Matt 11:1-30
Matthew 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἐγένετο
ὅτε
ἐτέλεσεν
ὁ
Ἰησοῦς
διατάσσων
τοῖς
δώδεκα
μαθηταῖς
αὐτοῦ,
μετέβη
ἐκεῖθεν
τοῦ
διδάσκειν
καὶ
κηρύσσειν
ἐν
ταῖς
πόλεσιν
αὐτῶν.
2ὁ
δὲ
Ἰωάνης
ἀκούσας,
ἐν
τῷ
δεσμωτηρίῳ,
τὰ
ἔργα
τοῦ
Χριστοῦ·
πέμψας
διὰ
τῶν
μαθητῶν
αὐτοῦ
3εἶπεν
αὐτῷ,
Σὺ
εἶ
ὁ
ἐρχόμενος,
ἢ
ἕτερον
προσδοκῶμεν;
4καὶ
ἀποκριθεὶς
ὁ
Ἰησοῦς
εἶπεν
αὐτοῖς,
Πορευθέντες
ἀπαγγείλατε
Ἰωάνῃ
ἃ
ἀκούετε
καὶ
βλέπετε—
5τυφλοὶ
ἀναβλέπουσιν,
καὶ
χωλοὶ
περιπατοῦσιν,
λεπροὶ
καθαρίζονται,
καὶ
κωφοὶ
ἀκούουσιν,
καὶ
νεκροὶ
ἐγείρονται,
καὶ
πτωχοὶ
εὐαγγελίζονται.
6καὶ
μακάριός
ἐστιν
ὃς
ἐὰν
μὴ
σκανδαλισθῇ
ἐν
ἐμοί.
7τούτων
δὲ
πορευομένων,
ἤρξατο
ὁ
Ἰησοῦς
λέγειν
τοῖς
ὄχλοις
περὶ
Ἰωάνου
Τί
ἐξήλθατε
εἰς
τὴν
ἔρημον
θεάσασθαι;
κάλαμον
ὑπὸ
ἀνέμου
σαλευόμενον;
8ἀλλὰ
τί
ἐξήλθατε
ἰδεῖν
ἄνθρωπον
ἐν
μαλακοῖς
ἠμφιεσμένον;
ἰδού.
οἱ
τὰ
μαλακὰ
φοροῦντες
ἐν
τοῖς
οἴκοις
τῶν
βασιλέων
εἰσίν.
9ἀλλὰ
τί
ἐξήλθατε
προφήτην
ἰδεῖν;
ναί,
λέγω
ὑμῖν,
καὶ
περισσότερον
προφήτου.
10οὗτός
ἐστιν
περὶ
οὗ
γέγραπται,
Ἰδού,
ἐγὼ
ἀποστέλλω
τὸν
ἄγγελόν
μου
πρὸ
προσώπου
σου,
ὃς
κατασκευάσει
τὴν
ὁδόν
σου
ἔμπροσθέν
σου.
11ἀμὴν
λέγω
ὑμῖν,
οὐκ
ἐγήγερται
ἐν
γεννητοῖς
γυναικῶν,
μείζων
Ἰωάνου
τοῦ
Βαπτιστοῦ.
ὁ
δὲ
μικρότερος
ἐν
τῇ
βασιλείᾳ
τῶν
οὐρανῶν
μείζων
αὐτοῦ
ἐστίν.
12ἀπὸ
δὲ
τῶν
ἡμερῶν
Ἰωάνου
τοῦ
Βαπτιστοῦ
ἕως
ἄρτι,
ἡ
βασιλεία
τῶν
οὐρανῶν
βιάζεται
καὶ
βιασταὶ
ἁρπάζουσιν
αὐτήν.
13πάντες
γὰρ
οἱ
προφῆται
καὶ
ὁ
νόμος,
ἕως
Ἰωάνου,
ἐπροφήτευσαν.
14καὶ
εἰ
θέλετε
δέξασθαι,
αὐτός
ἐστιν
Ἠλείας,
ὁ
μέλλων
ἔρχεσθαι.
15ὁ
ἔχων
ὦτα
ἀκουέτω.
16τίνι
δὲ
ὁμοιώσω
τὴν
γενεὰν
ταύτην;
ὁμοία
ἐστὶν
παιδίοις
καθημένοις
ἐν
ταῖς
ἀγοραῖς·
ἃ
προσφωνοῦντα
τοῖς
ἑτέροις
17λέγουσιν,
Ηὐλήσαμεν
ὑμῖν,
καὶ
οὐκ
ὠρχήσασθε,
ἐθρηνήσαμεν,
καὶ
οὐκ
ἐκόψασθε.
