Phil 1:1-30
Philippians 1 2 3 4
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Παῦλος
καὶ
Τιμόθεος,
δοῦλοι
Χριστοῦ
Ἰησοῦ·
πᾶσιν
τοῖς
ἁγίοις
ἐν
Χριστῷ
Ἰησοῦ,
τοῖς
οὖσιν
ἐν
Φιλίπποις
σὺν
ἐπισκόποις
καὶ
διακόνοις·
2χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
θεοῦ
πατρὸς
ἡμῶν
καὶ
κυρίου
Ἰησοῦ
Χριστοῦ.
3εὐχαριστῶ
τῷ
θεῷ
μου,
ἐπὶ
πάσῃ
τῇ
μνείᾳ
ὑμῶν·
4πάντοτε
ἐν
πάσῃ
δεήσει
μου
ὑπὲρ
πάντων
ὑμῶν,
μετὰ
χαρᾶς
τὴν
δέησιν
ποιούμενος,
5ἐπὶ
τῇ
κοινωνίᾳ
ὑμῶν
εἰς
τὸ
εὐαγγέλιον
ἀπὸ
τῆς
πρώτης
ἡμέρας
ἄχρι
τοῦ
νῦν·
6πεποιθὼς
αὐτὸ
τοῦτο,
ὅτι
ὁ
ἐναρξάμενος
ἐν
ὑμῖν
ἔργον
ἀγαθόν,
ἐπιτελέσει
ἄχρι
ἡμέρας
Χριστοῦ
Ἰησοῦ·
7καθώς,
ἐστιν
δίκαιον
ἐμοὶ
τοῦτο
φρονεῖν
ὑπὲρ
πάντων
ὑμῶν,
διὰ
τὸ
ἔχειν
με
ἐν
τῇ
καρδίᾳ
ὑμᾶς·
ἔν
τε
τοῖς
δεσμοῖς
μου
καὶ
ἐν
τῇ
ἀπολογίᾳ
καὶ
βεβαιώσει
τοῦ
εὐαγγελίου,
συνκοινωνούς
μου
τῆς
χάριτος
πάντας
ὑμᾶς
ὄντας.
8μάρτυς
γάρ
μου
ὁ
θεὸς
ὡς
ἐπιποθῶ
πάντας
ὑμᾶς
ἐν
σπλάγχνοις
Χριστοῦ
Ἰησοῦ.
9καὶ
τοῦτο
προσεύχομαι
ἵνα
ἡ
ἀγάπη
ὑμῶν
ἔτι
μᾶλλον
καὶ
μᾶλλον
περισσεύῃ,
ἐν
ἐπιγνώσει
καὶ
πάσῃ
αἰσθήσει·
10εἰς
τὸ
δοκιμάζειν
ὑμᾶς
τὰ
διαφέροντα,
ἵνα
ἦτε
εἰλικρινεῖς
καὶ
ἀπρόσκοποι
εἰς
ἡμέραν
Χριστοῦ·
11πεπληρωμένοι
καρπὸν
δικαιοσύνης—
τόν
διὰ
Ἰησοῦ
Χριστοῦ—
εἰς
δόξαν
καὶ
ἔπαινον
θεοῦ.
12γινώσκειν
δὲ
ὑμᾶς
βούλομαι,
ἀδελφοί,
ὅτι
τὰ
κατ᾽
ἐμὲ
μᾶλλον
εἰς
προκοπὴν
τοῦ
εὐαγγελίου
ἐλήλυθεν·
13ὥστε
τοὺς
δεσμούς
μου
φανεροὺς
ἐν
Χριστῷ
γενέσθαι,
ἐν
ὅλῳ
τῷ
πραιτωρίῳ,
καὶ
τοῖς
λοιποῖς
πᾶσιν·
14καὶ
τοὺς
πλείονας
τῶν
ἀδελφῶν
ἐν
κυρίῳ
πεποιθότας,
τοῖς
δεσμοῖς
μου,
περισσοτέρως
τολμᾶν
ἀφόβως
τὸν
λόγον
τοῦ
θεοῦ
λαλεῖν.
15τινὲς
μὲν
καὶ
διὰ
φθόνον
καὶ
ἔριν·
τινὲς
δὲ
καὶ
δι᾽
εὐδοκίαν
τὸν
Χριστὸν
κηρύσσουσιν·
16οἱ
μὲν
ἐξ
ἀγάπης,
εἰδότες
ὅτι
εἰς
ἀπολογίαν
τοῦ
εὐαγγελίου
κεῖμαι·
17οἱ
δὲ
ἐξ
ἐριθείας
τὸν
Χριστὸν
καταγγέλλουσιν,
οὐχ
ἁγνῶς·
οἰόμενοι
θλῖψιν
ἐγείρειν
τοῖς
δεσμοῖς
μου.
