Matt 20:1-34
Matthew 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ὁμοία
γάρ
ἐστιν
ἡ
βασιλεία
τῶν
οὐρανῶν
ἀνθρώπῳ
οἰκοδεσπότῃ
ὅστις
ἐξῆλθεν
ἅμα
πρωὶ
μισθώσασθαι
ἐργάτας
εἰς
τὸν
ἀμπελῶνα
αὐτοῦ.
2συμφωνήσας
δὲ
μετὰ
τῶν
ἐργατῶν
ἐκ
δηναρίου
τὴν
ἡμέραν
ἀπέστειλεν
αὐτοὺς
εἰς
τὸν
ἀμπελῶνα
αὐτοῦ.
3καὶ
ἐξελθὼν
περὶ
τρίτην
ὥραν
εἶδεν
ἄλλους
ἑστῶτας
ἐν
τῇ
ἀγορᾷ
ἀργούς.
4καὶ
ἐκείνοις
εἶπεν,
Ὑπάγετε
καὶ
ὑμεῖς
εἰς
τὸν
ἀμπελῶνα.
καὶ
ὃ
ἐὰν
ᾖ
δίκαιον
δώσω
ὑμῖν.
5οἱ
δὲ
ἀπῆλθον.
πάλιν
δὲ
ἐξελθὼν
περὶ
ἕκτην
καὶ
ἐνάτην
ὥραν
ἐποίησεν
ὡσαύτως.
6περὶ
δὲ
τὴν
ἑνδεκάτην
ἐξελθὼν
εὗρεν
ἄλλους
ἑστῶτας.
καὶ
λέγει
αὐτοῖς,
Τί
ὧδε
ἑστήκατε
ὅλην
τὴν
ἡμέραν
ἀργοί;
7λέγουσιν
αὐτῷ,
̔Ότι
οὐδεὶς
ἡμᾶς
ἐμισθώσατο.
λέγει
αὐτοῖς,
Ὑπάγετε
καὶ
ὑμεῖς
εἰς
τὸν
ἀμπελῶνα.
8ὀψίας
δὲ
γενομένης
λέγει
ὁ
κύριος
τοῦ
ἀμπελῶνος
τῷ
ἐπιτρόπῳ
αὐτοῦ,
Κάλεσον
τοὺς
ἐργάτας
καὶ
ἀπόδος
αὐτοῖς
τὸν
μισθὸν
ἀρξάμενος
ἀπὸ
τῶν
ἐσχάτων
ἕως
τῶν
πρώτων.
9ἐλθόντες
δὲ
οἱ
περὶ
τὴν
ἑνδεκάτην
ὥραν,
ἔλαβον
ἀνὰ
δηνάριον.
10καὶ
ἐλθόντες
οἱ
πρῶτοι
ἐνόμισαν
ὅτι
πλεῖον
λήμψονται.
καὶ
ἔλαβον
τὸ
ἀνὰ
δηνάριον,
καί,
αὐτοί.
11λαβόντες
δέ,
ἐγόγγυζον
κατὰ
τοῦ
οἰκοδεσπότου,
12λέγοντες,
Οὗτοι
οἱ
ἔσχατοι
μίαν
ὥραν
ἐποίησαν,
καὶ
ἴσους
αὐτοὺς
ἡμῖν
ἐποίησας
τοῖς
βαστάσασι
τὸ
βάρος
τῆς
ἡμέρας
καὶ
τὸν
καύσωνα.
13ὁ
δὲ
ἀποκριθεὶς
ἑνὶ
αὐτῶν
εἶπεν,
Ἑταῖρε,
οὐκ
ἀδικῶ
σε.
οὐχὶ
δηναρίου
συνεφώνησάς
μοι;
14ἆρον
τὸ
σὸν
καὶ
ὕπαγε.
θέλω
δὲ
τούτῳ
τῷ
ἐσχάτῳ
δοῦναι
ὡς
καὶ
σοί.
15οὐκ
ἔξεστίν
μοι
ὃ
θέλω
ποιῆσαι
ἐν
τοῖς
ἐμοῖς;
ἢ
ὁ
ὀφθαλμός
σου
πονηρός
ἐστιν
ὅτι
ἐγὼ
ἀγαθός
εἰμι;
16οὕτως
ἔσονται
οἱ
ἔσχατοι
πρῶτοι,
καὶ
οἱ
πρῶτοι
ἔσχατοι.
17καὶ
ἀναβαίνων
ὁ
Ἰησοῦς
εἰς
Ἱεροσόλυμα,
παρέλαβεν
τοὺς
δώδεκα
μαθητὰς
κατ᾽
ἰδίαν
καὶ
ἐν
τῇ
ὁδῷ.
18εἶπεν
αὐτοῖς,
Ἰδού,
ἀναβαίνομεν
εἰς
Ἱεροσόλυμα,
καὶ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
παραδοθήσεται
τοῖς
ἀρχιερεῦσιν
καὶ
γραμματεῦσιν.
