Mark 10:1-52
Mark 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἐκεῖθεν
ἀναστὰς
ἔρχεται
εἰς
τὰ
ὅρια
τῆς
Ἰουδαίας
καὶ
πέραν
τοῦ
Ἰορδάνου.
καὶ
συμπορεύονται
πάλιν
ὄχλοι
πρὸς
αὐτόν,
καὶ
ὡς
εἰώθει
πάλιν
ἐδίδασκεν
αὐτούς.
2καὶ
προσελθόντες
Φαρισαῖοι
ἐπηρώτων
αὐτόν·
Εἰ
ἔξεστιν
ἀνδρὶ
γυναῖκα
ἀπολῦσαι,
πειράζοντες
αὐτόν;
3ὁ
δὲ
ἀποκριθεὶς
εἶπεν
αὐτοῖς,
Τί
ὑμῖν
ἐνετείλατο
Μωυσῆς;
4οἱ
δὲ
εἶπαν,
Ἐπέτρεψεν
Μωυσῆς
βιβλίον
ἀποστασίου
γράψαι
καὶ
ἀπολῦσαι.
5ὁ
δὲ
Ἰησοῦς
εἶπεν
αὐτοῖς,
Πρὸς
τὴν
σκληροκαρδίαν
ὑμῶν
ἔγραψεν
ὑμῖν
τὴν
ἐντολὴν
ταύτην.
6ἀπὸ
δὲ
ἀρχῆς
κτίσεως
ἄρσεν
καὶ
θῆλυ
ἐποίησεν
αὐτούς.
7ἕνεκεν
τούτου
καταλείψει
ἄνθρωπος
τὸν
πατέρα
αὐτοῦ
καὶ
τὴν
μητέρα
καὶ
προσκολληθήσεται
πρὸς
τὴν
γυναῖκα
αὐτοῦ,
8καὶ
ἔσονται
οἱ
δύο
εἰς
σάρκα
μίαν.
ὥστε
οὐκέτι
εἰσὶν
δύο
ἀλλὰ
μία
σάρξ,
9ὃ
οὖν
ὁ
θεὸς
συνέζευξεν
ἄνθρωπος
μὴ
χωριζέτω.
10καί,
εἰς
τὴν
οἰκίαν
πάλιν
οἱ
μαθηταί,
περὶ
τούτου
ἐπηρώτων
αὐτόν.
11καὶ
λέγει
αὐτοῖς,
̔Ὸς
ἂν
ἀπολύσῃ
τὴν
γυναῖκα
αὐτοῦ
καὶ
γαμήσῃ
ἄλλην
μοιχᾶται
ἐπ᾽
αὐτήν.
12καὶ
ἐὰν
αὐτὴ
ἀπολύσασα
τὸν
ἄνδρα
αὐτῆς
γαμήσῃ
ἄλλον,
μοιχᾶται.
13καὶ
προσέφερον
αὐτῷ
παιδία
ἵνα
αὐτῶν
ἅψηται,
οἱ
δὲ
μαθηταὶ
ἐπετίμησαν
αὐτοῖς.
14ἰδὼν
δὲ
ὁ
Ἰησοῦς,
ἠγανάκτησεν.
καὶ
εἶπεν
αὐτοῖς,
̓Άφετε
τὰ
παιδία
ἔρχεσθαι
πρός
με.
μὴ
κωλύετε
αὐτά.
τῶν
γὰρ
τοιούτων
ἐστὶν
ἡ
βασιλεία
τοῦ
θεοῦ.
15ἀμὴν
λέγω
ὑμῖν,
ὃς
ἂν
μὴ
δέξηται
τὴν
βασιλείαν
τοῦ
θεοῦ
ὡς
παιδίον
οὐ
μὴ
εἰσέλθῃ
εἰς
αὐτήν.
16καὶ
ἐναγκαλισάμενος
αὐτὰ
κατευλόγει
τιθεὶς
τὰς
χεῖρας
ἐπ᾽
αὐτά.
