Rom 14:1-23
Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1τὸν
δὲ
ἀσθενοῦντα
τῇ
πίστει
προσλαμβάνεσθε,
μὴ
εἰς
διακρίσεις
διαλογισμῶν.
2ὃς
μέν,
πιστεύει
φαγεῖν
πάντα·
ὁ
δὲ
ἀσθενῶν
λάχανα
ἐσθίει.
3ὁ
ἐσθίων
τὸν
μὴ
ἐσθίοντα
μὴ
ἐξουθενείτω·
ὁ
δὲ
μὴ
ἐσθίων
τὸν
ἐσθίοντα
μὴ
κρινέτω,
ὁ
θεὸς
γὰρ
αὐτὸν
προσελάβετο.
4σὺ
τίς
εἶ
ὁ
κρίνων
ἀλλότριον
οἰκέτην;
τῷ
ἰδίῳ
κυρίῳ
στήκει
ἢ
πίπτει·
σταθήσεται
δέ,
δυνατεῖ
γὰρ
ὁ
κύριος
στῆσαι
αὐτόν.
5ὃς
μὲν
γάρ,
κρίνει
ἡμέραν
παρ᾽
ἡμέραν,
ὃς
δὲ
κρίνει
πᾶσαν
ἡμέραν·
ἕκαστος
ἐν
τῷ
ἰδίῳ
νοὶ̈
πληροφορείσθω.
6ὁ
φρονῶν
τὴν
ἡμέραν
κυρίῳ
φρονεῖ.
καὶ
ὁ
ἐσθίων
κυρίῳ
ἐσθίει,
εὐχαριστεῖ
γὰρ
τῷ
θεῷ·
καὶ
ὁ
μὴ
ἐσθίων
κυρίῳ
οὐκ
ἐσθίει
καὶ
εὐχαριστεῖ
τῷ
θεῷ.
7οὐδεὶς
γὰρ
ἡμῶν
ἑαυτῷ
ζῇ
καὶ
οὐδεὶς
ἑαυτῷ
ἀποθνῄσκει·
8ἐάν
τε
γὰρ
ζῶμεν,
τῷ
κυρίῳ
ζῶμεν·
ἐάν
τε
ἀποθνῄσκωμεν,
τῷ
κυρίῳ
ἀποθνῄσκομεν.
ἐάν
τε
οὖν
ζῶμεν
ἐάν
τε
ἀποθνῄσκωμεν,
τοῦ
κυρίου
ἐσμέν.
9εἰς
τοῦτο
γὰρ
Χριστὸς
ἀπέθανεν
καὶ
ἔζησεν—
ἵνα
καὶ
νεκρῶν
καὶ
ζώντων
κυριεύσῃ.
10σὺ
δὲ
τί
κρίνεις
τὸν
ἀδελφόν
σου;
ἢ
καὶ
σὺ
τί
ἐξουθενεῖς
τὸν
ἀδελφόν
σου;
πάντες
γάρ,
παραστησόμεθα
τῷ
βήματι
τοῦ
θεοῦ.
11γέγραπται
γάρ,
Ζῶ
ἐγώ,
λέγει
κύριος,
ὅτι
ἐμοὶ
κάμψει
πᾶν
γόνυ,
καὶ
πᾶσα
γλῶσσα
ἐξομολογήσεται
τῷ
θεῷ.
12ἄρα
οὖν,
ἕκαστος
ἡμῶν
περὶ
ἑαυτοῦ
λόγον
δώσει
τῷ
θεῷ.
13μηκέτι
οὖν
ἀλλήλους
κρίνωμεν·
ἀλλὰ
τοῦτο
κρίνατε
μᾶλλον
τὸ
μὴ
τιθέναι
πρόσκομμα
τῷ
ἀδελφῷ
ἢ
σκάνδαλον.
14οἶδα
καὶ
πέπεισμαι
ἐν
κυρίῳ
Ἰησοῦ
ὅτι
οὐδὲν
κοινόν,
δι᾽
ἑαυτοῦ·
εἰ
μὴ
τῷ
λογιζομένῳ
τι
κοινὸν
εἶναι,
ἐκείνῳ
κοινόν.
15εἰ
γὰρ
διὰ
βρῶμα
ὁ
ἀδελφός
σου
λυπεῖται,
οὐκέτι
κατὰ
ἀγάπην
περιπατεῖς.
μὴ
τῷ
βρώματί
σου
ἐκεῖνον
ἀπόλλυε
ὑπὲρ
οὗ
Χριστὸς
ἀπέθανεν.
16μὴ
βλασφημείσθω
οὖν
ὑμῶν
τὸ
ἀγαθόν.
17οὐ
γάρ
ἐστιν
ἡ
βασιλεία
τοῦ
θεοῦ
βρῶσις
καὶ
πόσις,
ἀλλὰ
δικαιοσύνη
καὶ
εἰρήνη
καὶ
χαρὰ
ἐν
πνεύματι
ἁγίῳ.
18ὁ
γὰρ
ἐν
τούτῳ
δουλεύων
τῷ
Χριστῷ,
εὐάρεστος
τῷ
θεῷ,
καί,
δόκιμος
τοῖς
ἀνθρώποις.
19ἄρα
οὖν,
τὰ
τῆς
εἰρήνης
διώκωμεν
καὶ
τὰ
τῆς
οἰκοδομῆς
τῆς
εἰς
ἀλλήλους.
20μὴ
ἕνεκεν
βρώματος
κατάλυε
τὸ
ἔργον
τοῦ
θεοῦ.
πάντα
μὲν
καθαρά,
ἀλλὰ
κακὸν
τῷ
ἀνθρώπῳ
τῷ
διὰ
προσκόμματος
ἐσθίοντι.
21καλὸν
τὸ
μὴ
φαγεῖν
κρέα
μηδὲ
πεῖν
οἶνον
μηδὲ
ἐν
ᾧ
ὁ
ἀδελφός
σου
προσκόπτει.
22σὺ
πίστιν
ἣν
ἔχεις,
κατὰ
σεαυτὸν
ἔχε
ἐνώπιον
τοῦ
θεοῦ.
μακάριος
ὁ
μὴ
κρίνων
ἑαυτὸν
ἐν
ᾧ
δοκιμάζει·
23ὁ
δὲ
διακρινόμενος
ἐὰν
φάγῃ,
κατακέκριται·
ὅτι
οὐκ
ἐκ
πίστεως·
πᾶν
δὲ
ὃ
οὐκ
ἐκ
πίστεως,
ἁμαρτία
ἐστίν.