Mark 11:1-33
Mark 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ὅτε
ἐγγίζουσιν
εἰς
Ἱεροσόλυμα,
εἰς
Βηθφαγὴ
καὶ
Βηθανίαν
πρὸς
τὸ
̓Όρος
τῶν
Ἐλαιῶν.
ἀποστέλλει
δύο
τῶν
μαθητῶν
αὐτοῦ.
2καὶ
λέγει
αὐτοῖς,
Ὑπάγετε
εἰς
τὴν
κώμην
τὴν
κατέναντι
ὑμῶν.
καὶ
εὐθὺς
εἰσπορευόμενοι
εἰς
αὐτήν,
εὑρήσετε
πῶλον
δεδεμένον
ἐφ᾽
ὃν
οὐδεὶς
οὔπω
ἀνθρώπων
ἐκάθισεν.
λύσατε
αὐτὸν
καὶ
φέρετε.
3καὶ
ἐάν
τις
ὑμῖν
εἴπῃ,
Τί
ποιεῖτε
τοῦτο;
εἴπατε,
Ὁ
κύριος
αὐτοῦ
χρείαν
ἔχει
καὶ
εὐθὺς
αὐτὸν
ἀποστέλλει
πάλιν
ὧδε.
4καὶ
ἀπῆλθον
καὶ
εὗρον
πῶλον
δεδεμένον
πρὸς
θύραν,
ἔξω
ἐπὶ
τοῦ
ἀμφόδου.
5καὶ
λύουσιν
αὐτόν,
καί
τινες
τῶν
ἐκεῖ
ἑστηκότων
ἔλεγον
αὐτοῖς,
Τί
ποιεῖτε,
λύοντες
τὸν
πῶλον;
6οἱ
δὲ
εἶπαν
αὐτοῖς
καθὼς
εἶπεν
ὁ
Ἰησοῦς,
καὶ
ἀφῆκαν
αὐτούς.
7καὶ
φέρουσιν
τὸν
πῶλον
πρὸς
τὸν
Ἰησοῦν
καὶ
ἐπιβάλλουσιν
αὐτῷ
τὰ
ἱμάτια
αὐτῶν,
καὶ
ἐκάθισεν
ἐπ᾽
αὐτόν.
8καὶ
πολλοὶ
τὰ
ἱμάτια
αὐτῶν
ἔστρωσαν
εἰς
τὴν
ὁδόν,
ἄλλοι
δὲ
στιβάδας
κόψαντες
ἐκ
τῶν
ἀγρῶν.
9καὶ
οἱ
προάγοντες
καὶ
οἱ
ἀκολουθοῦντες
ἔκραζον,
Ὡσαννά·
Εὐλογημένος
ὁ
ἐρχόμενος
ἐν
ὀνόματι
κυρίου·
10Εὐλογημένη
ἡ
ἐρχομένη
βασιλεία
τοῦ
πατρὸς
ἡμῶν
Δαυείδ·
Ὡσαννὰ
ἐν
τοῖς
ὑψίστοις.
11καὶ
εἰσῆλθεν
εἰς
Ἱεροσόλυμα
εἰς
τὸ
ἱερόν.
καὶ
περιβλεψάμενος
πάντα,
ὀψὲ
ἤδη
οὔσης
τῆς
ὥρας·
ἐξῆλθεν
εἰς
Βηθανίαν
μετὰ
τῶν
δώδεκα.
12καὶ
τῇ
ἐπαύριον
ἐξελθόντων
αὐτῶν
ἀπὸ
Βηθανίας,
ἐπείνασεν.
13καὶ
ἰδὼν
συκῆν
ἀπὸ
μακρόθεν
ἔχουσαν
φύλλα,
ἦλθεν
εἰ
ἄρα
τι
εὑρήσει
ἐν
αὐτῇ.
καὶ
ἐλθὼν
ἐπ᾽
αὐτὴν
οὐδὲν
εὗρεν
εἰ
μὴ
φύλλα
ὁ
γὰρ
καιρὸς
οὐκ
ἦν
σύκων.
14καὶ
ἀποκριθεὶς
εἶπεν
αὐτῇ,
Μηκέτι
εἰς
τὸν
αἰῶνα
ἐκ
σοῦ
μηδεὶς
καρπὸν
φάγοι.
καὶ
ἤκουον
οἱ
μαθηταὶ
αὐτοῦ.
15καὶ
ἔρχονται
εἰς
Ἱεροσόλυμα,
καὶ
εἰσελθὼν
εἰς
τὸ
ἱερὸν
ἤρξατο
ἐκβάλλειν
τοὺς
πωλοῦντας
καὶ
τοὺς
ἀγοράζοντας
ἐν
τῷ
ἱερῷ·
καὶ
τὰς
τραπέζας
τῶν
κολλυβιστῶν
καὶ
τὰς
καθέδρας
τῶν
πωλούντων
τὰς
περιστερὰς
κατέστρεψεν,
16καὶ
οὐκ
ἤφιεν
ἵνα
τις
διενέγκῃ
σκεῦος
διὰ
τοῦ
ἱεροῦ.
