Rev 21:1-27
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
εἶδον
οὐρανὸν
καινὸν
καὶ
γῆν
καινήν,
ὁ
γὰρ
πρῶτος
οὐρανὸς
καὶ
ἡ
πρώτη
γῆ
ἀπῆλθαν·
καὶ
ἡ
θάλασσα
οὐκ
ἔστιν
ἔτι.
2καὶ
τὴν
πόλιν
τὴν
ἁγίαν,
Ἰερουσαλὴμ
καινήν,
εἶδον,
καταβαίνουσαν
ἐκ
τοῦ
οὐρανοῦ
ἀπὸ
τοῦ
θεοῦ
ἡτοιμασμένην
ὡς
νύμφην
κεκοσμημένην
τῷ
ἀνδρὶ
αὐτῆς.
3καὶ
ἤκουσα
φωνῆς
μεγάλης
ἐκ
τοῦ
θρόνου,
λεγούσης,
Ἰδοὺ
ἡ
σκηνὴ
τοῦ
θεοῦ
μετὰ
τῶν
ἀνθρώπων·
καὶ
σκηνώσει
μετ᾽
αὐτῶν,
καὶ
αὐτοὶ
λαοὶ
αὐτοῦ
ἔσονται·
καὶ
αὐτὸς
ὁ
θεὸς
μετ᾽
αὐτῶν
ἔσται·
4καὶ
ἐξαλείψει
πᾶν
δάκρυον
ἐκ
τῶν
ὀφθαλμῶν
αὐτῶν,
καὶ
ὁ
θάνατος
οὐκ
ἔσται
ἔτι
οὔτε
πένθος
οὔτε
κραυγὴ
οὔτε
πόνος
οὐκ
ἔσται
ἔτι.
ὅτι
τὰ
πρῶτα
ἀπῆλθαν.
5καὶ
εἶπεν
ὁ
καθήμενος
ἐπὶ
τῷ
θρόνῳ,
Ἰδού,
καινὰ
ποιῶ
πάντα.
καὶ
λέγει,
Γράψον,
ὅτι
οὗτοι
οἱ
λόγοι
πιστοὶ
καὶ
ἀληθινοί
εἰσιν.
6καὶ
εἶπέν
μοι,
Γέγοναν.
ἐγώ
εἰμι
τὸ
ἄλφα
καὶ
τὸ
ὦ—
ἡ
ἀρχὴ
καὶ
τὸ
τέλος.
ἐγὼ
τῷ
διψῶντι
δώσω
ἐκ
τῆς
πηγῆς
τοῦ
ὕδατος
τῆς
ζωῆς
δωρεάν.
7ὁ
νικῶν
κληρονομήσει
ταῦτα,
καὶ
ἔσομαι
αὐτῷ
θεός,
καὶ
αὐτὸς
ἔσται
μοι
υἱός.
8τοῖς
δὲ
δειλοῖς,
καὶ
ἀπίστοις,
καὶ
ἐβδελυγμένοις,
καὶ
φονεῦσι,
καὶ
πόρνοις,
καὶ
φαρμάκοις,
καὶ
εἰδωλολάτραις,
καὶ
πᾶσι
τοῖς
ψευδέσιν—
τὸ
μέρος
αὐτῶν
ἐν
τῇ
λίμνῃ
τῇ
καιομένῃ
πυρὶ
καὶ
θείῳ·
ὅ
ἐστιν
ὁ
θάνατος
ὁ
δεύτερος.
9καὶ
ἦλθεν
εἷς
ἐκ
τῶν
ἑπτὰ
ἀγγέλων
τῶν
ἐχόντων
τὰς
ἑπτὰ
φιάλας
τῶν
γεμόντων
τῶν
ἑπτὰ
πληγῶν
τῶν
ἐσχάτων
καὶ
ἐλάλησεν
μετ᾽
ἐμοῦ
λέγων,
Δεῦρο·
δείξω
σοι
τὴν
νύμφην,
τὴν
γυναῖκα
τοῦ
ἀρνίου.
10καὶ
ἀπήνεγκέν
με
ἐν
πνεύματι
ἐπὶ
ὄρος
μέγα,
καὶ
ὑψηλόν,
καὶ
ἔδειξέν
μοι
τὴν
πόλιν
τὴν
ἁγίαν,
Ἰερουσαλήμ,
καταβαίνουσαν
ἐκ
τοῦ
οὐρανοῦ
ἀπὸ
τοῦ
θεοῦ·
11ἔχουσαν
τὴν
δόξαν
τοῦ
θεοῦ
ὁ
φωστὴρ
αὐτῆς
ὅμοιος
λίθῳ
τιμιωτάτῳ—
ὡς
λίθῳ
ἰάσπιδι
κρυσταλλίζοντι.
