Mark 4:1-41
Mark 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
πάλιν
ἤρξατο
διδάσκειν
παρὰ
τὴν
θάλασσαν.
καὶ
συνάγεται
πρὸς
αὐτὸν
ὄχλος
πλεῖστος,
ὥστε
αὐτὸν
εἰς
πλοῖον
ἐμβάντα·
καθῆσθαι
ἐν
τῇ
θαλάσσῃ
καὶ
πᾶς
ὁ
ὄχλος
πρὸς
τὴν
θάλασσαν
ἐπὶ
τῆς
γῆς
ἦσαν.
2καὶ
ἐδίδασκεν
αὐτοὺς
ἐν
παραβολαῖς
πολλά,
καὶ
ἔλεγεν
αὐτοῖς
ἐν
τῇ
διδαχῇ
αὐτοῦ·
3Ἀκούετε.
ἰδοὺ
ἐξῆλθεν
ὁ
σπείρων
σπεῖραι.
4καὶ
ἐγένετο
ἐν
τῷ
σπείρειν,
ὃ
μὲν
ἔπεσεν
παρὰ
τὴν
ὁδόν,
καὶ
ἦλθεν
τὰ
πετεινὰ
καὶ
κατέφαγεν
αὐτό.
5καὶ
ἄλλο
ἔπεσεν
ἐπὶ
τὸ
πετρῶδες
ὅπου
οὐκ
εἶχεν
γῆν
πολλήν·
καὶ
εὐθὺς
ἐξανέτειλεν
διὰ
τὸ
μὴ
ἔχειν
βάθος
γῆς.
6καὶ
ὅτε
ἀνέτειλεν
ὁ
ἥλιος
ἐκαυματίσθη,
καὶ
διὰ
τὸ
μὴ
ἔχειν
ῥίζαν,
ἐξηράνθη.
7καὶ
ἄλλο
ἔπεσεν
εἰς
τὰς
ἀκάνθας
καὶ
ἀνέβησαν
αἱ
ἄκανθαι
καὶ
συνέπνιξαν
αὐτὸ
καὶ
καρπὸν
οὐκ
ἔδωκεν.
8καὶ
ἄλλα
ἔπεσεν
εἰς
τὴν
γῆν
τὴν
καλήν,
καὶ
ἐδίδου
καρπὸν
ἀναβαίνοντα,
καὶ
αὐξανόμενα,
καὶ
ἔφερεν
εἷς
τριάκοντα,
καὶ
ἓν
ἑξήκοντα,
καὶ
ἓν
ἑκατόν.
9καὶ
ἔλεγεν,
̔Ὸς
ἔχει
ὦτα
ἀκούειν
ἀκουέτω.
10καὶ
ὅτε
ἐγένετο
κατὰ
μόνας,
ἠρώτων
αὐτόν,
οἱ
περὶ
αὐτὸν
σὺν
τοῖς
δώδεκα
τὰς
παραβολάς.
11καὶ
ἔλεγεν
αὐτοῖς,
Ὑμῖν
τὸ
μυστήριον
δέδοται
τῆς
βασιλείας
τοῦ
θεοῦ.
ἐκείνοις
δὲ
τοῖς
ἔξω
ἐν
παραβολαῖς
τὰ
πάντα
γίνεται,
12ἵνα·
βλέποντες
βλέπωσι,
καὶ
μὴ
ἴδωσιν.
καὶ
ἀκούοντες
ἀκούωσι,
καὶ
μὴ
συνιῶσιν.
μήποτε,
ἐπιστρέψωσιν
καὶ
ἀφεθῇ
αὐτοῖς.
13καὶ
λέγει
αὐτοῖς,
Οὐκ
οἴδατε
τὴν
παραβολὴν
ταύτην,
καὶ
πῶς
πάσας
τὰς
παραβολὰς
γνώσεσθε;
14ὁ
σπείρων
τὸν
λόγον
σπείρει.
