Rev 16:1-21
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ἤκουσα
μεγάλης
φωνῆς
ἐκ
τοῦ
ναοῦ
λεγούσης
τοῖς
ἑπτὰ
ἀγγέλοις,
Ὑπάγετε
καὶ
ἐκχέετε
τὰς
ἑπτὰ
φιάλας
τοῦ
θυμοῦ
τοῦ
θεοῦ
εἰς
τὴν
γῆν.
2καὶ
ἀπῆλθεν
ὁ
πρῶτος
καὶ
ἐξέχεεν
τὴν
φιάλην
αὐτοῦ
εἰς
τὴν
γῆν,
καὶ
ἐγένετο
ἕλκος,
κακὸν
καὶ
πονηρόν,
ἐπὶ
τοὺς
ἀνθρώπους
τοὺς
ἔχοντας
τὸ
χάραγμα
τοῦ
θηρίου
καὶ
τοὺς
προσκυνοῦντας
τῇ
εἰκόνι
αὐτοῦ.
3καὶ
ὁ
δεύτερος
ἐξέχεεν
τὴν
φιάλην
αὐτοῦ
εἰς
τὴν
θάλασσαν,
καὶ
ἐγένετο
αἷμα
ὡς
νεκροῦ·
καὶ
πᾶσα
ψυχὴ
ζωῆς
ἀπέθανεν,
τὰ
ἐν
τῇ
θαλάσσῃ.
4καὶ
ὁ
τρίτος
ἐξέχεεν
τὴν
φιάλην
αὐτοῦ
εἰς
τοὺς
ποταμοὺς
καὶ
τὰς
πηγὰς
τῶν
ὑδάτων,
καὶ
ἐγένετο
αἷμα.
5καὶ
ἤκουσα
τοῦ
ἀγγέλου
τῶν
ὑδάτων
λέγοντος,
Δίκαιος
εἶ,
ὁ
ὢν
καὶ
ὁ
ἦν,
ὁ
ὅσιος,
ὅτι
ταῦτα
ἔκρινας,
6ὅτι
αἷμα
ἁγίων
καὶ
προφητῶν
ἐξέχεαν,
καὶ
αἷμα
αὐτοῖς
δέδωκας
πεῖν·
ἄξιοί
εἰσιν.
7καὶ
ἤκουσα
τοῦ
θυσιαστηρίου
λέγοντος,
Ναί,
κύριε,
ὁ
θεός,
ὁ
παντοκράτωρ,
ἀληθιναὶ
καὶ
δίκαιαι
αἱ
κρίσεις
σου.
8καὶ
ὁ
τέταρτος
ἐξέχεεν
τὴν
φιάλην
αὐτοῦ
ἐπὶ
τὸν
ἥλιον,
καὶ
ἐδόθη
αὐτῷ
καυματίσαι
τοὺς
ἀνθρώπους
ἐν
πυρί.
9καὶ
ἐκαυματίσθησαν
οἱ
ἄνθρωποι
καῦμα
μέγα,
καὶ
ἐβλασφήμησαν
τὸ
ὄνομα
τοῦ
θεοῦ,
τοῦ
ἔχοντος
τὴν
ἐξουσίαν
ἐπὶ
τὰς
πληγὰς
ταύτας·
καὶ
οὐ
μετενόησαν
δοῦναι
αὐτῷ
δόξαν.
10καὶ
ὁ
πέμπτος
ἐξέχεεν
τὴν
φιάλην
αὐτοῦ
ἐπὶ
τὸν
θρόνον
τοῦ
θηρίου,
καὶ
ἐγένετο
ἡ
βασιλεία
αὐτοῦ
ἐσκοτωμένη·
καὶ
ἐμασῶντο
τὰς
γλώσσας
αὐτῶν
ἐκ
τοῦ
πόνου,
11καὶ
ἐβλασφήμησαν
τὸν
θεὸν
τοῦ
οὐρανοῦ
ἐκ
τῶν
πόνων
αὐτῶν
καὶ
ἐκ
τῶν
ἑλκῶν
αὐτῶν·
καὶ
οὐ
μετενόησαν
ἐκ
τῶν
ἔργων
αὐτῶν.
