The Bible

Old Testament

New Testament

Give Us Feedback

Rom 11:1-36

Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear

1λέγω, οὖν, μὴ ἀπώσατο θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλείτης εἰμί, ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμείν. 2οὐκ ἀπώσατο θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. οὐκ οἴδατε ἐν Ἠλείᾳ τί λέγει γραφή; ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ, 3Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καί, ζητοῦσιν τὴν ψυχήν μου. 4ἀλλὰ τί λέγει αὐτῷ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. 5οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν· 6εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεί, χάρις οὐκέτι γίνεται χάρις. 7τί οὖν; ἐπιζητεῖ Ἰσραὴλ τοῦτο οὐκ ἐπέτυχεν— δὲ ἐκλογὴ ἐπέτυχεν— οἱ δὲ λοιποὶ ἐπωρώθησαν. 8καθὼς γέγραπται, ̓Έδωκεν αὐτοῖς θεὸς πνεῦμα κατανύξεως· ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. 9καί, Δαυεὶδ λέγει, Γενηθήτω τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν· καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς· 10σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον. 11λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι, σωτηρία τοῖς ἔθνεσιν· εἰς τὸ παραζηλῶσαι αὐτούς. 12εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν. 13ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. ἐφ᾽ ὅσον μὲν οὖν εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος· τὴν διακονίαν μου δοξάζω, 14εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15εἰ γὰρ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16εἰ δὲ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ῥίζα ἁγία, καί, οἱ κλάδοι. 17εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν. σὺ δὲ ἀγριέλαιος ὤν, ἐνεκεντρίσθης ἐν αὐτοῖς. καὶ συνκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου. 18μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ῥίζα σέ. 19ἐρεῖς οὖν, Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐνκεντρισθῶ. 20καλῶς— τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. 21εἰ γὰρ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται. 22ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ. ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης θεοῦ· ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23κἀκεῖνοι δὲ ἐὰν μὴ ἐπιμένωσι τῇ ἀπιστίᾳ, ἐνκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν θεὸς πάλιν ἐνκεντρίσαι αὐτούς. 24εἰ γὰρ σύ, ἐκ τῆς κατὰ φύσιν, ἐξεκόπης ἀγριελαίου. καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐνκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. 25οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ᾽ ἑαυτοῖς φρόνιμοι· ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. 26καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται, ̔Ήξει ἐκ Σιὼν ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. 27καὶ αὕτη αὐτοῖς παρ᾽ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. 28κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροί, δι᾽ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· 29ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ κλῆσις τοῦ θεοῦ. 30ὥσπερ γὰρ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ. 31οὕτως καί, οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα, καί, αὐτοὶ ἐλεηθῶσιν. 32συνέκλεισεν γὰρ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ. 33ὦ, βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 34τίς γὰρ ἔγνω νοῦν κυρίου; τίς σύμβουλος αὐτοῦ ἐγένετο; 35 τίς προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ; 36ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.