Rev 19:1-21
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1μετὰ
ταῦτα,
ἤκουσα
ὡς
φωνὴν
μεγάλην
ὄχλου
πολλοῦ
ἐν
τῷ
οὐρανῷ
λεγόντων,
Ἁλληλουϊά·
ἡ
σωτηρία
καὶ
ἡ
δόξα
καὶ
ἡ
δύναμις
τοῦ
θεοῦ
ἡμῶν·
2ὅτι
ἀληθιναὶ
καὶ
δίκαιαι
αἱ
κρίσεις
αὐτοῦ·
ὅτι
ἔκρινεν
τὴν
πόρνην
τὴν
μεγάλην
ἥτις
ἔφθειρεν
τὴν
γῆν
ἐν
τῇ
πορνείᾳ
αὐτῆς·
καὶ
ἐξεδίκησεν
τὸ
αἷμα
τῶν
δούλων
αὐτοῦ
ἐκ
χειρὸς
αὐτῆς.
3καὶ
δεύτερον
εἴρηκαν,
Ἁλληλουϊά·
καὶ
ὁ
καπνὸς
αὐτῆς
ἀναβαίνει
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων.
4καὶ
ἔπεσαν
οἱ
πρεσβύτεροι
οἱ
εἴκοσι
τέσσαρες
καὶ
τὰ
τέσσερα
ζῷα
καὶ
προσεκύνησαν
τῷ
θεῷ,
τῷ
καθημένῳ
ἐπὶ
τῷ
θρόνῳ.
λέγοντες·
Ἀμήν.
ἁλληλουϊά.
5καὶ
φωνὴ
ἀπὸ
τοῦ
θρόνου
ἐξῆλθεν
λέγουσα,
Αἰνεῖτε
τῷ
θεῷ
ἡμῶν,
πάντες
οἱ
δοῦλοι
αὐτοῦ,
οἱ
φοβούμενοι
αὐτόν,
οἱ
μικροὶ
καὶ
οἱ
μεγάλοι.
6καὶ
ἤκουσα
ὡς
φωνὴν
ὄχλου
πολλοῦ,
καὶ
ὡς
φωνὴν
ὑδάτων
πολλῶν,
καὶ
ὡς
φωνὴν
βροντῶν
ἰσχυρῶν
λεγόντων·
Ἁλληλουϊά,
ὅτι
ἐβασίλευσεν,
κύριος
ὁ
θεὸς
ἡμῶν,
ὁ
παντοκράτωρ.
7χαίρωμεν
καὶ
ἀγαλλιῶμεν,
καὶ
δώσομεν
τὴν
δόξαν
αὐτῷ·
ὅτι
ἦλθεν
ὁ
γάμος
τοῦ
ἀρνίου,
καὶ
ἡ
γυνὴ
αὐτοῦ
ἡτοίμασεν
ἑαυτήν·
8καὶ
ἐδόθη
αὐτῇ
ἵνα
περιβάληται
βύσσινον
λαμπρὸν
καθαρόν·
τὸ
γὰρ
βύσσινον
τὰ
δικαιώματα
τῶν
ἁγίων
ἐστίν.
9καὶ
λέγει
μοι,
Γράψον·
μακάριοι
οἱ
εἰς
τὸ
δεῖπνον
τοῦ
γάμου
τοῦ
ἀρνίου
κεκλημένοι.
καὶ
λέγει
μοι,
Οὗτοι
οἱ
λόγοι
ἀληθινοὶ
τοῦ
θεοῦ
εἰσίν.
10καὶ
ἔπεσα
ἔμπροσθεν
τῶν
ποδῶν
αὐτοῦ
προσκυνῆσαι
αὐτῷ,
καὶ
λέγει
μοι,
̔Όρα,
μή·
σύνδουλός
σού
εἰμι,
καὶ
τῶν
ἀδελφῶν
σου
τῶν
ἐχόντων
τὴν
μαρτυρίαν
Ἰησοῦ·
τῷ
θεῷ
προσκύνησον·
ἡ
γὰρ
μαρτυρία
Ἰησοῦ
ἐστὶν
τὸ
πνεῦμα
τῆς
προφητείας.
11καὶ
εἶδον
τὸν
οὐρανὸν
ἠνεῳγμένον,
καὶ
ἰδοὺ
ἵππος
λευκός·
καὶ
ὁ
καθήμενος
ἐπ᾽
αὐτὸν
πιστὸς
καλούμενος
καὶ
ἀληθινός,
καὶ
ἐν
δικαιοσύνῃ
κρίνει
καὶ
πολεμεῖ.
