Matt 26:1-75
Matthew 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἐγένετο
ὅτε
ἐτέλεσεν
ὁ
Ἰησοῦς
πάντας
τοὺς
λόγους
τούτους,
εἶπεν
τοῖς
μαθηταῖς
αὐτοῦ,
2Οἴδατε,
ὅτι
μετὰ
δύο
ἡμέρας
τὸ
πάσχα
γίνεται,
καὶ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
παραδίδοται
εἰς
τὸ
σταυρωθῆναι.
3τότε
συνήχθησαν
οἱ
ἀρχιερεῖς
καὶ
οἱ
πρεσβύτεροι
τοῦ
λαοῦ
εἰς
τὴν
αὐλὴν
τοῦ
ἀρχιερέως,
τοῦ
λεγομένου
Καιάφα,
4καὶ
συνεβουλεύσαντο
ἵνα
τὸν
Ἰησοῦν
δόλῳ
κρατήσωσιν
καὶ
ἀποκτείνωσιν.
5ἔλεγον
δέ,
Μὴ
ἐν
τῇ
ἑορτῇ,
ἵνα
μὴ
θόρυβος
γένηται
ἐν
τῷ
λαῷ.
6τοῦ
δὲ
Ἰησοῦ
γενομένου
ἐν
Βηθανίᾳ
ἐν
οἰκίᾳ
Σίμωνος,
τοῦ
λεπροῦ,
7προσῆλθεν
αὐτῷ
γυνὴ
ἔχουσα
ἀλάβαστρον
μύρου
βαρυτίμου
καὶ
κατέχεεν
ἐπὶ
τῆς
κεφαλῆς
αὐτοῦ,
ἀνακειμένου.
8ἰδόντες
δὲ
οἱ
μαθηταὶ
ἠγανάκτησαν·
λέγοντες,
Εἰς
τί
ἡ
ἀπώλεια
αὕτη;
9ἐδύνατο
γὰρ
τοῦτο
πραθῆναι
πολλοῦ
καὶ
δοθῆναι
πτωχοῖς.
10γνοὺς
δὲ
ὁ
Ἰησοῦς
εἶπεν
αὐτοῖς,
Τί
κόπους
παρέχετε
τῇ
γυναικί
ἔργον
γὰρ
καλὸν
ἠργάσατο
εἰς
ἐμέ;
11πάντοτε
γὰρ
τοὺς
πτωχοὺς
ἔχετε
μεθ᾽
ἑαυτῶν,
ἐμὲ
δὲ
οὐ
πάντοτε
ἔχετε·
12βαλοῦσα
γὰρ
αὕτη
τὸ
μύρον
τοῦτο
ἐπὶ
τοῦ
σώματός
μου
πρὸς
τὸ
ἐνταφιάσαι
με
ἐποίησεν.
13ἀμὴν
λέγω
ὑμῖν,
ὅπου
ἐὰν
κηρυχθῇ
τὸ
εὐαγγέλιον
τοῦτο
ἐν
ὅλῳ
τῷ
κόσμῳ,
λαληθήσεται
καὶ
ὃ
ἐποίησεν
αὕτη
εἰς
μνημόσυνον
αὐτῆς.
14τότε
πορευθεὶς
εἷς
τῶν
δώδεκα,
ὁ
λεγόμενος
Ἰούδας
Ἰσκαριώτης,
πρὸς
τοὺς
ἀρχιερεῖς
15εἶπεν,
Τί
θέλετέ
μοι
δοῦναι,
κἀγὼ
ὑμῖν
παραδώσω
αὐτόν;
οἱ
δὲ
ἔστησαν
αὐτῷ
τριάκοντα
ἀργύρια.
16καὶ
ἀπὸ
τότε,
ἐζήτει
εὐκαιρίαν
ἵνα
αὐτὸν
παραδῷ.
17τῇ
δὲ
πρώτῃ
τῶν
ἀζύμων,
προσῆλθον
οἱ
μαθηταὶ
τῷ
Ἰησοῦ
λέγοντες,
Ποῦ
θέλεις
ἑτοιμάσωμέν
σοι
φαγεῖν
τὸ
πάσχα;
18ὁ
δὲ
εἶπεν,
Ὑπάγετε
εἰς
τὴν
πόλιν
πρὸς
τὸν
δεῖνα.