17καὶ
ἐκπορευομένου
αὐτοῦ
εἰς
ὁδόν,
προσδραμὼν
εἷς,
καὶ
γονυπετήσας
αὐτόν,
ἐπηρώτα
αὐτόν,
Διδάσκαλε
ἀγαθέ,
τί
ποιήσω
ἵνα
ζωὴν
αἰώνιον
κληρονομήσω;
18ὁ
δὲ
Ἰησοῦς
εἶπεν
αὐτῷ,
Τί
με
λέγεις
ἀγαθόν;
οὐδεὶς
ἀγαθὸς
εἰ
μὴ
εἷς
ὁ
θεός.
19τὰς
ἐντολὰς
οἶδας·
μὴ
φονεύσῃς.
μὴ
μοιχεύσῃς.
μὴ
κλέψῃς.
μὴ
ψευδομαρτυρήσῃς.
μὴ
ἀποστερήσῃς.
τίμα
τὸν
πατέρα
σου
καὶ
τὴν
μητέρα.
20ὁ
δὲ
ἔφη
αὐτῷ,
Διδάσκαλε,
ταῦτα
πάντα
ἐφυλαξάμην
ἐκ
νεότητός
μου.
21ὁ
δὲ
Ἰησοῦς
ἐμβλέψας
αὐτῷ,
ἠγάπησεν
αὐτόν.
καὶ
εἶπεν
αὐτῷ,
̔Έν
σε
ὑστερεῖ.
ὕπαγε,
ὅσα
ἔχεις
πώλησον
καὶ
δὸς
τοῖς
πτωχοῖς,
καὶ
ἕξεις
θησαυρὸν
ἐν
οὐρανῷ.
καὶ
δεῦρο,
ἀκολούθει
μοι.
22ὁ
δὲ
στυγνάσας
ἐπὶ
τῷ
λόγῳ,
ἀπῆλθεν
λυπούμενος
ἦν
γὰρ
ἔχων
κτήματα
πολλά.
23καὶ
περιβλεψάμενος
ὁ
Ἰησοῦς
λέγει
τοῖς
μαθηταῖς
αὐτοῦ,
Πῶς
δυσκόλως
οἱ
τὰ
χρήματα
ἔχοντες
εἰς
τὴν
βασιλείαν
τοῦ
θεοῦ
εἰσελεύσονται.
24οἱ
δὲ
μαθηταὶ
ἐθαμβοῦντο
ἐπὶ
τοῖς
λόγοις
αὐτοῦ.
ὁ
δὲ
Ἰησοῦς
πάλιν
ἀποκριθεὶς
λέγει
αὐτοῖς,
Τέκνα,
πῶς
δύσκολόν
ἐστιν
εἰς
τὴν
βασιλείαν
τοῦ
θεοῦ
εἰσελθεῖν.
25εὐκοπώτερόν
ἐστιν
κάμηλον
διὰ
τῆς
τρυμαλιᾶς
τῆς
ῥαφίδος
διελθεῖν
ἢ
πλούσιον
εἰς
τὴν
βασιλείαν
τοῦ
θεοῦ
εἰσελθεῖν.
26οἱ
δὲ
περισσῶς
ἐξεπλήσσοντο·
λέγοντες
πρὸς
αὐτόν,
Καὶ
τίς
δύναται
σωθῆναι;
27ἐμβλέψας
αὐτοῖς
ὁ
Ἰησοῦς
λέγει,
Παρὰ
ἀνθρώποις
ἀδύνατον·
ἀλλ᾽
οὐ
παρὰ
θεῷ·
πάντα
γὰρ
δυνατὰ
παρὰ
τῷ
θεῷ.
28ἤρξατο
λέγειν
ὁ
Πέτρος
αὐτῷ·
Ἰδοὺ
ἡμεῖς
ἀφήκαμεν
πάντα
καὶ
ἠκολουθήκαμέν
σοι.