12οἱ
δὲ
ὀφθαλμοὶ
αὐτοῦ
ὡς
φλὸξ
πυρός,
καὶ
ἐπὶ
τὴν
κεφαλὴν
αὐτοῦ
διαδήματα
πολλά·
ἔχων
ὄνομα
γεγραμμένον
ὃ
οὐδεὶς
οἶδεν
εἰ
μὴ
αὐτός·
13καὶ
περιβεβλημένος
ἱμάτιον
βεβαμμένον
αἵματι,
καὶ
κέκληται
τὸ
ὄνομα
αὐτοῦ
ὁ
λόγος
τοῦ
θεοῦ.
14καὶ
τὰ
στρατεύματα
τὰ
ἐν
τῷ
οὐρανῷ,
ἠκολούθει
αὐτῷ
ἐφ᾽
ἵπποις
λευκοῖς,
ἐνδεδυμένοι
βύσσινον
λευκὸν
καθαρόν.
15καὶ
ἐκ
τοῦ
στόματος
αὐτοῦ
ἐκπορεύεται
ῥομφαία
ὀξεῖα
ἵνα
ἐν
αὐτῇ
πατάξῃ
τὰ
ἔθνη·
καὶ
αὐτὸς
ποιμανεῖ
αὐτοὺς
ἐν
ῥάβδῳ
σιδηρᾷ·
καὶ
αὐτὸς
πατεῖ
τὴν
ληνὸν
τοῦ
οἴνου,
τοῦ
θυμοῦ
τῆς
ὀργῆς
τοῦ
θεοῦ,
τοῦ
παντοκράτορος.
16καὶ
ἔχει
ἐπὶ
τὸ
ἱμάτιον
καὶ
ἐπὶ
τὸν
μηρὸν
αὐτοῦ
ὄνομα
γεγραμμένον·
Βασιλεὺς
βασιλέων
καὶ
Κύριος
κυρίων.
17καὶ
εἶδον
ἕνα
ἄγγελον
ἑστῶτα
ἐν
τῷ
ἡλίῳ,
καὶ
ἔκραξεν
ἐν
φωνῇ
μεγάλῃ
λέγων
πᾶσι
τοῖς
ὀρνέοις
τοῖς
πετομένοις
ἐν
μεσουρανήματι·
Δεῦτε,
συνάχθητε
εἰς
τὸ
δεῖπνον
τὸ
μέγα
τοῦ
θεοῦ·
18ἵνα
φάγητε
σάρκας
βασιλέων,
καὶ
σάρκας
χιλιάρχων,
καὶ
σάρκας
ἰσχυρῶν·
καὶ
σάρκας
ἵππων
καὶ
τῶν
καθημένων
ἐπ᾽
αὐτούς·
καὶ
σάρκας
πάντων,
ἐλευθέρων
τε
καὶ
δούλων,
καὶ
μικρῶν
καὶ
μεγάλων.
19καὶ
εἶδον
τὸ
θηρίον
καὶ
τοὺς
βασιλεῖς
τῆς
γῆς
καὶ
τὰ
στρατεύματα
αὐτῶν
συνηγμένα
ποιῆσαι
τὸν
πόλεμον
μετὰ
τοῦ
καθημένου
ἐπὶ
τοῦ
ἵππου
καὶ
μετὰ
τοῦ
στρατεύματος
αὐτοῦ.
20καὶ
ἐπιάσθη
τὸ
θηρίον,
καὶ
μετ᾽
αὐτοῦ
ὁ
ψευδοπροφήτης
ὁ
ποιήσας
τὰ
σημεῖα
ἐνώπιον
αὐτοῦ—
ἐν
οἷς
ἐπλάνησεν
τοὺς
λαβόντας
τὸ
χάραγμα
τοῦ
θηρίου
καὶ
τοὺς
προσκυνοῦντας
τῇ
εἰκόνι
αὐτοῦ·
ζῶντες
ἐβλήθησαν
οἱ
δύο
εἰς
τὴν
λίμνην
τοῦ
πυρὸς
τῆς
καιομένης
ἐν
θείῳ.
21καὶ
οἱ
λοιποὶ
ἀπεκτάνθησαν
ἐν
τῇ
ῥομφαίᾳ
τοῦ
καθημένου
ἐπὶ
τοῦ
ἵππου
τῇ
ἐξελθούσῃ
ἐκ
τοῦ
στόματος
αὐτοῦ·
καὶ
πάντα
τὰ
ὄρνεα
ἐχορτάσθησαν
ἐκ
τῶν
σαρκῶν
αὐτῶν.