15οὗτοι
δέ
εἰσιν
οἱ
παρὰ
τὴν
ὁδὸν
ὅπου
σπείρεται
ὁ
λόγος
καὶ
ὅταν
ἀκούσωσιν,
εὐθὺς
ἔρχεται
ὁ
Σατανᾶς
καὶ
αἴρει
τὸν
λόγον
τὸν
ἐσπαρμένον
εἰς
αὐτούς.
16καὶ
οὗτοί
εἰσιν
ὁμοίως
οἱ
ἐπὶ
τὰ
πετρώδη
σπειρόμενοι
οἳ
ὅταν
ἀκούσωσιν
τὸν
λόγον
εὐθὺς
μετὰ
χαρᾶς
λαμβάνουσιν
αὐτόν.
17καὶ
οὐκ
ἔχουσιν
ῥίζαν
ἐν
ἑαυτοῖς,
ἀλλὰ
πρόσκαιροί
εἰσιν·
εἶτα
γενομένης
θλίψεως
ἢ
διωγμοῦ
διὰ
τὸν
λόγον
εὐθὺς
σκανδαλίζονται.
18καὶ
ἄλλοι
εἰσὶν
οἱ
εἰς
τὰς
ἀκάνθας
σπειρόμενοι
οὗτοί
εἰσιν
οἱ
τὸν
λόγον
ἀκούσαντες,
19καὶ
αἱ
μέριμναι
τοῦ
αἰῶνος,
καὶ
ἡ
ἀπάτη
τοῦ
πλούτου,
καὶ
αἱ
περὶ
τὰ
λοιπὰ
ἐπιθυμίαι
εἰσπορευόμεναι,
συμπνίγουσιν
τὸν
λόγον,
καὶ
ἄκαρπος
γίνεται.
20καὶ
ἐκεῖνοί
εἰσιν
οἱ
ἐπὶ
τὴν
γῆν
τὴν
καλὴν
σπαρέντες,
οἵτινες
ἀκούουσιν
τὸν
λόγον
καὶ
παραδέχονται
καὶ
καρποφοροῦσιν
ἓν
τριάκοντα,
καὶ
ἓν
ἑξήκοντα,
καὶ
ἓν
ἑκατόν.
21καὶ
ἔλεγεν
αὐτοῖς,
Μήτι
ἔρχεται
ὁ
λύχνος
ἵνα
ὑπὸ
τὸν
μόδιον
τεθῇ
ἢ
ὑπὸ
τὴν
κλίνην;
οὐχ
ἵνα
ἐπὶ
τὴν
λυχνίαν
τεθῇ.
22οὐ
γὰρ
ἔστιν
κρυπτὸν
ἐὰν
μὴ
ἵνα
φανερωθῇ,
οὐδὲ
ἐγένετο
ἀπόκρυφον
ἀλλ᾽
ἵνα
ἔλθῃ
εἰς
φανερόν.
23εἴ
τις
ἔχει
ὦτα
ἀκούειν
ἀκουέτω.
24καὶ
ἔλεγεν
αὐτοῖς,
Βλέπετε
τί
ἀκούετε.
ἐν
ᾧ
μέτρῳ
μετρεῖτε,
μετρηθήσεται
ὑμῖν—
καὶ
προστεθήσεται
ὑμῖν.
25ὃς
γὰρ
ἔχει,
δοθήσεται
αὐτῷ.
καὶ
ὃς
οὐκ
ἔχει,
καὶ
ὃ
ἔχει
ἀρθήσεται
ἀπ᾽
αὐτοῦ.
26καὶ
ἔλεγεν,
Οὕτως
ἐστὶν
ἡ
βασιλεία
τοῦ
θεοῦ
ὡς
ἄνθρωπος
βάλῃ
τὸν
σπόρον
ἐπὶ
τῆς
γῆς.
27καὶ
καθεύδῃ
καὶ
ἐγείρηται,
νύκτα
καὶ
ἡμέραν,
καὶ
ὁ
σπόρος
βλαστᾷ
καὶ
μηκύνηται,
ὡς
οὐκ
οἶδεν
αὐτός.