29ἔφη
ὁ
Ἰησοῦς,
Ἀμὴν
λέγω
ὑμῖν
οὐδεὶς
ἔστιν
ὃς
ἀφῆκεν
οἰκίαν
ἢ
ἀδελφοὺς
ἢ
ἀδελφὰς
ἢ
μητέρα
ἢ
πατέρα
ἢ
τέκνα
ἢ
ἀγρούς,
ἕνεκεν
ἐμοῦ
καὶ
ἕνεκεν
τοῦ
εὐαγγελίου,
30ἐὰν
μὴ
λάβῃ
ἑκατονταπλασίονα
νῦν
ἐν
τῷ
καιρῷ
τούτῳ
οἰκίας,
καὶ
ἀδελφούς,
καὶ
ἀδελφάς,
καὶ
μητέρας,
καὶ
τέκνα,
καὶ
ἀγρούς—
μετὰ
διωγμῶν.
καὶ
ἐν
τῷ
αἰῶνι
τῷ
ἐρχομένῳ
ζωὴν
αἰώνιον.
31πολλοὶ
δὲ
ἔσονται
πρῶτοι
ἔσχατοι,
καὶ
οἱ
ἔσχατοι
πρῶτοι.
32ἦσαν
δὲ
ἐν
τῇ
ὁδῷ
ἀναβαίνοντες
εἰς
Ἱεροσόλυμα,
καὶ
ἦν
προάγων
αὐτοὺς
ὁ
Ἰησοῦς.
καὶ
ἐθαμβοῦντο,
οἱ
δὲ
ἀκολουθοῦντες
ἐφοβοῦντο.
καὶ
παραλαβὼν
πάλιν
τοὺς
δώδεκα,
ἤρξατο
αὐτοῖς
λέγειν
τὰ
μέλλοντα
αὐτῷ
συμβαίνειν.
33ὅτι,
Ἰδού,
ἀναβαίνομεν
εἰς
Ἱεροσόλυμα,
καὶ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
παραδοθήσεται
τοῖς
ἀρχιερεῦσιν
καὶ
τοῖς
γραμματεῦσιν.
καὶ
κατακρινοῦσιν
αὐτὸν
θανάτῳ
καὶ
παραδώσουσιν
αὐτὸν
τοῖς
ἔθνεσιν.
34καὶ
ἐμπαίξουσιν
αὐτῷ,
καὶ
ἐμπτύσουσιν
αὐτῷ,
καὶ
μαστιγώσουσιν
αὐτόν,
καὶ
ἀποκτενοῦσιν,
καὶ
μετὰ
τρεῖς
ἡμέρας
ἀναστήσεται.
35καὶ
προσπορεύονται
αὐτῷ
Ἰάκωβος
καὶ
Ἰωάνης,
οἱ
υἱοὶ
Ζεβεδαίου.
λέγοντες
αὐτῷ,
Διδάσκαλε,
θέλομεν
ἵνα
ὃ
ἐὰν
αἰτήσωμέν
σε
ποιήσῃς
ἡμῖν.
36ὁ
δὲ
εἶπεν
αὐτοῖς,
Τί
θέλετε
ποιήσω
ὑμῖν;
37οἱ
δὲ
εἶπαν
αὐτῷ,
Δὸς
ἡμῖν,
ἵνα
εἷς
σου
ἐκ
δεξιῶν
καὶ
εἷς
ἐξ
ἀριστερῶν,
καθίσωμεν,
ἐν
τῇ
δόξῃ
σου.
38ὁ
δὲ
Ἰησοῦς
εἶπεν
αὐτοῖς,
Οὐκ
οἴδατε
τί
αἰτεῖσθε.
δύνασθε
πιεῖν
τὸ
ποτήριον
ὃ
ἐγὼ
πίνω
ἢ
τὸ
βάπτισμα
ὃ
ἐγὼ
βαπτίζομαι
βαπτισθῆναι;
39οἱ
δὲ
εἶπαν
αὐτῷ,
Δυνάμεθα.
ὁ
δὲ
Ἰησοῦς
εἶπεν
αὐτοῖς,
Τὸ
ποτήριον
ὃ
ἐγὼ
πίνω
πίεσθε
καὶ
τὸ
βάπτισμα
ὃ
ἐγὼ
βαπτίζομαι
βαπτισθήσεσθε.
