Rev 1:1-20
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1Ἀποκάλυψις
Ἰησοῦ
Χριστοῦ,
ἣν
ἔδωκεν
αὐτῷ
ὁ
θεὸς
δεῖξαι
τοῖς
δούλοις
αὐτοῦ
ἃ
δεῖ
γενέσθαι
ἐν
τάχει.
καὶ
ἐσήμανεν
ἀποστείλας
διὰ
τοῦ
ἀγγέλου
αὐτοῦ
τῷ
δούλῳ
αὐτοῦ
Ἰωάνῃ.
2ὃς
ἐμαρτύρησεν
τὸν
λόγον
τοῦ
θεοῦ
καὶ
τὴν
μαρτυρίαν
Ἰησοῦ
Χριστοῦ,
ὅσα
εἶδεν.
3μακάριος
ὁ
ἀναγινώσκων
καὶ
οἱ
ἀκούοντες
τοὺς
λόγους
τῆς
προφητείας,
καὶ
τηροῦντες
τὰ
ἐν
αὐτῇ
γεγραμμένα,
ὁ
γὰρ
καιρὸς
ἐγγύς.
4Ἰωάνης
ταῖς
ἑπτὰ
ἐκκλησίαις
ταῖς
ἐν
τῇ
Ἀσίᾳ·
χάρις
ὑμῖν
καὶ
εἰρήνη
ἀπὸ
ὁ
ὤν,
καὶ
ὁ
ἦν,
καὶ
ὁ
ἐρχόμενος·
καὶ
ἀπὸ
τῶν
ἑπτὰ
πνευμάτων
ἃ
ἐνώπιον
τοῦ
θρόνου
αὐτοῦ·
5καὶ
ἀπὸ
Ἰησοῦ
Χριστοῦ.
ὁ
μάρτυς
ὁ
πιστός,
ὁ
πρωτότοκος
τῶν
νεκρῶν,
καὶ
ὁ
ἄρχων
τῶν
βασιλέων
τῆς
γῆς.
τῷ
ἀγαπῶντι
ἡμᾶς
καὶ
λύσαντι
ἡμᾶς
ἐκ
τῶν
ἁμαρτιῶν
ἡμῶν
ἐν
τῷ
αἵματι
αὐτοῦ.
6καὶ
ἐποίησεν
ἡμᾶς
βασιλείαν
ἱερεῖς
τῷ
θεῷ
καὶ
πατρὶ
αὐτοῦ·
αὐτῷ
ἡ
δόξα
καὶ
τὸ
κράτος
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων·
ἀμήν.
7ἰδού·
ἔρχεται
μετὰ
τῶν
νεφελῶν.
καὶ
ὄψεται
αὐτὸν
πᾶς
ὀφθαλμος—
καὶ
οἵτινες
αὐτὸν
ἐξεκέντησαν.
καὶ
κόψονται
ἐπ᾽
αὐτὸν
πᾶσαι
αἱ
φυλαὶ
τῆς
γῆς·
ναί·
ἀμήν.
8Ἐγώ
εἰμι
τὸ
ἄλφα
καὶ
τὸ
ὦ,
λέγει
κύριος
ὁ
θεός.
ὁ
ὤν,
καὶ
ὁ
ἦν,
καὶ
ὁ
ἐρχόμενος—
ὁ
παντοκράτωρ.
9ἐγώ,
Ἰωάνης,
ὁ
ἀδελφὸς
ὑμῶν
καὶ
συνκοινωνὸς
ἐν
τῇ
θλίψει
καὶ
βασιλείᾳ
καὶ
ὑπομονῇ
ἐν
Ἰησοῦ.
ἐγενόμην
ἐν
τῇ
νήσῳ
τῇ
καλουμένῃ
Πάτμῳ
διὰ
τὸν
λόγον
τοῦ
θεοῦ
καὶ
τὴν
μαρτυρίαν
Ἰησοῦ.
10ἐγενόμην
ἐν
πνεύματι,
ἐν
τῇ
κυριακῇ
ἡμέρᾳ.