12ἔχουσα
τεῖχος
μέγα
καὶ
ὑψηλόν,
ἔχουσα
πυλῶνας
δώδεκα
καὶ
ἐπὶ
τοῖς
πυλῶσιν
ἀγγέλους
δώδεκα·
καὶ
ὀνόματα
ἐπιγεγραμμένα
ἅ
ἐστιν
τὰ
ὀνόματα
τῶν
δώδεκα
φυλῶν
υἱῶν
Ἰσραήλ·
13ἀπὸ
ἀνατολῆς
πυλῶνες
τρεῖς,
καὶ
ἀπὸ
βορρᾶ
πυλῶνες
τρεῖς,
καὶ
ἀπὸ
νότου
πυλῶνες
τρεῖς,
καὶ
ἀπὸ
δυσμῶν
πυλῶνες
τρεῖς·
14καὶ
τὸ
τεῖχος
τῆς
πόλεως
ἔχων
θεμελίους
δώδεκα,
καὶ
ἐπ᾽
αὐτῶν
δώδεκα
ὀνόματα
τῶν
δώδεκα
ἀποστόλων
τοῦ
ἀρνίου.
15καὶ
ὁ
λαλῶν
μετ᾽
ἐμοῦ
εἶχεν
μέτρον
κάλαμον
χρυσοῦν
ἵνα
μετρήσῃ
τὴν
πόλιν,
καὶ
τοὺς
πυλῶνας
αὐτῆς,
καὶ
τὸ
τεῖχος
αὐτῆς.
16καὶ
ἡ
πόλις
τετράγωνος
κεῖται,
καὶ
τὸ
μῆκος
αὐτῆς
ὅσον
τὸ
πλάτος·
καὶ
ἐμέτρησεν
τὴν
πόλιν
τῷ
καλάμῳ·
ἐπὶ
σταδίων
δώδεκα
χιλιάδων
τὸ
μῆκος
καὶ
τὸ
πλάτος
καὶ
τὸ
ὕψος
αὐτῆς
ἴσα
ἐστίν.
17καὶ
ἐμέτρησεν
τὸ
τεῖχος
αὐτῆς
ἑκατὸν
τεσσεράκοντα
τεσσάρων
πηχῶν
(μέτρον
ἀνθρώπου,
ὅ
ἐστιν
ἀγγέλου).
18καὶ
ἡ
ἐνδώμησις
τοῦ
τείχους
αὐτῆς
ἴασπις,
καὶ
ἡ
πόλις
χρυσίον
καθαρόν,
ὅμοιον
ὑάλῳ
καθαρῷ.
19οἱ
θεμέλιοι
τοῦ
τείχους
τῆς
πόλεως
παντὶ
λίθῳ
τιμίῳ
κεκοσμημένοι·
ὁ
θεμέλιος
ὁ
πρῶτος
ἴασπις,
ὁ
δεύτερος
σάπφειρος,
ὁ
τρίτος
χαλκηδών,
ὁ
τέταρτος
σμάραγδος,
20ὁ
πέμπτος
σαρδόνυξ,
ὁ
ἕκτος
σάρδιον,
ὁ
ἕβδομος
χρυσόλιθος,
ὁ
ὄγδοος
βήρυλλος,
ὁ
ἔνατος
τοπάζιον,
ὁ
δέκατος
χρυσόπρασος,
ὁ
ἑνδέκατος
ὑάκινθος,
ὁ
δωδέκατος
ἀμέθυστος·
21καὶ
οἱ
δώδεκα
πυλῶνες
δώδεκα
μαργαρῖται—
ἀνὰ
εἷς
ἕκαστος
τῶν
πυλώνων
ἦν
ἐξ
ἑνὸς
μαργαρίτου.
καὶ
ἡ
πλατεῖα
τῆς
πόλεως
χρυσίον
καθαρόν,
ὡς
ὕαλος
διαυγής.
22καὶ
ναὸν
οὐκ
εἶδον
ἐν
αὐτῇ,
ὁ
γὰρ
κύριος
ὁ
θεός
ὁ
παντοκράτωρ
ναὸς
αὐτῆς
ἐστίν
καὶ
τὸ
ἀρνίον.
23καὶ
ἡ
πόλις
οὐ
χρείαν
ἔχει
τοῦ
ἡλίου
οὐδὲ
τῆς
σελήνης
ἵνα
φαίνωσιν
αὐτῇ,
ἡ
γὰρ
δόξα
τοῦ
θεοῦ
ἐφώτισεν
αὐτήν,
καὶ
ὁ
λύχνος
αὐτῆς
τὸ
ἀρνίον.
24καὶ
περιπατήσουσιν
τὰ
ἔθνη
διὰ
τοῦ
φωτὸς
αὐτῆς,
καὶ
οἱ
βασιλεῖς
τῆς
γῆς
φέρουσιν
τὴν
δόξαν
αὐτῶν
εἰς
αὐτήν·
25καὶ
οἱ
πυλῶνες
αὐτῆς
οὐ
μὴ
κλεισθῶσιν
ἡμέρας
νὺξ
γὰρ
οὐκ
ἔσται
ἐκεῖ·
26καὶ
οἴσουσιν
τὴν
δόξαν
καὶ
τὴν
τιμὴν
τῶν
ἐθνῶν
εἰς
αὐτήν.
27καὶ
οὐ
μὴ
εἰσέλθῃ
εἰς
αὐτὴν
πᾶν
κοινόν,
καὶ
ὁ
ποιῶν
βδέλυγμα
καὶ
ψεῦδος—
εἰ
μὴ
οἱ
γεγραμμένοι
ἐν
τῷ
βιβλίῳ
τῆς
ζωῆς
τοῦ
ἀρνίου.