Phil 2:1-30
Philippians 1 2 3 4
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1εἴ
τις
οὖν
παράκλησις
ἐν
Χριστῷ;
εἴ
τι
παραμύθιον
ἀγάπης;
εἴ
τις
κοινωνία
πνεύματος;
εἴ
τις
σπλάγχνα
καὶ
οἰκτιρμοί;
2πληρώσατέ
μου
τὴν
χαρὰν
ἵνα
τὸ
αὐτὸ
φρονῆτε,
τὴν
αὐτὴν
ἀγάπην
ἔχοντες,
σύμψυχοι
τὸ
ἓν
φρονοῦντες·
3μηδὲν
κατ᾽
ἐριθείαν,
μηδὲ
κατὰ
κενοδοξίαν·
ἀλλὰ
τῇ
ταπεινοφροσύνῃ,
ἀλλήλους
ἡγούμενοι
ὑπερέχοντας
ἑαυτῶν·
4μὴ
τὰ
ἑαυτῶν
ἕκαστος
σκοποῦντες,
ἀλλὰ
καί,
τὰ
ἑτέρων
ἕκαστοι.
5τοῦτο
φρονεῖτε
ἐν
ὑμῖν
ὃ
καὶ
ἐν
Χριστῷ
Ἰησοῦ·
6ὃς
ἐν
μορφῇ
θεοῦ,
ὑπάρχων
οὐχ
ἁρπαγμὸν
ἡγήσατο
τὸ
εἶναι
ἴσα
θεῷ·
7ἀλλά,
ἑαυτὸν
ἐκένωσεν,
μορφὴν
δούλου
λαβὼν
ἐν
ὁμοιώματι
ἀνθρώπων
γενόμενος·
καὶ
σχήματι
εὑρεθεὶς
ὡς
ἄνθρωπος,
8ἐταπείνωσεν
ἑαυτὸν
γενόμενος
ὑπήκοος
μέχρι
θανάτου—
θανάτου
δὲ
σταυροῦ.
9διό,
καὶ
ὁ
θεὸς
αὐτὸν
ὑπερύψωσεν
καὶ
ἐχαρίσατο
αὐτῷ
τὸ
ὄνομα
τὸ
ὑπὲρ
πᾶν
ὄνομα,
10ἵνα
ἐν
τῷ
ὀνόματι
Ἰησοῦ
πᾶν
γόνυ
κάμψῃ,
ἐπουρανίων
καὶ
ἐπιγείων
καὶ
καταχθονίων,
11καὶ
πᾶσα
γλῶσσα
ἐξομολογήσηται
ὅτι
κύριος
Ἰησοῦς
Χριστός,
εἰς
δόξαν
θεοῦ
πατρός.
12ὥστε
ἀγαπητοί
μου,
καθὼς
πάντοτε
ὑπηκούσατε
μὴ
ὡς
ἐν
τῇ
παρουσίᾳ
μου
μόνον·
ἀλλὰ
νῦν,
πολλῷ
μᾶλλον
ἐν
τῇ
ἀπουσίᾳ
μου·
μετὰ
φόβου
καὶ
τρόμου,
τὴν
ἑαυτῶν
σωτηρίαν
κατεργάζεσθε·
13θεὸς
γάρ
ἐστιν
ὁ
ἐνεργῶν
ἐν
ὑμῖν,
καὶ
τὸ
θέλειν
καὶ
τὸ
ἐνεργεῖν
ὑπὲρ
τῆς
εὐδοκίας.
14πάντα
ποιεῖτε
χωρὶς
γογγυσμῶν
καὶ
διαλογισμῶν,
15ἵνα
γένησθε
ἄμεμπτοι
καὶ
ἀκέραιοι·
τέκνα
θεοῦ
ἄμωμα,
μέσον
γενεᾶς
σκολιᾶς
καὶ
διεστραμμένης
ἐν
οἷς
φαίνεσθε
ὡς
φωστῆρες
ἐν
κόσμῳ·
16λόγον
ζωῆς
ἐπέχοντες,
εἰς
καύχημα
ἐμοί,
εἰς
ἡμέραν
Χριστοῦ,
ὅτι
οὐκ
εἰς
κενὸν
ἔδραμον
οὐδὲ
εἰς
κενὸν
ἐκοπίασα.