18ἦλθεν
γὰρ
Ἰωάνης
μήτε
ἐσθίων
μήτε
πίνων,
καὶ
λέγουσιν,
Δαιμόνιον
ἔχει.
19ἦλθεν
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
ἐσθίων
καὶ
πίνων,
καὶ
λέγουσιν,
Ἰδοὺ
ἄνθρωπος
φάγος
καὶ
οἰνοπότης,
τελωνῶν
φίλος
καὶ
ἁμαρτωλῶν.
καὶ
ἐδικαιώθη
ἡ
σοφία
ἀπὸ
τῶν
ἔργων
αὐτῆς.
20τότε
ἤρξατο
ὀνειδίζειν
τὰς
πόλεις
ἐν
αἷς
ἐγένοντο
αἱ
πλεῖσται
δυνάμεις
αὐτοῦ,
ὅτι
οὐ
μετενόησαν.
21οὐαί
σοι,
Χοραζείν·
οὐαί
σοι,
Βηθσαϊδάν·
ὅτι
εἰ
ἐν
Τύρῳ
καὶ
Σιδῶνι
ἐγένοντο
αἱ
δυνάμεις
αἱ
γενόμεναι
ἐν
ὑμῖν,
πάλαι
ἂν
ἐν
σάκκῳ
καὶ
σποδῷ,
μετενόησαν.
22πλὴν
λέγω
ὑμῖν,
Τύρῳ
καὶ
Σιδῶνι
ἀνεκτότερον
ἔσται
ἐν
ἡμέρᾳ
κρίσεως
ἢ
ὑμῖν.
23καὶ
σὺ
Καφαρναούμ,
μὴ
ἕως
οὐρανοῦ
ὑψωθήσῃ;
ἕως
ᾅδου
καταβήσῃ.
ὅτι
εἰ
ἐν
Σοδόμοις
ἐγενήθησαν
αἱ
δυνάμεις
αἱ
γενόμεναι
ἐν
σοί,
ἔμεινεν
ἂν
μέχρι
τῆς
σήμερον.
24πλὴν
λέγω
ὑμῖν,
ὅτι
γῇ
Σοδόμων
ἀνεκτότερον
ἔσται
ἐν
ἡμέρᾳ
κρίσεως
ἢ
σοί.
25ἐν
ἐκείνῳ
τῷ
καιρῷ
ἀποκριθεὶς
ὁ
Ἰησοῦς
εἶπεν·
Ἐξομολογοῦμαί
σοι,
πάτερ,
κύριε
τοῦ
οὐρανοῦ
καὶ
τῆς
γῆς,
ὅτι
ἔκρυψας
ταῦτα
ἀπὸ
σοφῶν
καὶ
συνετῶν,
καὶ
ἀπεκάλυψας
αὐτὰ
νηπίοις.
26ναί,
ὁ
πατήρ,
ὅτι
οὕτως
εὐδοκία
ἐγένετο
ἔμπροσθέν
σου.
27πάντα
μοι
παρεδόθη
ὑπὸ
τοῦ
πατρός
μου.
καὶ
οὐδεὶς
ἐπιγινώσκει
τὸν
υἱὸν
εἰ
μὴ
ὁ
πατήρ,
οὐδὲ
τὸν
πατέρα
τις
ἐπιγινώσκει
εἰ
μὴ
ὁ
υἱὸς
καὶ
ᾧ
ἐὰν
βούληται
ὁ
υἱὸς
ἀποκαλύψαι.
28δεῦτε
πρός
με,
πάντες
οἱ
κοπιῶντες
καὶ
πεφορτισμένοι,
κἀγὼ
ἀναπαύσω
ὑμᾶς.
29ἄρατε
τὸν
ζυγόν
μου
ἐφ᾽
ὑμᾶς.
καὶ
μάθετε
ἀπ᾽
ἐμοῦ,
ὅτι
πραΰς
εἰμι
καὶ
ταπεινὸς
τῇ
καρδίᾳ,
καὶ
εὑρήσετε
ἀνάπαυσιν
ταῖς
ψυχαῖς
ὑμῶν.
30ὁ
γὰρ
ζυγός
μου
χρηστός,
καὶ
τὸ
φορτίον
μου
ἐλαφρόν
ἐστιν.