Mark 15:1-47
Mark 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
εὐθὺς
πρωὶ
συμβούλιον
ποιήσαντες
οἱ
ἀρχιερεῖς,
μετὰ
τῶν
πρεσβυτέρων,
καὶ
γραμματέων—
καὶ
ὅλον
τὸ
συνέδριον.
δήσαντες
τὸν
Ἰησοῦν,
ἀπήνεγκαν,
καὶ
παρέδωκαν
Πειλάτῳ.
2καὶ
ἐπηρώτησεν
αὐτὸν
ὁ
Πειλᾶτος,
Σὺ
εἶ
ὁ
βασιλεὺς
τῶν
Ἰουδαίων;
ὁ
δὲ
ἀποκριθεὶς
αὐτῷ
λέγει,
Σὺ
λέγεις.
3καὶ
κατηγόρουν
αὐτοῦ
οἱ
ἀρχιερεῖς
πολλά,
4ὁ
δὲ
Πειλᾶτος
πάλιν
ἐπηρώτα
αὐτὸν
λέγων,
Οὐκ
ἀποκρίνῃ
οὐδέν;
ἴδε
πόσα
σου
κατηγοροῦσιν.
5ὁ
δὲ
Ἰησοῦς
οὐκέτι
οὐδὲν
ἀπεκρίθη,
ὥστε
θαυμάζειν
τὸν
Πειλᾶτον.
6κατὰ
δὲ
ἑορτὴν
ἀπέλυεν
αὐτοῖς
ἕνα
δέσμιον—
ὃν
παρῃτοῦντο.
7ἦν
δὲ
ὁ
λεγόμενος
Βαραββᾶς
μετὰ
τῶν
στασιαστῶν
δεδεμένος,
οἵτινες
ἐν
τῇ
στάσει
φόνον
πεποιήκεισαν.
8καὶ
ἀναβὰς
ὁ
ὄχλος
ἤρξατο
αἰτεῖσθαι
καθὼς
ἐποίει
αὐτοῖς.
9ὁ
δὲ
Πειλᾶτος
ἀπεκρίθη
αὐτοῖς
λέγων,
Θέλετε
ἀπολύσω
ὑμῖν
τὸν
βασιλέα
τῶν
Ἰουδαίων;
10(ἐγίνωσκεν
γὰρ
ὅτι
διὰ
φθόνον
παραδεδώκεισαν
αὐτὸν
οἱ
ἀρχιερεῖς.)
11οἱ
δὲ
ἀρχιερεῖς
ἀνέσεισαν
τὸν
ὄχλον
ἵνα
μᾶλλον
τὸν
Βαραββᾶν
ἀπολύσῃ
αὐτοῖς.
12ὁ
δὲ
Πειλᾶτος
πάλιν
ἀποκριθεὶς
ἔλεγεν
αὐτοῖς,
Τί
οὖν
ποιήσω
ὃν
λέγετε
τὸν
βασιλέα
τῶν
Ἰουδαίων;
13οἱ
δὲ
πάλιν
ἔκραξαν,
Σταύρωσον
αὐτόν.
14ὁ
δὲ
Πειλᾶτος
ἔλεγεν
αὐτοῖς,
Τί
γὰρ
ἐποίησεν
κακόν;
οἱ
δὲ
περισσῶς
ἔκραξαν,
Σταύρωσον
αὐτόν.
15ὁ
δὲ
Πειλᾶτος
βουλόμενος
τῷ
ὄχλῳ
τὸ
ἱκανὸν
ποιῆσαι,
ἀπέλυσεν
αὐτοῖς
τὸν
Βαραββᾶν.
καὶ
παρέδωκεν
τὸν
Ἰησοῦν
φραγελλώσας,
ἵνα
σταυρωθῇ.
16οἱ
δὲ
στρατιῶται
ἀπήγαγον
αὐτὸν
ἔσω
τῆς
αὐλῆς,
(ὅ
ἐστιν
πραιτώριον)
καὶ
συνκαλοῦσιν
ὅλην
τὴν
σπεῖραν.
17καὶ
ἐνδιδύσκουσιν
αὐτὸν
πορφύραν,
καὶ
περιτιθέασιν
αὐτῷ
πλέξαντες
ἀκάνθινον
στέφανον.
