The Bible

Old Testament

New Testament

Give Us Feedback

Matt 3:1-17

Matthew 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάνης Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας λέγων, 2Μετανοεῖτε, ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν. 3οὗτος γάρ ἐστιν ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου. εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4αὐτὸς δὲ Ἰωάνης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. 5τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα περίχωρος τοῦ Ἰορδάνου. 6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 7ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν. τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας. 9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ. λέγω γὰρ ὑμῖν, ὅτι δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10ἤδη δὲ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 11ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν. δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν— οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. 12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ. καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 13τότε παραγίνεται Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάνην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 14 δὲ Ἰωάνης διεκώλυεν αὐτόν. λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ̓Άφες ἄρτι, οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16βαπτισθεὶς δέ, Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος, καὶ ἰδοὺ ἠνεῴχθησαν οἱ οὐρανοί καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν. 17καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ἐν εὐδόκησα.