καὶ
εἴπατε
αὐτῷ,
Ὁ
διδάσκαλος
λέγει·
Ὁ
καιρός
μου
ἐγγύς
ἐστιν,
πρὸς
σὲ
ποιῶ
τὸ
πάσχα
μετὰ
τῶν
μαθητῶν
μου.
19καὶ
ἐποίησαν
οἱ
μαθηταὶ
ὡς
συνέταξεν
αὐτοῖς
ὁ
Ἰησοῦς
καὶ
ἡτοίμασαν
τὸ
πάσχα.
20ὀψίας
δὲ
γενομένης,
ἀνέκειτο
μετὰ
τῶν
δώδεκα
μαθητῶν.
21καὶ
ἐσθιόντων
αὐτῶν,
εἶπεν,
Ἀμὴν
λέγω
ὑμῖν,
ὅτι
εἷς
ἐξ
ὑμῶν
παραδώσει
με.
22καὶ
λυπούμενοι
σφόδρα,
ἤρξαντο
λέγειν
αὐτῷ
εἷς
ἕκαστος,
Μήτι
ἐγώ
εἰμι,
κύριε;
23ὁ
δὲ
ἀποκριθεὶς
εἶπεν,
Ὁ
ἐμβάψας
μετ᾽
ἐμοῦ
τὴν
χεῖρα
ἐν
τῷ
τρυβλίῳ
οὗτός
με
παραδώσει.
24ὁ
μὲν
υἱὸς
τοῦ
ἀνθρώπου
ὑπάγει,
καθὼς
γέγραπται
περὶ
αὐτοῦ.
οὐαὶ
δὲ
τῷ
ἀνθρώπῳ
ἐκείνῳ
δι᾽
οὗ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
παραδίδοται.
καλὸν
ἦν
αὐτῷ
εἰ
οὐκ
ἐγεννήθη
ὁ
ἄνθρωπος
ἐκεῖνος.
25ἀποκριθεὶς
δὲ
Ἰούδας,
ὁ
παραδιδοὺς
αὐτόν,
εἶπεν,
Μήτι
ἐγώ
εἰμι,
ῥαββεί;
λέγει
αὐτῷ,
Σὺ
εἶπας.
26ἐσθιόντων
δὲ
αὐτῶν,
λαβὼν
ὁ
Ἰησοῦς
ἄρτον
καὶ
εὐλογήσας·
ἔκλασεν
καὶ
δοὺς
τοῖς
μαθηταῖς,
εἶπεν,
Λάβετε
φάγετε,
τοῦτό
ἐστιν
τὸ
σῶμά
μου.
27καὶ
λαβὼν
ποτήριον
καὶ
εὐχαριστήσας·
ἔδωκεν
αὐτοῖς
λέγων,
Πίετε
ἐξ
αὐτοῦ
πάντες,
28τοῦτο
γάρ
ἐστιν
τὸ
αἷμά
μου
τῆς
διαθήκης·
τὸ
περὶ
πολλῶν
ἐκχυννόμενον
εἰς
ἄφεσιν
ἁμαρτιῶν.
29λέγω
δὲ
ὑμῖν—
οὐ
μὴ
πίω
ἀπ᾽
ἄρτι
ἐκ
τούτου
τοῦ
γενήματος
τῆς
ἀμπέλου
ἕως
τῆς
ἡμέρας
ἐκείνης
ὅταν
αὐτὸ
πίνω
μεθ᾽
ὑμῶν
καινὸν
ἐν
τῇ
βασιλείᾳ
τοῦ
πατρός
μου.
30καὶ
ὑμνήσαντες
ἐξῆλθον
εἰς
τὸ
̓Όρος
τῶν
Ἐλαιῶν.
31τότε
λέγει
αὐτοῖς
ὁ
Ἰησοῦς,
Πάντες
ὑμεῖς
σκανδαλισθήσεσθε
ἐν
ἐμοὶ
ἐν
τῇ
νυκτὶ
ταύτῃ,
γέγραπται
γάρ,
Πατάξω
τὸν
ποιμένα,
καὶ
διασκορπισθήσονται
τὰ
πρόβατα
τῆς
ποίμνης.
32μετὰ
δὲ
τὸ
ἐγερθῆναί
με,
προάξω
ὑμᾶς
εἰς
τὴν
Γαλιλαίαν.
33ἀποκριθεὶς
δὲ
ὁ
Πέτρος
εἶπεν
αὐτῷ,
Εἰ
πάντες
σκανδαλισθήσονται
ἐν
σοί,
ἐγὼ
οὐδέποτε
σκανδαλισθήσομαι.