28αὐτομάτη
ἡ
γῆ
καρποφορεῖ.
πρῶτον
χόρτον,
εἶτεν
στάχυν,
εἶτεν
πλήρης
σῖτον
ἐν
τῷ
στάχυϊ.
29ὅταν
δὲ
παραδοῖ
ὁ
καρπός,
εὐθὺς
ἀποστέλλει
τὸ
δρέπανον,
ὅτι
παρέστηκεν
ὁ
θερισμός.
30καὶ
ἔλεγεν,
Πῶς
ὁμοιώσωμεν
τὴν
βασιλείαν
τοῦ
θεοῦ;
ἢ
ἐν
τίνι
αὐτὴν
παραβολῇ
θῶμεν;
31ὡς
κόκκῳ
σινάπεως
ὃς
ὅταν
σπαρῇ
ἐπὶ
τῆς
γῆς·
μικρότερον
ὂν
πάντων
τῶν
σπερμάτων
τῶν
ἐπὶ
τῆς
γῆς,
32καὶ
ὅταν
σπαρῇ,
ἀναβαίνει
καὶ
γίνεται
μεῖζον
πάντων
τῶν
λαχάνων·
καὶ
ποιεῖ
κλάδους
μεγάλους,
ὥστε
δύνασθαι
ὑπὸ
τὴν
σκιὰν
αὐτοῦ
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
κατασκηνοῦν.
33καὶ
τοιαύταις
παραβολαῖς
πολλαῖς
ἐλάλει
αὐτοῖς
τὸν
λόγον
καθὼς
ἠδύναντο
ἀκούειν.
34χωρὶς
δὲ
παραβολῆς
οὐκ
ἐλάλει
αὐτοῖς,
κατ᾽
ἰδίαν
δὲ
τοῖς
ἰδίοις
μαθηταῖς,
ἐπέλυεν
πάντα.
35καὶ
λέγει
αὐτοῖς
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ,
ὀψίας
γενομένης,
Διέλθωμεν
εἰς
τὸ
πέραν.
36καὶ
ἀφέντες
τὸν
ὄχλον,
παραλαμβάνουσιν
αὐτὸν
ὡς
ἦν
ἐν
τῷ
πλοίῳ
(καὶ
ἄλλα
πλοῖα
ἦν
μετ᾽
αὐτοῦ).
37καὶ
γίνεται
λαῖλαψ
μεγάλη
ἀνέμου.
καὶ
τὰ
κύματα
ἐπέβαλλεν
εἰς
τὸ
πλοῖον,
ὥστε
ἤδη
γεμίζεσθαι
τὸ
πλοῖον.
38καὶ
αὐτὸς
ἦν
ἐν
τῇ
πρύμνῃ
ἐπὶ
τὸ
προσκεφάλαιον
καθεύδων.
καὶ
ἐγείρουσιν
αὐτόν,
καὶ
λέγουσιν
αὐτῷ,
Διδάσκαλε,
οὐ
μέλει
σοι
ὅτι
ἀπολλύμεθα;
39καὶ
διεγερθείς,
ἐπετίμησεν
τῷ
ἀνέμῳ
καὶ
εἶπεν
τῇ
θαλάσσῃ,
Σιώπα·
πεφίμωσο.
καὶ
ἐκόπασεν
ὁ
ἄνεμος,
καὶ
ἐγένετο
γαλήνη
μεγάλη.
40καὶ
εἶπεν
αὐτοῖς,
Τί
δειλοί
ἐστε;
οὔπω
ἔχετε
πίστιν;
41καὶ
ἐφοβήθησαν
φόβον
μέγαν.
καὶ
ἔλεγον
πρὸς
ἀλλήλους,
Τίς
ἄρα
οὗτός
ἐστιν;
ὅτι
καὶ
ὁ
ἄνεμος
καὶ
ἡ
θάλασσα
ὑπακούει
αὐτῷ.