Rev 9:1-21
Revelation 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1καὶ
ὁ
πέμπτος
ἄγγελος
ἐσάλπισεν,
καὶ
εἶδον
ἀστέρα
ἐκ
τοῦ
οὐρανοῦ
πεπτωκότα
εἰς
τὴν
γῆν,
καὶ
ἐδόθη
αὐτῷ
ἡ
κλεὶς
τοῦ
φρέατος
τῆς
ἀβύσσου.
2καὶ
ἤνοιξεν
τὸ
φρέαρ
τῆς
ἀβύσσου,
καὶ
ἀνέβη
καπνὸς
ἐκ
τοῦ
φρέατος
ὡς
καπνὸς
καμίνου
μεγάλης,
καὶ
ἐσκοτώθη
ὁ
ἥλιος
καὶ
ὁ
ἀὴρ
ἐκ
τοῦ
καπνοῦ
τοῦ
φρέατος.
3καὶ
ἐκ
τοῦ
καπνοῦ
ἐξῆλθον
ἀκρίδες
εἰς
τὴν
γῆν,
καὶ
ἐδόθη
αὐταῖς
ἐξουσία
ὡς
ἔχουσιν
ἐξουσίαν
οἱ
σκορπίοι
τῆς
γῆς.
4καὶ
ἐρρέθη
αὐταῖς
ἵνα
μὴ
ἀδικήσουσιν
τὸν
χόρτον
τῆς
γῆς
οὐδὲ
πᾶν
χλωρὸν
οὐδὲ
πᾶν
δένδρον,
εἰ
μὴ
τοὺς
ἀνθρώπους
οἵτινες
οὐκ
ἔχουσι
τὴν
σφραγῖδα
τοῦ
θεοῦ
ἐπὶ
τῶν
μετώπων.
5καὶ
ἐδόθη
αὐταῖς
ἵνα
μὴ
ἀποκτείνωσιν
αὐτούς
ἀλλ᾽
ἵνα
βασανισθήσονται
μῆνας
πέντε
καὶ
ὁ
βασανισμὸς
αὐτῶν
ὡς
βασανισμὸς
σκορπίου
ὅταν
παίσῃ
ἄνθρωπον.
6καὶ
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
ζητήσουσιν
οἱ
ἄνθρωποι
τὸν
θάνατον
καὶ
οὐ
μὴ
εὑρήσουσιν
αὐτόν.
καὶ
ἐπιθυμήσουσιν
ἀποθανεῖν,
καὶ
φεύγει
ὁ
θάνατος
ἀπ᾽
αὐτῶν.
7καὶ
τὰ
ὁμοιώματα
τῶν
ἀκρίδων
ὅμοια
ἵπποις
ἡτοιμασμένοις
εἰς
πόλεμον·
καὶ
ἐπὶ
τὰς
κεφαλὰς
αὐτῶν
ὡς
στέφανοι
ὅμοιοι
χρυσῷ,
καὶ
τὰ
πρόσωπα
αὐτῶν
ὡς
πρόσωπα
ἀνθρώπων.
8καὶ
εἶχαν
τρίχας
ὡς
τρίχας
γυναικῶν,
καὶ
οἱ
ὀδόντες
αὐτῶν
ὡς
λεόντων
ἦσαν.
9καὶ
εἶχαν
θώρακας
ὡς
θώρακας
σιδηροῦς,
καὶ
ἡ
φωνὴ
τῶν
πτερύγων
αὐτῶν
ὡς
φωνὴ
ἁρμάτων
ἵππων
πολλῶν
τρεχόντων
εἰς
πόλεμον.
10καὶ
ἔχουσιν
οὐρὰς
ὁμοίας
σκορπίοις
καὶ
κέντρα,
καὶ
ἐν
ταῖς
οὐραῖς
αὐτῶν
ἡ
ἐξουσία
αὐτῶν
ἀδικῆσαι
τοὺς
ἀνθρώπους
μῆνας
πέντε.
11ἔχουσιν
ἐπ᾽
αὐτῶν
βασιλέα
τὸν
ἄγγελον
τῆς
ἀβύσσου·
ὄνομα
αὐτῷ
Ἑβραϊστί
Ἀβαδδών,
καὶ
ἐν
τῇ
Ἑλληνικῇ
ὄνομα
ἔχει
Ἀπολλύων.