34ἔφη
αὐτῷ
ὁ
Ἰησοῦς,
Ἀμὴν
λέγω
σοι—
ὅτι
ἐν
ταύτῃ
τῇ
νυκτί,
πρὶν
ἀλέκτορα
φωνῆσαι,
τρὶς
ἀπαρνήσῃ
με.
35λέγει
αὐτῷ
ὁ
Πέτρος,
Κἂν
δέῃ
με
σὺν
σοὶ
ἀποθανεῖν,
οὐ
μή
σε
ἀπαρνήσομαι.
ὁμοίως
καὶ
πάντες
οἱ
μαθηταὶ
εἶπαν.
36τότε
ἔρχεται
μετ᾽
αὐτῶν
ὁ
Ἰησοῦς
εἰς
χωρίον
λεγόμενον
Γεθσημανεί,
καὶ
λέγει
τοῖς
μαθηταῖς,
Καθίσατε
αὐτοῦ
ἕως
οὗ
ἀπελθὼν
ἐκεῖ
προσεύξωμαι.
37καὶ
παραλαβὼν
τὸν
Πέτρον,
καὶ
τοὺς
δύο
υἱοὺς
Ζεβεδαίου,
ἤρξατο
λυπεῖσθαι
καὶ
ἀδημονεῖν.
38τότε
λέγει
αὐτοῖς,
Περίλυπός
ἐστιν
ἡ
ψυχή
μου
ἕως
θανάτου.
μείνατε
ὧδε
καὶ
γρηγορεῖτε
μετ᾽
ἐμοῦ.
39καὶ
προελθὼν
μικρὸν
ἔπεσεν
ἐπὶ
πρόσωπον
αὐτοῦ,
προσευχόμενος
καὶ
λέγων,
Πάτερ
μου·
εἰ
δυνατόν
ἐστιν,
παρελθάτω
ἀπ᾽
ἐμοῦ
τὸ
ποτήριον
τοῦτο.
πλὴν
οὐχ
ὡς
ἐγὼ
θέλω,
ἀλλ᾽
ὡς
σύ.
40καὶ
ἔρχεται
πρὸς
τοὺς
μαθητὰς
καὶ
εὑρίσκει
αὐτοὺς
καθεύδοντας.
καὶ
λέγει
τῷ
Πέτρῳ,
Οὕτως
οὐκ
ἰσχύσατε
μίαν
ὥραν
γρηγορῆσαι
μετ᾽
ἐμοῦ;
41γρηγορεῖτε
καὶ
προσεύχεσθε,
ἵνα
μὴ
εἰσέλθητε
εἰς
πειρασμόν.
τὸ
μὲν
πνεῦμα
πρόθυμον,
ἡ
δὲ
σὰρξ
ἀσθενής.
42πάλιν
ἐκ
δευτέρου
ἀπελθὼν
προσηύξατο
λέγων,
Πάτερ
μου·
εἰ
οὐ
δύναται
τοῦτο
παρελθεῖν
ἐὰν
μὴ
αὐτὸ
πίω,
γενηθήτω
τὸ
θέλημά
σου.
43καὶ
ἐλθὼν
πάλιν,
εὗρεν
αὐτοὺς
καθεύδοντας,
ἦσαν
γὰρ
αὐτῶν
οἱ
ὀφθαλμοὶ
βεβαρημένοι.
44καὶ
ἀφεὶς
αὐτοὺς
πάλιν
ἀπελθὼν
προσηύξατο
ἐκ
τρίτου,
τὸν
αὐτὸν
λόγον
εἰπὼν
πάλιν.
45τότε
ἔρχεται
πρὸς
τοὺς
μαθητὰς
καὶ
λέγει
αὐτοῖς,
Καθεύδετε
τὸ
λοιπόν·
καὶ
ἀναπαύεσθε.
ἰδού,
ἤγγικεν
ἡ
ὥρα.
καὶ
ὁ
υἱὸς
τοῦ
ἀνθρώπου
παραδίδοται
εἰς
χεῖρας
ἁμαρτωλῶν.
46ἐγείρεσθε,
ἄγωμεν·
ἰδού,
ἤγγικεν
ὁ
παραδιδούς
με.