καὶ
κατακρινοῦσιν
αὐτὸν
θανάτῳ.
19καὶ
παραδώσουσιν
αὐτὸν
τοῖς
ἔθνεσιν
εἰς
τὸ
ἐμπαῖξαι,
καὶ
μαστιγῶσαι,
καὶ
σταυρῶσαι·
καὶ
τῇ
τρίτῃ
ἡμέρᾳ
ἐγερθήσεται.
20τότε
προσῆλθεν
αὐτῷ
ἡ
μήτηρ
τῶν
υἱῶν
Ζεβεδαίου,
μετὰ
τῶν
υἱῶν
αὐτῆς·
προσκυνοῦσα
καὶ
αἰτοῦσά
τι
ἀπ᾽
αὐτοῦ.
21ὁ
δὲ
εἶπεν
αὐτῇ,
Τί
θέλεις;
λέγει
αὐτῷ,
Εἰπὲ
ἵνα
καθίσωσιν
οὗτοι
οἱ
δύο
υἱοί
μου
εἷς
ἐκ
δεξιῶν
σου
καὶ
εἷς
ἐξ
εὐωνύμων
σου,
ἐν
τῇ
βασιλείᾳ
σου.
22ἀποκριθεὶς
δὲ
ὁ
Ἰησοῦς
εἶπεν,
Οὐκ
οἴδατε
τί
αἰτεῖσθε.
δύνασθε
πιεῖν
τὸ
ποτήριον
ὃ
ἐγὼ
μέλλω
πίνειν;
λέγουσιν
αὐτῷ,
Δυνάμεθα.
23λέγει
αὐτοῖς,
Τὸ
μὲν
ποτήριόν
μου
πίεσθε·
τὸ
δὲ
καθίσαι
ἐκ
δεξιῶν
μου
καὶ
ἐξ
εὐωνύμων
οὐκ
ἔστιν
ἐμὸν
δοῦναι·
ἀλλ᾽
οἷς
ἡτοίμασται
ὑπὸ
τοῦ
πατρός
μου.
24καὶ
ἀκούσαντες
οἱ
δέκα,
ἠγανάκτησαν,
περὶ
τῶν
δύο
ἀδελφῶν.
25ὁ
δὲ
Ἰησοῦς
προσκαλεσάμενος
αὐτοὺς
εἶπεν,
Οἴδατε
ὅτι
οἱ
ἄρχοντες
τῶν
ἐθνῶν
κατακυριεύουσιν
αὐτῶν,
καὶ
οἱ
μεγάλοι
κατεξουσιάζουσιν
αὐτῶν.
26οὐχ
οὕτως
ἔσται
ἐν
ὑμῖν,
ἀλλ᾽
ὃς
ἐὰν
θέλῃ
ἐν
ὑμῖν
μέγας
γενέσθαι
ἔσται
ὑμῶν
διάκονος,
27καὶ
ὃς
ἂν
θέλῃ
ἐν
ὑμῖν
εἶναι
πρῶτος
ἔσται
ὑμῶν
δοῦλος.
28ὥσπερ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
οὐκ
ἦλθεν
διακονηθῆναι
ἀλλὰ
διακονῆσαι,
καὶ
δοῦναι
τὴν
ψυχὴν
αὐτοῦ
λύτρον
ἀντὶ
πολλῶν.
29καὶ
ἐκπορευομένων
αὐτῶν
ἀπὸ
Ἰερειχώ,
ἠκολούθησεν
αὐτῷ
ὄχλος
πολύς.
30καὶ
ἰδοὺ
δύο
τυφλοὶ
καθήμενοι
παρὰ
τὴν
ὁδόν.
ἀκούσαντες
ὅτι
Ἰησοῦς
παράγει,
ἔκραξαν
λέγοντες,
Ἐλέησον
ἡμᾶς,
κύριε,
υἱὸς
Δαυείδ.
31ὁ
δὲ
ὄχλος
ἐπετίμησεν
αὐτοῖς,
ἵνα
σιωπήσωσιν.
οἱ
δὲ
μεῖζον
ἔκραξαν
λέγοντες,
Ἐλέησον
ἡμᾶς,
κύριε,
υἱὸς
Δαυείδ.
32καὶ
στὰς
ὁ
Ἰησοῦς
ἐφώνησεν
αὐτούς,
καὶ
εἶπεν,
Τί
θέλετε
ποιήσω
ὑμῖν;
33λέγουσιν
αὐτῷ,
Κύριε,
ἵνα
ἀνοιγῶσιν
οἱ
ὀφθαλμοὶ
ἡμῶν.
34σπλαγχνισθεὶς
δὲ
ὁ
Ἰησοῦς
ἥψατο
τῶν
ὀμμάτων
αὐτῶν.
καὶ
εὐθέως
ἀνέβλεψαν.
καὶ
ἠκολούθησαν
αὐτῷ.