12ἡ
οὐαὶ
ἡ
μία
ἀπῆλθεν,
ἰδού,
ἔρχεται
ἔτι
δύο
οὐαὶ
μετὰ
ταῦτα.
13καὶ
ὁ
ἕκτος
ἄγγελος
ἐσάλπισεν,
καὶ
ἤκουσα
φωνὴν
μίαν
ἐκ
τῶν
τεσσάρων
κεράτων
τοῦ
θυσιαστηρίου
τοῦ
χρυσοῦ
τοῦ
ἐνώπιον
τοῦ
θεοῦ·
14λέγοντα
τῷ
ἕκτῳ
ἀγγέλῳ
ὁ
ἔχων
τὴν
σάλπιγγα,
Λῦσον
τοὺς
τέσσαρας
ἀγγέλους
τοὺς
δεδεμένους
ἐπὶ
τῷ
ποταμῷ
τῷ
μεγάλῳ
Εὐφράτῃ.
15καὶ
ἐλύθησαν
οἱ
τέσσαρες
ἄγγελοι
οἱ
ἡτοιμασμένοι
εἰς
τὴν
ὥραν
καὶ
ἡμέραν
καὶ
μῆνα
καὶ
ἐνιαυτὸν
ἵνα
ἀποκτείνωσιν
τὸ
τρίτον
τῶν
ἀνθρώπων.
16καὶ
ὁ
ἀριθμὸς
τῶν
στρατευμάτων
τοῦ
ἱππικοῦ
δισμυριάδες
μυριάδων,
ἤκουσα
τὸν
ἀριθμὸν
αὐτῶν.
17καὶ
οὕτως,
εἶδον
τοὺς
ἵππους
ἐν
τῇ
ὁράσει
καὶ
τοὺς
καθημένους
ἐπ᾽
αὐτῶν·
ἔχοντας
θώρακας
πυρίνους
καὶ
ὑακινθίνους
καὶ
θειώδεις·
καὶ
αἱ
κεφαλαὶ
τῶν
ἵππων
ὡς
κεφαλαὶ
λεόντων,
καὶ
ἐκ
τῶν
στομάτων
αὐτῶν
ἐκπορεύεται
πῦρ
καὶ
καπνὸς
καὶ
θεῖον·
18ἀπὸ
τῶν
τριῶν
πληγῶν
τούτων
ἀπεκτάνθησαν
τὸ
τρίτον
τῶν
ἀνθρώπων—
ἐκ
τοῦ
πυρὸς
καὶ
τοῦ
καπνοῦ
καὶ
τοῦ
θείου
τοῦ
ἐκπορευομένου
ἐκ
τῶν
στομάτων
αὐτῶν.
19ἡ
γὰρ
ἐξουσία
τῶν
ἵππων
ἐν
τῷ
στόματι
αὐτῶν
ἐστίν,
καὶ
ἐν
ταῖς
οὐραῖς
αὐτῶν·
αἱ
γὰρ
οὐραὶ
αὐτῶν
ὅμοιαι
ὄφεσιν
ἔχουσαι
κεφαλάς,
καὶ
ἐν
αὐταῖς
ἀδικοῦσιν.
20καὶ
οἱ
λοιποὶ
τῶν
ἀνθρώπων
οἳ
οὐκ
ἀπεκτάνθησαν
ἐν
ταῖς
πληγαῖς
ταύταις
οὐδὲ
μετενόησαν
ἐκ
τῶν
ἔργων
τῶν
χειρῶν
αὐτῶν·
ἵνα
μὴ
προσκυνήσουσιν
τὰ
δαιμόνια
καὶ
τὰ
εἴδωλα
τὰ
χρυσᾶ,
καὶ
τὰ
ἀργυρᾶ,
καὶ
τὰ
χαλκᾶ,
καὶ
τὰ
λίθινα,
καὶ
τὰ
ξύλινα—
ἃ
οὔτε
βλέπειν
δύνανται
οὔτε
ἀκούειν
οὔτε
περιπατεῖν.
21καὶ
οὐ
μετενόησαν
ἐκ
τῶν
φόνων
αὐτῶν
οὔτε
ἐκ
τῶν
φαρμάκων
αὐτῶν
οὔτε
ἐκ
τῆς
πορνείας
αὐτῶν
οὔτε
ἐκ
τῶν
κλεμμάτων
αὐτῶν.