12καὶ
ὁ
ἕκτος
ἐξέχεεν
τὴν
φιάλην
αὐτοῦ
ἐπὶ
τὸν
ποταμὸν
τὸν
μέγαν
τὸν
Εὐφράτην,
καὶ
ἐξηράνθη
τὸ
ὕδωρ
αὐτοῦ
ἵνα
ἑτοιμασθῇ
ἡ
ὁδὸς
τῶν
βασιλέων
τῶν
ἀπὸ
ἀνατολῆς
ἡλίου.
13καὶ
εἶδον
ἐκ
τοῦ
στόματος
τοῦ
δράκοντος,
καὶ
ἐκ
τοῦ
στόματος
τοῦ
θηρίου,
καὶ
ἐκ
τοῦ
στόματος
τοῦ
ψευδοπροφήτου,
πνεύματα
τρία
ἀκάθαρτα
ὡς
βάτραχοι·
14εἰσὶν
γὰρ
πνεύματα
δαιμονίων
ποιοῦντα
σημεῖα
ἃ
ἐκπορεύεται
ἐπὶ
τοὺς
βασιλεῖς
τῆς
οἰκουμένης
ὅλης
συναγαγεῖν
αὐτοὺς
εἰς
τὸν
πόλεμον
τῆς
ἡμέρας
τῆς
μεγάλης
τοῦ
θεοῦ
τοῦ
παντοκράτορος.
15ἰδού·
ἔρχομαι
ὡς
κλέπτης.
μακάριος
ὁ
γρηγορῶν,
καὶ
τηρῶν
τὰ
ἱμάτια
αὐτοῦ,
ἵνα
μὴ
γυμνὸς
περιπατῇ
καὶ
βλέπωσιν
τὴν
ἀσχημοσύνην
αὐτοῦ.
16καὶ
συνήγαγεν
αὐτοὺς
εἰς
τὸν
τόπον
τὸν
καλούμενον
Ἑβραϊστὶ
Ἁρμαγεδών.
17καὶ
ὁ
ἕβδομος
ἐξέχεεν
τὴν
φιάλην
αὐτοῦ
ἐπὶ
τὸν
ἀέρα.
καὶ
ἐξῆλθεν
φωνὴ
μεγάλη
ἐκ
τοῦ
ναοῦ
ἀπὸ
τοῦ
θρόνου,
λέγουσα,
Γέγονεν.
18καὶ
ἐγένοντο
ἀστραπαί,
καὶ
φωναὶ
καὶ
βρονταί·
καὶ
σεισμὸς
ἐγένετο
μέγας
οἷος
οὐκ
ἐγένετο
ἀφ᾽
οὗ
ἄνθρωποι
ἐγένοντο
ἐπὶ
τῆς
γῆς
τηλικοῦτος
σεισμὸς
οὕτω
μέγας.
19καὶ
ἐγένετο
ἡ
πόλις
ἡ
μεγάλη
εἰς
τρία
μέρη,
καὶ
αἱ
πόλεις
τῶν
ἐθνῶν
ἔπεσαν.
καὶ
Βαβυλὼν
ἡ
μεγάλη
ἐμνήσθη
ἐνώπιον
τοῦ
θεοῦ,
δοῦναι
αὐτῇ
τὸ
ποτήριον
τοῦ
οἴνου
τοῦ
θυμοῦ
τῆς
ὀργῆς
αὐτοῦ·
20καὶ
πᾶσα
νῆσος
ἔφυγεν,
καὶ
ὄρη
οὐχ
εὑρέθησαν.
21καὶ
χάλαζα
μεγάλη
ὡς
ταλαντιαία
καταβαίνει
ἐκ
τοῦ
οὐρανοῦ
ἐπὶ
τοὺς
ἀνθρώπους·
καὶ
ἐβλασφήμησαν
οἱ
ἄνθρωποι
τὸν
θεὸν
ἐκ
τῆς
πληγῆς
τῆς
χαλάζης·
ὅτι
μεγάλη
ἐστὶν
ἡ
πληγὴ
αὐτῆς
σφόδρα.