17καὶ
ἐδίδασκεν
καὶ
ἔλεγεν
αὐτοῖς,
Οὐ
γέγραπται
ὅτι,
Ὁ
οἶκός
μου
οἶκος
προσευχῆς
κληθήσεται
πᾶσιν
τοῖς
ἔθνεσιν,
ὑμεῖς
δὲ
πεποιήκατε
αὐτὸν
σπήλαιον
λῃστῶν.
18καὶ
ἤκουσαν
οἱ
ἀρχιερεῖς
καὶ
οἱ
γραμματεῖς,
καὶ
ἐζήτουν
πῶς
αὐτὸν
ἀπολέσωσιν.
ἐφοβοῦντο
γὰρ
αὐτὸν
πᾶς
γὰρ
ὁ
ὄχλος
ἐξεπλήσσετο
ἐπὶ
τῇ
διδαχῇ
αὐτοῦ.
19καὶ
ὅταν
ὀψὲ
ἐγένετο
ἐξεπορεύοντο
ἔξω
τῆς
πόλεως.
20καὶ
παραπορευόμενοι
πρωὶ
εἶδον
τὴν
συκῆν,
ἐξηραμμένην
ἐκ
ῥιζῶν.
21καὶ
ἀναμνησθεὶς
ὁ
Πέτρος
λέγει
αὐτῷ,
Ῥαββεί,
ἴδε.
ἡ
συκῆ
ἣν
κατηράσω
ἐξήρανται.
22καὶ
ἀποκριθεὶς
ὁ
Ἰησοῦς
λέγει
αὐτοῖς,
̓Έχετε
πίστιν
θεοῦ.
23ἀμὴν
λέγω
ὑμῖν,
ὅτι
ὃς
ἂν
εἴπῃ
τῷ
ὄρει
τούτῳ,
̓Άρθητι
καὶ
βλήθητι
εἰς
τὴν
θάλασσαν·
καὶ
μὴ
διακριθῇ
ἐν
τῇ
καρδίᾳ
αὐτοῦ
ἀλλὰ
πιστεύῃ
ὅτι
ὃ
λαλεῖ
γίνεται,
ἔσται
αὐτῷ.
24διὰ
τοῦτο
λέγω
ὑμῖν,
πάντα
ὅσα
προσεύχεσθε
καὶ
αἰτεῖσθε,
πιστεύετε
ὅτι
ἐλάβετε,
καὶ
ἔσται
ὑμῖν.
25καὶ
ὅταν
στήκετε
προσευχόμενοι,
ἀφίετε
εἴ
τι
ἔχετε
κατά
τινος,
ἵνα
καί,
ὁ
πατὴρ
ὑμῶν
ὁ
ἐν
τοῖς
οὐρανοῖς
ἀφῇ
ὑμῖν
τὰ
παραπτώματα
ὑμῶν.
26
27καὶ
ἔρχονται
πάλιν
εἰς
Ἱεροσόλυμα.
καὶ
ἐν
τῷ
ἱερῷ
περιπατοῦντος
αὐτοῦ,
ἔρχονται
πρὸς
αὐτόν,
οἱ
ἀρχιερεῖς,
καὶ
οἱ
γραμματεῖς,
καὶ
οἱ
πρεσβύτεροι.
28καὶ
ἔλεγον
αὐτῷ,
Ἐν
ποίᾳ
ἐξουσίᾳ
ταῦτα
ποιεῖς;
ἢ
τίς
σοι
ἔδωκεν
τὴν
ἐξουσίαν
ταύτην
ἵνα
ταῦτα
ποιῇς;
29ὁ
δὲ
Ἰησοῦς
εἶπεν
αὐτοῖς,
Ἐπερωτήσω
ὑμᾶς
ἕνα
λόγον
καὶ
ἀποκρίθητέ
μοι
καὶ
ἐρῶ
ὑμῖν
ἐν
ποίᾳ
ἐξουσίᾳ
ταῦτα
ποιῶ·
30τὸ
βάπτισμα
τὸ
Ἰωάνου
ἐξ
οὐρανοῦ
ἦν,
ἢ
ἐξ
ἀνθρώπων;
ἀποκρίθητέ
μοι.
31καὶ
διελογίζοντο
πρὸς
ἑαυτοὺς
λέγοντες,
Ἐὰν
εἴπωμεν,
Ἐξ
οὐρανοῦ,
ἐρεῖ,
Διὰ
τί
οὖν
οὐκ
ἐπιστεύσατε
αὐτῷ;
32ἀλλὰ
εἴπωμεν,
Ἐξ
ἀνθρώπων;
ἐφοβοῦντο
τὸν
ὄχλον,
ἅπαντες
γὰρ
εἶχον
τὸν
Ἰωάνην
ὄντως
ὅτι
προφήτης
ἦν.
33καὶ
ἀποκριθέντες
τῷ
Ἰησοῦ
λέγουσιν,
Οὐκ
οἴδαμεν.
καὶ
ὁ
Ἰησοῦς
λέγει
αὐτοῖς,
Οὐδὲ
ἐγὼ
λέγω
ὑμῖν
ἐν
ποίᾳ
ἐξουσίᾳ
ταῦτα
ποιῶ.