18τί
γάρ;
πλὴν
ὅτι
παντὶ
τρόπῳ
εἴτε
προφάσει
εἴτε
ἀληθείᾳ,
Χριστὸς
καταγγέλλεται,
καὶ
ἐν
τούτῳ
χαίρω.
ἀλλὰ
καὶ
χαρήσομαι·
19οἶδα
γάρ,
ὅτι
τοῦτό
μοι
ἀποβήσεται
εἰς
σωτηρίαν,
διὰ
τῆς
ὑμῶν
δεήσεως
καὶ
ἐπιχορηγίας
τοῦ
πνεύματος
Ἰησοῦ
Χριστοῦ·
20κατὰ
τὴν
ἀποκαραδοκίαν
καὶ
ἐλπίδα
μου
ὅτι
ἐν
οὐδενὶ
αἰσχυνθήσομαι,
ἀλλ᾽
ἐν
πάσῃ
παρρησίᾳ,
ὡς
πάντοτε
καὶ
νῦν·
μεγαλυνθήσεται
Χριστὸς
ἐν
τῷ
σώματί
μου,
εἴτε
διὰ
ζωῆς
εἴτε
διὰ
θανάτου.
21ἐμοὶ
γάρ,
τὸ
ζῆν
Χριστός,
καὶ
τὸ
ἀποθανεῖν
κέρδος.
22εἰ
δὲ
τὸ
ζῆν
ἐν
σαρκί,
τοῦτό
μοι
καρπὸς
ἔργου·
καὶ
τί
αἱρήσομαι
οὐ
γνωρίζω.
23συνέχομαι
δὲ
ἐκ
τῶν
δύο·
τὴν
ἐπιθυμίαν
ἔχων
εἰς
τὸ
ἀναλῦσαι
καὶ
σὺν
Χριστῷ
εἶναι,
πολλῷ
γὰρ
μᾶλλον
κρεῖσσον·
24τὸ
δὲ
ἐπιμένειν
ἐν
τῇ
σαρκὶ
ἀναγκαιότερον,
δι᾽
ὑμᾶς.
25καὶ
τοῦτο
πεποιθώς,
οἶδα
ὅτι
μενῶ
καὶ
παραμενῶ
πᾶσιν
ὑμῖν
εἰς
τὴν
ὑμῶν
προκοπὴν
καὶ
χαρὰν
τῆς
πίστεως·
26ἵνα
τὸ
καύχημα
ὑμῶν
περισσεύῃ
ἐν
Χριστῷ
Ἰησοῦ
ἐν
ἐμοί,
διὰ
τῆς
ἐμῆς
παρουσίας
πάλιν
πρὸς
ὑμᾶς.
27μόνον,
ἀξίως
τοῦ
εὐαγγελίου
τοῦ
Χριστοῦ
πολιτεύεσθε·
ἵνα,
εἴτε
ἐλθὼν
καὶ
ἰδὼν
ὑμᾶς
εἴτε
ἀπὼν
ἀκούω
τὰ
περὶ
ὑμῶν,
ὅτι
στήκετε
ἐν
ἑνὶ
πνεύματι,
μιᾷ
ψυχῇ
συναθλοῦντες,
τῇ
πίστει
τοῦ
εὐαγγελίου·
28καὶ
μὴ
πτυρόμενοι
ἐν
μηδενὶ
ὑπὸ
τῶν
ἀντικειμένων·
ἥτις
ἐστὶν
αὐτοῖς
ἔνδειξις
ἀπωλείας,
ὑμῶν
δὲ
σωτηρίας,
καὶ
τοῦτο
ἀπὸ
θεοῦ·
29ὅτι
ὑμῖν
ἐχαρίσθη
τὸ
ὑπὲρ
Χριστοῦ,
οὐ
μόνον
τὸ
εἰς
αὐτὸν
πιστεύειν
ἀλλὰ
καὶ
τὸ
ὑπὲρ
αὐτοῦ
πάσχειν·
30τὸν
αὐτὸν
ἀγῶνα
ἔχοντες·
οἷον
εἴδετε
ἐν
ἐμοί,
καὶ
νῦν
ἀκούετε
ἐν
ἐμοί.