Rev 4:1-11
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1μετὰ
ταῦτα
εἶδον,
καὶ
ἰδοὺ
θύρα
ἠνεῳγμένη
ἐν
τῷ
οὐρανῷ,
καὶ
ἡ
φωνὴ
ἡ
πρώτη
ἣν
ἤκουσα
ὡς
σάλπιγγος
λαλούσης
μετ᾽
ἐμοῦ.
λέγων,
Ἀνάβα
ὧδε,
καὶ
δείξω
σοι
ἃ
δεῖ
γενέσθαι
μετὰ
ταῦτα.
2εὐθέως
ἐγενόμην
ἐν
πνεύματι,
καὶ
ἰδοὺ
θρόνος
ἔκειτο
ἐν
τῷ
οὐρανῷ
καὶ
ἐπὶ
τὸν
θρόνον
καθήμενος.
3καὶ
ὁ
καθήμενος
ὅμοιος
ὁράσει
λίθῳ—
ἰάσπιδι
καὶ
σαρδίῳ·
καὶ
ἶρις
κυκλόθεν
τοῦ
θρόνου
ὅμοιος
ὁράσει
σμαραγδίνῳ·
4καὶ
κυκλόθεν
τοῦ
θρόνου
θρόνους
εἴκοσι
τέσσαρες,
καὶ
ἐπὶ
τοὺς
θρόνους
εἴκοσι
τέσσαρας
πρεσβυτέρους·
καθημένους
περιβεβλημένους
ἱματίοις
λευκοῖς
καὶ
ἐπὶ
τὰς
κεφαλὰς
αὐτῶν
στεφάνους
χρυσοῦς.
5καὶ
ἐκ
τοῦ
θρόνου
ἐκπορεύονται
ἀστραπαὶ
καὶ
φωναὶ
καὶ
βρονταί·
καὶ
ἑπτὰ
λαμπάδες
πυρὸς
καιόμεναι
ἐνώπιον
τοῦ
θρόνου·
ἅ
εἰσιν
τὰ
ἑπτὰ
πνεύματα
τοῦ
θεοῦ.
6καὶ
ἐνώπιον
τοῦ
θρόνου
ὡς
θάλασσα
ὑαλίνη,
ὁμοία
κρυστάλλῳ.
καὶ
ἐν
μέσῳ
τοῦ
θρόνου
καὶ
κύκλῳ
τοῦ
θρόνου
τέσσερα
ζῷα,
γέμοντα
ὀφθαλμῶν,
ἔμπροσθεν
καὶ
ὄπισθεν.
7καὶ
τὸ
ζῷον
τὸ
πρῶτον
ὅμοιον
λέοντι,
καὶ
τὸ
δεύτερον
ζῷον
ὅμοιον
μόσχῳ,
καὶ
τὸ
τρίτον
ζῷον
ἔχων
τὸ
πρόσωπον
ὡς
ἀνθρώπου,
καὶ
τὸ
τέταρτον
ζῷον
ὅμοιον
ἀετῷ
πετομένῳ.
8καὶ
τὰ
τέσσερα
ζῷα
ἓν
καθ᾽
ἓν
αὐτῶν
ἔχων
ἀνὰ
πτέρυγας
ἕξ,
κυκλόθεν
καὶ
ἔσωθεν
γέμουσιν
ὀφθαλμῶν·
καὶ
ἀνάπαυσιν
οὐκ
ἔχουσιν
ἡμέρας
καὶ
νυκτὸς
λέγοντες,
̔Άγιος,
ἅγιος,
ἅγιος
κύριος
ὁ
θεός,
ὁ
παντοκράτωρ—
ὁ
ἦν,
καὶ
ὁ
ὤν,
καὶ
ὁ
ἐρχόμενος.
9καὶ
ὅταν
δώσουσιν
τὰ
ζῷα
δόξαν
καὶ
τιμὴν
καὶ
εὐχαριστίαν
τῷ
καθημένῳ
ἐπὶ
τοῦ
θρόνου
(τῷ
ζῶντι
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων),
10πεσοῦνται
οἱ
εἴκοσι
τέσσαρες
πρεσβύτεροι
ἐνώπιον
τοῦ
καθημένου
ἐπὶ
τοῦ
θρόνου
καὶ
προσκυνήσουσιν
(τῷ
ζῶντι
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων)·
καὶ
βαλοῦσιν
τοὺς
στεφάνους
αὐτῶν
ἐνώπιον
τοῦ
θρόνου
λέγοντες,
11̓Άξιος
εἶ,
ὁ
κύριος
καὶ
ὁ
θεὸς
ἡμῶν,
λαβεῖν
τὴν
δόξαν
καὶ
τὴν
τιμὴν
καὶ
τὴν
δύναμιν.
ὅτι
σὺ
ἔκτισας
τὰ
πάντα,
καὶ
διὰ
τὸ
θέλημά
σου
ἦσαν
καὶ
ἐκτίσθησαν.