47καὶ
ἔτι
αὐτοῦ
λαλοῦντος,
ἰδοὺ
Ἰούδας,
εἷς
τῶν
δώδεκα,
ἦλθεν
καὶ
μετ᾽
αὐτοῦ
ὄχλος
πολὺς
μετὰ
μαχαιρῶν
καὶ
ξύλων,
ἀπὸ
τῶν
ἀρχιερέων
καὶ
πρεσβυτέρων
τοῦ
λαοῦ.
48ὁ
δὲ
παραδιδοὺς
αὐτόν,
ἔδωκεν
αὐτοῖς
σημεῖον
λέγων·
̔Ὸν
ἂν
φιλήσω
αὐτός
ἐστιν
κρατήσατε
αὐτόν.
49καὶ
εὐθέως
προσελθὼν
τῷ
Ἰησοῦ
εἶπεν,
Χαῖρε,
ῥαββεί·
καὶ
κατεφίλησεν
αὐτόν.
50ὁ
δὲ
Ἰησοῦς
εἶπεν
αὐτῷ,
Ἑταῖρε,
ἐφ᾽
ὃ
πάρει.
τότε
προσελθόντες
ἐπέβαλον
τὰς
χεῖρας
ἐπὶ
τὸν
Ἰησοῦν
καὶ
ἐκράτησαν
αὐτόν.
51καὶ
ἰδοὺ
εἷς
τῶν
μετὰ
Ἰησοῦ
ἐκτείνας
τὴν
χεῖρα
ἀπέσπασεν
τὴν
μάχαιραν
αὐτοῦ
καὶ
πατάξας
τὸν
δοῦλον
τοῦ
ἀρχιερέως,
ἀφεῖλεν
αὐτοῦ
τὸ
ὠτίον.
52τότε
λέγει
αὐτῷ
ὁ
Ἰησοῦς,
Ἀπόστρεψον
τὴν
μάχαιράν
σου
εἰς
τὸν
τόπον
αὐτῆς.
πάντες
γὰρ
οἱ
λαβόντες
μάχαιραν
ἐν
μαχαίρῃ
ἀπολοῦνται.
53ἢ
δοκεῖς
ὅτι
οὐ
δύναμαι
παρακαλέσαι
τὸν
πατέρα
μου,
καὶ
παραστήσει
μοι
ἄρτι
πλείω
δώδεκα
λεγιῶνας
ἀγγέλων;
54πῶς
οὖν
πληρωθῶσιν
αἱ
γραφαὶ
ὅτι
οὕτως
δεῖ
γενέσθαι;
55ἐν
ἐκείνῃ
τῇ
ὥρᾳ
εἶπεν
ὁ
Ἰησοῦς
τοῖς
ὄχλοις,
Ὡς
ἐπὶ
λῃστήν,
ἐξήλθατε
μετὰ
μαχαιρῶν
καὶ
ξύλων
συλλαβεῖν
με;
καθ᾽
ἡμέραν
ἐν
τῷ
ἱερῷ
ἐκαθεζόμην
διδάσκων.
καὶ
οὐκ
ἐκρατήσατέ
με;
56τοῦτο
δὲ
ὅλον
γέγονεν
ἵνα
πληρωθῶσιν
αἱ
γραφαὶ
τῶν
προφητῶν.
τότε,
οἱ
μαθηταὶ
πάντες
ἀφέντες
αὐτὸν
ἔφυγον.
57οἱ
δὲ
κρατήσαντες
τὸν
Ἰησοῦν
ἀπήγαγον
πρὸς
Καιάφαν,
τὸν
ἀρχιερέα,
ὅπου
οἱ
γραμματεῖς
καὶ
οἱ
πρεσβύτεροι
συνήχθησαν.
58ὁ
δέ,
Πέτρος
ἠκολούθει
αὐτῷ
ἀπὸ
μακρόθεν
ἕως
τῆς
αὐλῆς
τοῦ
ἀρχιερέως
καὶ
εἰσελθὼν
ἔσω
ἐκάθητο
μετὰ
τῶν
ὑπηρετῶν
ἰδεῖν
τὸ
τέλος.
59οἱ
δὲ
ἀρχιερεῖς
καὶ
τὸ
συνέδριον
ὅλον
ἐζήτουν
ψευδομαρτυρίαν
κατὰ
τοῦ
Ἰησοῦ,
ὅπως
αὐτὸν
θανατώσωσιν.