καί,
ἤκουσα
ὀπίσω
μου
φωνὴν
μεγάλην
ὡς
σάλπιγγος.
11λεγούσης,
̔Ὸ
βλέπεις
γράψον
εἰς
βιβλίον,
καὶ
πέμψον
ταῖς
ἑπτὰ
ἐκκλησίαις
εἰς
̓Έφεσον,
καὶ
εἰς
Σμύρναν,
καὶ
εἰς
Πέργαμον,
καὶ
εἰς
Θυάτειρα,
καὶ
εἰς
Σάρδεις,
καὶ
εἰς
Φιλαδέλφειαν,
καὶ
εἰς
Λαοδίκειαν.
12καὶ
ἐπέστρεψα
βλέπειν
τὴν
φωνὴν
ἥτις
ἐλάλει
μετ᾽
ἐμοῦ,
καὶ
ἐπιστρέψας
εἶδον
ἑπτὰ
λυχνίας
χρυσᾶς.
13καὶ
ἐν
μέσῳ
τῶν
λυχνιῶν
ὅμοιον
υἱὸν
ἀνθρώπου·
ἐνδεδυμένον
ποδήρη
καὶ
περιεζωσμένον
πρὸς
τοῖς
μαστοῖς
ζώνην
χρυσᾶν·
14ἡ
δὲ
κεφαλὴ
αὐτοῦ
καὶ
αἱ
τρίχες
λευκαὶ
ὡς
ἔριον
λευκόν,
ὡς
χιών.
καὶ
οἱ
ὀφθαλμοὶ
αὐτοῦ
ὡς
φλὸξ
πυρός·
15καὶ
οἱ
πόδες
αὐτοῦ
ὅμοιοι
χαλκολιβάνῳ
ὡς
ἐν
καμίνῳ
πεπυρωμένης,
καὶ
ἡ
φωνὴ
αὐτοῦ
ὡς
φωνὴ
ὑδάτων
πολλῶν.
16καὶ
ἔχων
ἐν
τῇ
δεξιᾷ
χειρὶ
αὐτοῦ
ἀστέρας
ἑπτά,
καὶ
ἐκ
τοῦ
στόματος
αὐτοῦ
ῥομφαία
δίστομος
ὀξεῖα
ἐκπορευομένη.
καὶ
ἡ
ὄψις
αὐτοῦ
ὡς
ὁ
ἥλιος
φαίνει
ἐν
τῇ
δυνάμει
αὐτοῦ.
17καὶ
ὅτε
εἶδον
αὐτόν,
ἔπεσα
πρὸς
τοὺς
πόδας
αὐτοῦ
ὡς
νεκρός.
καὶ
ἔθηκεν
τὴν
δεξιὰν
αὐτοῦ
ἐπ᾽
ἐμὲ
λέγων,
Μὴ
φοβοῦ·
ἐγώ
εἰμι
ὁ
πρῶτος
καὶ
ὁ
ἔσχατος.
18καὶ
ὁ
ζῶν·
καὶ
ἐγενόμην
νεκρός,
καὶ
ἰδού—
ζῶν
εἰμὶ
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων.
καὶ
ἔχω
τὰς
κλεῖς
τοῦ
θανάτου
καὶ
τοῦ
ᾅδου.
19γράψον
οὖν
ἃ
εἶδες—
καὶ
ἃ
εἰσὶν
καὶ
ἃ
μέλλει
γίνεσθαι
μετὰ
ταῦτα.
20τὸ
μυστήριον
τῶν
ἑπτὰ
ἀστέρων
οὓς
εἶδες
ἐπὶ
τῆς
δεξιᾶς
μου
καὶ
τὰς
ἑπτὰ
λυχνίας
τὰς
χρυσᾶς·
οἱ
ἑπτὰ
ἀστέρες
ἄγγελοι
τῶν
ἑπτὰ
ἐκκλησιῶν
εἰσίν,
καὶ
αἱ
λυχνίαι
αἱ
ἑπτὰ
ἑπτὰ
ἐκκλησίαι
εἰσίν.