40τὸ
δὲ
καθίσαι
ἐκ
δεξιῶν
μου
ἢ
ἐξ
εὐωνύμων
οὐκ
ἔστιν
ἐμὸν
δοῦναι·
ἀλλ᾽
οἷς
ἡτοίμασται.
41καὶ
ἀκούσαντες
οἱ
δέκα
ἤρξαντο
ἀγανακτεῖν,
περὶ
Ἰακώβου
καὶ
Ἰωάνου.
42καὶ
προσκαλεσάμενος
αὐτοὺς
ὁ
Ἰησοῦς
λέγει
αὐτοῖς,
Οἴδατε
ὅτι
οἱ
δοκοῦντες
ἄρχειν
τῶν
ἐθνῶν
κατακυριεύουσιν
αὐτῶν,
καὶ
οἱ
μεγάλοι
αὐτῶν
κατεξουσιάζουσιν
αὐτῶν.
43οὐχ
οὕτως
δέ
ἐστιν
ἐν
ὑμῖν.
ἀλλ᾽
ὃς
ἂν
θέλῃ
μέγας
γενέσθαι
ἐν
ὑμῖν
ἔσται
ὑμῶν
διάκονος.
44καὶ
ὃς
ἂν
θέλῃ
ἐν
ὑμῖν
εἶναι
πρῶτος
ἔσται
πάντων
δοῦλος.
45καὶ
γὰρ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
οὐκ
ἦλθεν
διακονηθῆναι
ἀλλὰ
διακονῆσαι,
καὶ
δοῦναι
τὴν
ψυχὴν
αὐτοῦ
λύτρον
ἀντὶ
πολλῶν.
46καὶ
ἔρχονται
εἰς
Ἰερειχώ,
καὶ
ἐκπορευομένου
αὐτοῦ
ἀπὸ
Ἰερειχὼ
καὶ
τῶν
μαθητῶν
αὐτοῦ,
καὶ
ὄχλου
ἱκανοῦ·
(ὁ
υἱὸς
Τιμαίου)
Βαρτιμαῖος
τυφλὸς
προσαίτης
ἐκάθητο
παρὰ
τὴν
ὁδόν.
47καὶ
ἀκούσας
ὅτι
Ἰησοῦς
ὁ
Ναζαρηνός
ἐστιν,
ἤρξατο
κράζειν
καὶ
λέγειν,
Υἱὲ
Δαυείδ,
Ἰησοῦ,
ἐλέησόν
με.
48καὶ
ἐπετίμων
αὐτῷ
πολλοί,
̔Ίνα
σιωπήσῃ.
ὁ
δὲ
πολλῷ
μᾶλλον
ἔκραζεν,
Υἱὲ
Δαυείδ,
ἐλέησόν
με.
49καὶ
στάς,
ὁ
Ἰησοῦς
εἶπεν,
Φωνήσατε
αὐτόν.
καὶ
φωνοῦσι
τὸν
τυφλόν.
λέγοντες
αὐτῷ,
Θάρσει·
ἔγειρε,
φωνεῖ
σε.
50ὁ
δὲ
ἀποβαλὼν
τὸ
ἱμάτιον
αὐτοῦ,
ἀναπηδήσας
ἦλθεν
πρὸς
τὸν
Ἰησοῦν.
51καὶ
ἀποκριθεὶς
αὐτῷ
ὁ
Ἰησοῦς
εἶπεν,
Τί
σοι
θέλεις
ποιήσω;
ὁ
δὲ
τυφλὸς
εἶπεν
αὐτῷ,
Ῥαββουνεί,
ἵνα
ἀναβλέψω.
52καὶ
ὁ
Ἰησοῦς
εἶπεν
αὐτῷ,
̔Ύπαγε,
ἡ
πίστις
σου
σέσωκέν
σε.
καὶ
εὐθὺς
ἀνέβλεψεν,
καὶ
ἠκολούθει
αὐτῷ
ἐν
τῇ
ὁδῷ.