Phlm 1:1-25
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος,
δέσμιος
Χριστοῦ
Ἰησοῦ,
καὶ
Τιμόθεος
ὁ
ἀδελφός.
Φιλήμονι,
τῷ
ἀγαπητῷ
καὶ
συνεργῷ
ἡμῶν,
2καὶ
Ἀπφίᾳ
τῇ
ἀδελφῇ
καὶ
Ἀρχίππῳ
τῷ
συστρατιώτῃ
ἡμῶν,
καὶ
τῇ
κατ᾽
οἶκόν
σου
ἐκκλησίᾳ.
3χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ.
4εὐχαριστῶ
τῷ
θεῷ
μου
πάντοτε
μνείαν
σου
ποιούμενος
ἐπὶ
τῶν
προσευχῶν
μου,
5ἀκούων
σου
τὴν
ἀγάπην
καὶ
τὴν
πίστιν
ἣν
ἔχεις
εἰς
τὸν
κύριον
Ἰησοῦν
καὶ
εἰς
πάντας
τοὺς
ἁγίους.
6ὅπως
ἡ
κοινωνία
τῆς
πίστεώς
σου
ἐνεργὴς
γένηται
ἐν
ἐπιγνώσει
παντὸς
ἀγαθοῦ
τοῦ
ἐν
ἡμῖν
εἰς
Χριστόν.
7χαρὰν
γὰρ
πολλὴν
ἔσχον
καὶ
παράκλησιν
ἐπὶ
τῇ
ἀγάπῃ
σου,
ὅτι
τὰ
σπλάγχνα
τῶν
ἁγίων
ἀναπέπαυται
διὰ
σοῦ,
ἀδελφέ.
8διὸ
πολλὴν
ἐν
Χριστῷ
παρρησίαν
ἔχων·
ἐπιτάσσειν
σοι
τὸ
ἀνῆκον.
9διὰ
τὴν
ἀγάπην,
μᾶλλον
παρακαλῶ·
τοιοῦτος
ὤν—
ὡς
Παῦλος,
πρεσβύτης,
νυνὶ
δὲ
καὶ
δέσμιος
Χριστοῦ
Ἰησοῦ.
10παρακαλῶ
σε
περὶ
τοῦ
ἐμοῦ
τέκνου·
ὃν
ἐγέννησα
ἐν
τοῖς
δεσμοῖς,
Ὀνήσιμον.
11τόν
ποτέ
σοι
ἄχρηστον,
νυνὶ
δὲ
καὶ
σοὶ
καὶ
ἐμοὶ
εὔχρηστον·
12ὃν
ἀνέπεμψά
σοι,
αὐτόν
τοῦτ᾽
ἔστιν
τὰ
ἐμὰ
σπλάγχνα.
13ὃν
ἐγὼ
ἐβουλόμην
πρὸς
ἐμαυτὸν
κατέχειν,
ἵνα
ὑπὲρ
σοῦ
μοι
διακονῇ,
ἐν
τοῖς
δεσμοῖς
τοῦ
εὐαγγελίου.
14χωρὶς
δὲ
τῆς
σῆς
γνώμης
οὐδὲν
ἠθέλησα
ποιῆσαι·
ἵνα
μὴ
ὡς
κατὰ
ἀνάγκην
τὸ
ἀγαθόν
σου
ᾖ,
ἀλλὰ
κατὰ
ἑκούσιον.
15τάχα
γὰρ
διὰ
τοῦτο
ἐχωρίσθη
πρὸς
ὥραν
ἵνα
αἰώνιον
αὐτὸν
ἀπέχῃς.
16οὐκέτι
ὡς
δοῦλον·
ἀλλὰ
ὑπὲρ
δοῦλον,
ἀδελφὸν
ἀγαπητόν,
μάλιστα
ἐμοί.
πόσῳ
δὲ
μᾶλλον
σοί,
καὶ
ἐν
σαρκὶ
καὶ
ἐν
κυρίῳ.
17εἰ
οὖν
με
ἔχεις
κοινωνόν,
προσλαβοῦ
αὐτὸν
ὡς
ἐμέ.
18εἰ
δέ
τι
ἠδίκησέν
σε
ἢ
ὀφείλει,
τοῦτο
ἐμοὶ
ἐλλόγα.
19ἐγώ,
Παῦλος,
ἔγραψα
τῇ
ἐμῇ
χειρί·
Ἐγὼ
ἀποτίσω·
ἵνα
μὴ
λέγω
σοι
ὅτι
καὶ
σεαυτόν
μοι
προσοφείλεις.
20ναί,
ἀδελφέ,
ἐγώ
σου
ὀναίμην
ἐν
κυρίῳ.
ἀνάπαυσόν
μου
τὰ
σπλάγχνα
ἐν
Χριστῷ.
21πεποιθὼς
τῇ
ὑπακοῇ
σου
ἔγραψά
σοι
εἰδὼς
ὅτι
καὶ
ὑπὲρ
ἃ
λέγω
ποιήσεις.
22ἅμα
δὲ
καί,
ἑτοίμαζέ
μοι
ξενίαν,
ἐλπίζω
γὰρ
ὅτι
διὰ
τῶν
προσευχῶν
ὑμῶν
χαρισθήσομαι
ὑμῖν.
23ἀσπάζεταί
σε,
Ἐπαφρᾶς,
ὁ
συναιχμάλωτός
μου
ἐν
Χριστῷ
Ἰησοῦ.
24Μᾶρκος,
Ἀρίσταρχος,
Δημᾶς,
Λουκᾶς,
οἱ
συνεργοί
μου.
25ἡ
χάρις
τοῦ
κυρίου
Ἰησοῦ
Χριστοῦ
μετὰ
τοῦ
πνεύματος
ὑμῶν.