18καὶ
ἤρξαντο
ἀσπάζεσθαι
αὐτόν,
Χαῖρε·
βασιλεῦ
τῶν
Ἰουδαίων.
19καὶ
ἔτυπτον
αὐτοῦ
τὴν
κεφαλὴν
καλάμῳ,
καὶ
ἐνέπτυον
αὐτῷ,
καὶ
τιθέντες
τὰ
γόνατα
προσεκύνουν
αὐτῷ.
20καὶ
ὅτε
ἐνέπαιξαν
αὐτῷ,
ἐξέδυσαν
αὐτὸν
τὴν
πορφύραν
καὶ
ἐνέδυσαν
αὐτὸν
τὰ
ἱμάτια
αὐτοῦ.
καὶ
ἐξάγουσιν
αὐτὸν
ἵνα
σταυρώσωσιν
αὐτόν.
21καὶ
ἀγγαρεύουσιν,
παράγοντά
τινα
Σίμωνα,
Κυρηναῖον,
ἐρχόμενον
ἀπ᾽
ἀγροῦ·
(τὸν
πατέρα
Ἀλεξάνδρου
καὶ
Ῥούφου.)
ἵνα
ἄρῃ
τὸν
σταυρὸν
αὐτοῦ.
22καὶ
φέρουσιν
αὐτὸν
ἐπὶ
τὸν
Γολγοθὰν
τόπον
(ὅ
ἐστιν
μεθερμηνευόμενος
Κρανίου
Τόπος).
23καὶ
ἐδίδουν
αὐτῷ
ἐσμυρνισμένον
οἶνον,
ὃς
δὲ
οὐκ
ἔλαβεν.
24καὶ
σταυροῦσιν
αὐτόν.
καὶ
διαμερίζονται
τὰ
ἱμάτια
αὐτοῦ
βάλλοντες
κλῆρον
ἐπ᾽
αὐτὰ
τὶς
τί
ἄρῃ.
25ἦν
δὲ
ὥρα
τρίτη
καὶ
ἐσταύρωσαν
αὐτόν.
26καὶ
ἦν
ἡ
ἐπιγραφὴ
τῆς
αἰτίας
αὐτοῦ.
ἐπιγεγραμμένη,
Ὁ
βασιλεὺς
τῶν
Ἰουδαίων.
27καὶ
σὺν
αὐτῷ
σταυροῦσιν
δύο
λῃστάς,
ἕνα
ἐκ
δεξιῶν
καὶ
ἕνα
ἐξ
εὐωνύμων
αὐτοῦ.
28
29καὶ
οἱ
παραπορευόμενοι
ἐβλασφήμουν
αὐτόν,
κινοῦντες
τὰς
κεφαλὰς
αὐτῶν.
καὶ
λέγοντες,
Οὐά.
ὁ
καταλύων
τὸν
ναὸν
καὶ
οἰκοδομῶν
ἐν
τρισὶν
ἡμέραις.
30σῶσον
σεαυτὸν
καταβὰς
ἀπὸ
τοῦ
σταυροῦ.
31ὁμοίως
καὶ
οἱ
ἀρχιερεῖς
ἐμπαίζοντες
πρὸς
ἀλλήλους
μετὰ
τῶν
γραμματέων·
ἔλεγον,
̓Άλλους
ἔσωσεν,
ἑαυτὸν
οὐ
δύναται
σῶσαι.
32ὁ
Χριστός,
ὁ
βασιλεὺς
Ἰσραήλ,
καταβάτω
νῦν
ἀπὸ
τοῦ
σταυροῦ
ἵνα
ἴδωμεν
καὶ
πιστεύσωμεν.
καὶ
οἱ
συνεσταυρωμένοι
σὺν
αὐτῷ
ὠνείδιζον
αὐτόν.
33καὶ
γενομένης
ὥρας
ἕκτης,
σκότος
ἐγένετο
ἐφ᾽
ὅλην
τὴν
γῆν
ἕως
ὥρας
ἐνάτης.