17ἀλλά,
εἰ
καὶ
σπένδομαι
ἐπὶ
τῇ
θυσίᾳ,
καὶ
λειτουργίᾳ
τῆς
πίστεως
ὑμῶν·
χαίρω
καὶ
συνχαίρω
πᾶσιν
ὑμῖν·
18τὸ
δὲ
αὐτὸ
καί,
ὑμεῖς
χαίρετε
καὶ
συνχαίρετέ
μοι.
19ἐλπίζω
δέ,
ἐν
κυρίῳ
Ἰησοῦ,
Τιμόθεον
ταχέως
πέμψαι
ὑμῖν·
ἵνα
κἀγὼ
εὐψυχῶ
γνοὺς
τὰ
περὶ
ὑμῶν.
20οὐδένα
γὰρ
ἔχω
ἰσόψυχον,
ὅστις
γνησίως
τὰ
περὶ
ὑμῶν
μεριμνήσει·
21οἱ
πάντες
γὰρ
τὰ
ἑαυτῶν
ζητοῦσιν
οὐ
τὰ
Ἰησοῦ
Χριστοῦ.
22τὴν
δὲ
δοκιμὴν
αὐτοῦ
γινώσκετε·
ὅτι
ὡς
πατρὶ
τέκνον
σὺν
ἐμοὶ
ἐδούλευσεν
εἰς
τὸ
εὐαγγέλιον.
23τοῦτον
μὲν
οὖν
ἐλπίζω
πέμψαι
ὡς
ἂν
ἀφίδω
τὰ
περὶ
ἐμὲ
ἐξαυτῆς·
24πέποιθα
δὲ
ἐν
κυρίῳ
ὅτι
καὶ
αὐτὸς
ταχέως
ἐλεύσομαι.
25ἀναγκαῖον,
δέ,
ἡγησάμην
Ἐπαφρόδιτον
τὸν
ἀδελφόν,
καὶ
συνεργόν,
καὶ
συστρατιώτην
μου·
ὑμῶν
δὲ
ἀπόστολον
καὶ
λειτουργὸν
τῆς
χρείας
μου,
πέμψαι
πρὸς
ὑμᾶς·
26ἐπειδὴ
ἐπιποθῶν
ἦν
πάντας
ὑμᾶς
ἰδεῖν,
καὶ
ἀδημονῶν
διότι
ἠκούσατε
ὅτι
ἠσθένησεν.
27καὶ
γάρ,
ἠσθένησεν,
παραπλήσιον
θανάτῳ·
ἀλλὰ
ὁ
θεὸς
ἠλέησεν
αὐτόν—
οὐκ
αὐτὸν
δὲ
μόνον
ἀλλὰ
καὶ
ἐμέ,
ἵνα
μὴ
λύπην
ἐπὶ
λύπην
σχῶ.
28σπουδαιοτέρως
οὖν
ἔπεμψα
αὐτόν,
ἵνα
ἰδόντες
αὐτὸν
πάλιν
χαρῆτε,
κἀγὼ
ἀλυπότερος
ὦ.
29προσδέχεσθε
οὖν
αὐτὸν
ἐν
κυρίῳ
μετὰ
πάσης
χαρᾶς,
καὶ
τοὺς
τοιούτους
ἐντίμους
ἔχετε·
30ὅτι
διὰ
τὸ
ἔργον
Χριστοῦ
μέχρι
θανάτου
ἤγγισεν
παραβολευσάμενος
τῇ
ψυχῇ,
ἵνα
ἀναπληρώσῃ
τὸ
ὑμῶν
ὑστέρημα
τῆς
πρός
με
λειτουργίας.