The Bible

Old Testament

New Testament

Give Us Feedback

Rom 10:1-21

Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1ἀδελφοί, μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. 2μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν· 3ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην· καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· 4τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην· παντὶ τῷ πιστεύοντι. 5Μωυσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. 6 δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; (τοῦτ᾽ ἔστιν Χριστὸν καταγαγεῖν.) 7ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; (τοῦτ᾽ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.) 8ἀλλὰ τί; λέγει, ἐγγύς σου τὸ ῥῆμά ἐστιν· ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου. τοῦτ᾽ ἔστιν τὸ ῥῆμα τῆς πίστεως κηρύσσομεν— 9ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου ὅτι κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11λέγει γὰρ γραφή, Πᾶς πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. 12οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ ̔Έλληνος· γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13Πᾶς, γάρ, ̔Ὸς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. 14πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος; 15πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. 16ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ, Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; 17ἄρα πίστις ἐξ ἀκοῆς, δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ. 18ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωυσῆς, λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. 21πρὸς δὲ τὸν Ἰσραήλ, λέγει, ̔Όλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαόν, ἀπειθοῦντα καὶ ἀντιλέγοντα.