Mark 16:1-20
Mark 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
διαγενομένου
τοῦ
σαββάτου,
Μαρία
ἡ
Μαγδαληνὴ
καὶ
Μαρία
ἡ
τοῦ
Ἰακώβου
καὶ
Σαλώμη
ἠγόρασαν
ἀρώματα
ἵνα
ἐλθοῦσαι
ἀλείψωσιν
αὐτόν.
2καὶ
λίαν
πρωὶ
τῇ
μιᾷ
τῶν
σαββάτων,
ἔρχονται
ἐπὶ
τὸ
μνημεῖον,
ἀνατείλαντος
τοῦ
ἡλίου.
3καὶ
ἔλεγον
πρὸς
ἑαυτάς,
Τίς
ἀποκυλίσει
ἡμῖν
τὸν
λίθον
ἐκ
τῆς
θύρας
τοῦ
μνημείου;
4καί,
ἀναβλέψασαι
θεωροῦσιν
ὅτι
ἀνακεκύλισται
ὁ
λίθος—
ἦν
γὰρ
μέγας
σφόδρα.
5καὶ
εἰσελθοῦσαι
εἰς
τὸ
μνημεῖον,
εἶδον
νεανίσκον
καθήμενον
ἐν
τοῖς
δεξιοῖς
περιβεβλημένον
στολὴν
λευκήν.
καὶ
ἐξεθαμβήθησαν,
6ὁ
δὲ
λέγει
αὐταῖς,
Μὴ
ἐκθαμβεῖσθε.
Ἰησοῦν
ζητεῖτε
τὸν
Ναζαρηνόν,
τὸν
ἐσταυρωμένον.
ἠγέρθη·
οὐκ
ἔστιν
ὧδε.
ἴδε,
ὁ
τόπος
ὅπου
ἔθηκαν
αὐτόν.
7ἀλλὰ
ὑπάγετε
εἴπατε
τοῖς
μαθηταῖς
αὐτοῦ,
καὶ
τῷ
Πέτρῳ,
ὅτι
προάγει
ὑμᾶς
εἰς
τὴν
Γαλιλαίαν.
ἐκεῖ
αὐτὸν
ὄψεσθε,
καθὼς
εἶπεν
ὑμῖν.
8καὶ
ἐξελθοῦσαι
ἔφυγον
ἀπὸ
τοῦ
μνημείου,
εἶχεν
γὰρ
αὐτὰς
τρόμος
καὶ
ἔκστασις,
καὶ
οὐδενὶ
οὐδὲν
εἶπαν
ἐφοβοῦντο
γάρ.
Πάντα
δὲ
τὰ
παρηγγελμένα
τοῖς
περὶ
τὸν
Πέτρον
συντόμως
ἐξήγγειλαν.
Μετὰ
δὲ
ταῦτα
καὶ
αὐτὸς
ὁ
Ἰησοῦς
ἀπὸ
ἀνατολῆς
καὶ
ἄχρι
δύσεως
ἐξαπέστειλεν
δι᾽
αὐτῶν
τὸ
ἱερὸν
καὶ
ἄφθαρτον
κήρυγμα
τῆς
αἰωνίου
σωτηρίας.
ἀμήν.
9Ἀναστὰς
δὲ
πρωὶ
πρώτῃ
σαββάτου,
ἐφάνη
πρῶτον
Μαρίᾳ
τῇ
Μαγδαληνῇ,
παρ᾽
ἧς
ἐκβεβλήκει
ἑπτὰ
δαιμόνια.
10ἐκείνη
πορευθεῖσα
ἀπήγγειλεν
τοῖς
μετ᾽
αὐτοῦ
γενομένοις,
πενθοῦσι
καὶ
κλαίουσιν.
11κἀκεῖνοι
ἀκούσαντες
ὅτι
ζῇ
καὶ
ἐθεάθη
ὑπ᾽
αὐτῆς,
ἠπίστησαν.
12Μετὰ
δὲ
ταῦτα
δυσὶν
ἐξ
αὐτῶν
περιπατοῦσιν
ἐφανερώθη
ἐν
ἑτέρᾳ
μορφῇ
πορευομένοις
εἰς
ἀγρόν.
13κἀκεῖνοι
ἀπελθόντες
ἀπήγγειλαν
τοῖς
λοιποῖς,
οὐδὲ
ἐκείνοις
ἐπίστευσαν.
14̔Ύστερον
δὲ
ἀνακειμένοις
αὐτοῖς
τοῖς
ἕνδεκα
ἐφανερώθη.
καὶ
ὠνείδισεν
τὴν
ἀπιστίαν
αὐτῶν
καὶ
σκληροκαρδίαν
ὅτι
τοῖς
θεασαμένοις
αὐτὸν
ἐγηγερμένον
ἐκ
νεκρῶν
οὐκ
ἐπίστευσαν.
15καὶ
εἶπεν
αὐτοῖς,
Πορευθέντες
εἰς
τὸν
κόσμον
ἅπαντα
κηρύξατε
τὸ
εὐαγγέλιον
πάσῃ
τῇ
κτίσει.
16ὁ
πιστεύσας
καὶ
βαπτισθεὶς
σωθήσεται.
ὁ
δὲ
ἀπιστήσας
κατακριθήσεται.
17σημεῖα
δὲ
τοῖς
πιστεύσασιν
ταῦτα
παρακολουθήσει·
ἐν
τῷ
ὀνόματί
μου
δαιμόνια
ἐκβαλοῦσιν,
γλώσσαις
λαλήσουσιν
καιναῖς.
18καὶ
ἐν
ταῖς
χερσὶν
ὄφεις
ἀροῦσιν,
κἂν
θανάσιμόν
τι
πίωσιν,
οὐ
μὴ
αὐτοὺς
βλάψῃ.
ἐπὶ
ἀρρώστους
χεῖρας
ἐπιθήσουσιν
καὶ
καλῶς
ἕξουσιν.
19Ὁ
μὲν
οὖν
κύριος
Ἰησοῦς
μετὰ
τὸ
λαλῆσαι
αὐτοῖς,
ἀνελήμφθη
εἰς
τὸν
οὐρανὸν
καὶ
ἐκάθισεν
ἐκ
δεξιῶν
τοῦ
θεοῦ.
20ἐκεῖνοι
δὲ
ἐξελθόντες
ἐκήρυξαν
πανταχοῦ,
τοῦ
κυρίου
συνεργοῦντος,
καὶ
τὸν
λόγον
βεβαιοῦντος
διὰ
τῶν
ἐπακολουθούντων
σημείων.