
γενομένης,
ὅτε
ἔδυσεν
ὁ
ἥλιος,
ἔφερον
πρὸς
αὐτὸν
πάντας
τοὺς
κακῶς
ἔχοντας
καὶ
τοὺς
δαιμονιζομένους.
33καὶ
ἦν
ὅλη
ἡ
πόλις
ἐπισυνηγμένη
πρὸς
τὴν
θύραν.
34καὶ
ἐθεράπευσεν
πολλοὺς
κακῶς
ἔχοντας
ποικίλαις
νόσοις,
καὶ
δαιμόνια
πολλὰ
ἐξέβαλεν.
καὶ
οὐκ
ἤφιεν
λαλεῖν
τὰ
δαιμόνια,
ὅτι
ᾔδεισαν
αὐτόν.
35καὶ
πρωὶ
ἔννυχα
λίαν,
ἀναστὰς
ἐξῆλθεν
καὶ
ἀπῆλθεν
εἰς
ἔρημον
τόπον
κἀκεῖ
προσηύχετο.
36καὶ
κατεδίωξεν
αὐτὸν
Σίμων
καὶ
οἱ
μετ᾽
αὐτοῦ,
37καὶ
εὗρον
αὐτὸν
καὶ
λέγουσιν
αὐτῷ
ὅτι,
Πάντες
ζητοῦσίν
σε.
38καὶ
λέγει
αὐτοῖς,
̓Άγωμεν
ἀλλαχοῦ
εἰς
τὰς
ἐχομένας
κωμοπόλεις,
ἵνα,
καί,
ἐκεῖ
κηρύξω.
εἰς
τοῦτο
γὰρ
ἐξῆλθον.
39καὶ
ἦλθεν,
κηρύσσων
εἰς
τὰς
συναγωγὰς
αὐτῶν,
εἰς
ὅλην
τὴν
Γαλιλαίαν,
καὶ
τὰ
δαιμόνια
ἐκβάλλων.
40καὶ
ἔρχεται
πρὸς
αὐτὸν
λεπρὸς
παρακαλῶν
αὐτὸν
καὶ
γονυπετῶν.
λέγων
αὐτῷ
ὅτι,
Ἐὰν
θέλῃς,
δύνασαί
με
καθαρίσαι.
41καὶ
σπλαγχνισθείς,
ἐκτείνας
τὴν
χεῖρα
αὐτοῦ
ἥψατο.
καὶ
λέγει
αὐτῷ,
Θέλω·
καθαρίσθητι.
42καὶ
εὐθὺς
ἀπῆλθεν
ἀπ᾽
αὐτοῦ
ἡ
λέπρα
καὶ
ἐκαθερίσθη.
43καὶ
ἐμβριμησάμενος
αὐτῷ
εὐθὺς
ἐξέβαλεν
αὐτόν·
44καὶ
λέγει
αὐτῷ,
̔Όρα
μηδενὶ
μηδὲν
εἴπῃς.
ἀλλά,
ὕπαγε
σεαυτὸν
δεῖξον
τῷ
ἱερεῖ.
καὶ
προσένεγκε
περὶ
τοῦ
καθαρισμοῦ
σου
ἃ
προσέταξεν
Μωυσῆς·
εἰς
μαρτύριον
αὐτοῖς.
45ὁ
δὲ
ἐξελθὼν
ἤρξατο
κηρύσσειν
πολλὰ
καὶ
διαφημίζειν
τὸν
λόγον.
ὥστε,
μηκέτι
αὐτὸν
δύνασθαι
φανερῶς
εἰς
πόλιν
εἰσελθεῖν.
ἀλλὰ
ἔξω
ἐπ᾽
ἐρήμοις
τόποις
ἦν,
καὶ
ἤρχοντο
πρὸς
αὐτὸν
πάντοθεν.