60καὶ
οὐχ
εὗρον
πολλῶν
προσελθόντων
ψευδομαρτύρων,
ὕστερον,
δὲ
προσελθόντες
δύο
61εἶπαν,
Οὗτος
ἔφη,
Δύναμαι
καταλῦσαι
τὸν
ναὸν
τοῦ
θεοῦ
καὶ
διὰ
τριῶν
ἡμερῶν
οἰκοδομῆσαι.
62καὶ
ἀναστὰς
ὁ
ἀρχιερεὺς
εἶπεν
αὐτῷ,
Οὐδὲν
ἀποκρίνῃ;
τί
οὗτοί
σου
καταμαρτυροῦσιν;
63ὁ
δὲ
Ἰησοῦς
ἐσιώπα.
καὶ
ὁ
ἀρχιερεὺς
εἶπεν
αὐτῷ,
Ἐξορκίζω
σε
κατὰ
τοῦ
θεοῦ
τοῦ
ζῶντος—
ἵνα
ἡμῖν
εἴπῃς
εἰ
σὺ
εἶ
ὁ
Χριστός,
ὁ
υἱὸς
τοῦ
θεοῦ.
64λέγει
αὐτῷ
ὁ
Ἰησοῦς,
Σὺ
εἶπας.
πλὴν
λέγω
ὑμῖν
ἀπ᾽
ἄρτι
ὄψεσθε
τὸν
υἱὸν
τοῦ
ἀνθρώπου
καθήμενον
ἐκ
δεξιῶν
τῆς
δυνάμεως
καὶ
ἐρχόμενον
ἐπὶ
τῶν
νεφελῶν
τοῦ
οὐρανοῦ.
65τότε
ὁ
ἀρχιερεὺς
διέρηξεν
τὰ
ἱμάτια
αὐτοῦ
λέγων,
Ἐβλασφήμησεν·
τί
ἔτι
χρείαν
ἔχομεν
μαρτύρων;
ἴδε
νῦν
ἠκούσατε
τὴν
βλασφημίαν·
66τί
ὑμῖν
δοκεῖ;
οἱ
δὲ
ἀποκριθέντες
εἶπαν,
̓Ένοχος
θανάτου
ἐστίν.
67τότε
ἐνέπτυσαν
εἰς
τὸ
πρόσωπον
αὐτοῦ
καὶ
ἐκολάφισαν
αὐτόν,
οἱ
δὲ
ἐράπισαν
68λέγοντες,
Προφήτευσον
ἡμῖν,
Χριστέ.
τίς
ἐστιν
ὁ
παίσας
σε;
69ὁ
δέ,
Πέτρος
ἐκάθητο
ἔξω
ἐν
τῇ
αὐλῇ.
καὶ
προσῆλθεν
αὐτῷ
μία
παιδίσκη
λέγουσα,
Καὶ
σὺ
ἦσθα
μετὰ
Ἰησοῦ
τοῦ
Γαλιλαίου.
70ὁ
δὲ
ἠρνήσατο
ἔμπροσθεν
πάντων.
λέγων,
Οὐκ
οἶδα
τί
λέγεις.
71ἐξελθόντα
δέ,
εἰς
τὸν
πυλῶνα,
εἶδεν
αὐτὸν
ἄλλη
καὶ
λέγει
τοῖς
ἐκεῖ,
Οὗτος
ἦν
μετὰ
Ἰησοῦ
τοῦ
Ναζωραίου.
72καὶ
πάλιν,
ἠρνήσατο
μετὰ
ὅρκου
ὅτι,
Οὐκ
οἶδα
τὸν
ἄνθρωπον.
73μετὰ
μικρὸν
δὲ
προσελθόντες
οἱ
ἑστῶτες
εἶπον
τῷ
Πέτρῳ,
Ἀληθῶς
καὶ
σὺ
ἐξ
αὐτῶν
εἶ·
καὶ
γὰρ
ἡ
λαλιά
σου
δῆλόν
σε
ποιεῖ.
74τότε
ἤρξατο
καταθεματίζειν
καὶ
ὀμνύειν—
ὅτι,
Οὐκ
οἶδα
τὸν
ἄνθρωπον.
καὶ
εὐθὺς
ἀλέκτωρ
ἐφώνησεν.
75καί,
ἐμνήσθη
ὁ
Πέτρος
τοῦ
ῥήματος
Ἰησοῦ
εἰρηκότος
ὅτι·
Πρὶν
ἀλέκτορα
φωνῆσαι,
τρὶς
ἀπαρνήσῃ
με.
καὶ
ἐξελθὼν
ἔξω,
ἔκλαυσεν
πικρῶς.