34καὶ
τῇ
ἐνάτῃ
ὥρᾳ
ἐβόησεν
ὁ
Ἰησοῦς
φωνῇ
μεγάλῃ,
Ἐλωί,
ἐλωί,
λεμὰ
σαβαχθανί;
ὅ
ἐστιν
μεθερμηνευόμενον
Ὁ
θεός
μου,
ὁ
θεός
μου,
εἰς
τί
ἐγκατέλιπές
με;
35καί
τινες
τῶν
παρεστηκότων
ἀκούσαντες
ἔλεγον,
̓Ίδε
Ἠλείαν
φωνεῖ.
36δραμὼν
δέ
τις
καὶ
γεμίσας
σπόγγον
ὄξους,
περιθεὶς
καλάμῳ
ἐπότιζεν
αὐτόν.
λέγων,
̓Άφετε·
ἴδωμεν
εἰ
ἔρχεται
Ἠλείας
καθελεῖν
αὐτόν.
37ὁ
δὲ
Ἰησοῦς
ἀφεὶς
φωνὴν
μεγάλην
ἐξέπνευσεν.
38καὶ
τὸ
καταπέτασμα
τοῦ
ναοῦ
ἐσχίσθη
εἰς
δύο,
ἀπ᾽
ἄνωθεν
ἕως
κάτω.
39ἰδὼν
δὲ
ὁ
κεντυρίων
ὁ
παρεστηκὼς
ἐξ
ἐναντίας
αὐτοῦ
ὅτι
οὕτως
ἐξέπνευσεν
εἶπεν,
Ἀληθῶς
οὗτος
ὁ
ἄνθρωπος
υἱὸς
θεοῦ
ἦν.
40ἦσαν
δὲ
καὶ
γυναῖκες,
ἀπὸ
μακρόθεν
θεωροῦσαι,
ἐν
αἷς
καὶ
Μαριὰμ
ἡ
Μαγδαληνή,
καὶ
Μαρία
(ἡ
Ἰακώβου
τοῦ
μικροῦ
καὶ
Ἰωσῆτος
μήτηρ),
καὶ
Σαλώμη.
41αἳ
ὅτε
ἦν
ἐν
τῇ
Γαλιλαίᾳ
ἠκολούθουν
αὐτῷ
καὶ
διηκόνουν
αὐτῷ.
καὶ
ἄλλαι
πολλαὶ
αἱ
συναναβᾶσαι
αὐτῷ
εἰς
Ἱεροσόλυμα.
42καὶ
ἤδη
ὀψίας
γενομένης,
ἐπεὶ
ἦν
παρασκευή,
ὅ
ἐστιν
προσάββατον·
43ἐλθὼν
Ἰωσὴφ
ὁ
ἀπὸ
Ἁριμαθαίας
(εὐσχήμων
βουλευτής,
ὃς
καὶ
αὐτὸς
ἦν
προσδεχόμενος
τὴν
βασιλείαν
τοῦ
θεοῦ.)
τολμήσας
εἰσῆλθεν
πρὸς
τὸν
Πειλᾶτον
καὶ
ᾐτήσατο
τὸ
σῶμα
τοῦ
Ἰησοῦ.
44ὁ
δὲ
Πειλᾶτος
ἐθαύμασεν
εἰ
ἤδη
τέθνηκεν,
καὶ
προσκαλεσάμενος
τὸν
κεντυρίωνα
ἐπηρώτησεν
αὐτὸν
εἰ
πάλαι
ἀπέθανεν·
45καὶ
γνοὺς
ἀπὸ
τοῦ
κεντυρίωνος,
ἐδωρήσατο
τὸ
πτῶμα
τῷ
Ἰωσήφ.
46καὶ
ἀγοράσας
σινδόνα,
καθελὼν
αὐτόν,
ἐνείλησεν
τῇ
σινδόνι
καὶ
ἔθηκεν
αὐτὸν
ἐν
μνήματι
ὃ
ἦν
λελατομημένον
ἐκ
πέτρας.
καὶ
προσεκύλισεν
λίθον
ἐπὶ
τὴν
θύραν
τοῦ
μνημείου.
47ἡ
δὲ
Μαρία
ἡ
Μαγδαληνὴ
καὶ
Μαρία
ἡ
Ἰωσῆτος
ἐθεώρουν
ποῦ
τέθειται.