Rom 15:1-33
Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1ὀφείλομεν
δὲ
ἡμεῖς
οἱ
δυνατοὶ
τὰ
ἀσθενήματα
τῶν
ἀδυνάτων
βαστάζειν·
καὶ
μὴ
ἑαυτοῖς
ἀρέσκειν.
2ἕκαστος
ἡμῶν
τῷ
πλησίον
ἀρεσκέτω
εἰς
τὸ
ἀγαθὸν
πρὸς
οἰκοδομήν.
3καὶ
γὰρ
ὁ
Χριστὸς
οὐχ
ἑαυτῷ
ἤρεσεν·
ἀλλὰ
καθὼς
γέγραπται,
Οἱ
ὀνειδισμοὶ
τῶν
ὀνειδιζόντων
σέ,
ἐπέπεσαν
ἐπ᾽
ἐμέ.
4ὅσα
γὰρ
προεγράφη
εἰς
τὴν
ἡμετέραν
διδασκαλίαν
ἐγράφη·
ἵνα
διὰ
τῆς
ὑπομονῆς
καὶ
διὰ
τῆς
παρακλήσεως
τῶν
γραφῶν
τὴν
ἐλπίδα
ἔχωμεν.
5ὁ
δὲ
θεός,
τῆς
ὑπομονῆς
καὶ
τῆς
παρακλήσεως,
δῴη
ὑμῖν
τὸ
αὐτὸ
φρονεῖν
ἐν
ἀλλήλοις,
κατὰ
Χριστὸν
Ἰησοῦν·
6ἵνα
ὁμοθυμαδὸν
ἐν
ἑνὶ
στόματι,
δοξάζητε
τὸν
θεόν,
καὶ
πατέρα
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ.
7διὸ
προσλαμβάνεσθε
ἀλλήλους
καθὼς
καὶ
ὁ
Χριστὸς
προσελάβετο
ὑμᾶς
εἰς
δόξαν
τοῦ
θεοῦ.
8λέγω
γὰρ
Χριστὸν
διάκονον
γεγενῆσθαι
περιτομῆς
ὑπὲρ
ἀληθείας
θεοῦ
εἰς
τὸ
βεβαιῶσαι
τὰς
ἐπαγγελίας
τῶν
πατέρων.
9τὰ
δὲ
ἔθνη
ὑπὲρ
ἐλέους
δοξάσαι
τὸν
θεόν,
καθὼς
γέγραπται·
Διὰ
τοῦτο,
ἐξομολογήσομαί
σοι
ἐν
ἔθνεσι·
καὶ
τῷ
ὀνόματί
σου
ψαλῶ.
10καὶ
πάλιν
λέγει,
Εὐφράνθητε,
ἔθνη,
μετὰ
τοῦ
λαοῦ
αὐτοῦ.
11καὶ
πάλιν,
Αἰνεῖτε,
πάντα
τὰ
ἔθνη,
τὸν
κύριον·
καὶ
ἐπαινεσάτωσαν
αὐτόν,
πάντες
οἱ
λαοί.
12καὶ
πάλιν
Ἠσαΐας
λέγει,
̓Έσται
ἡ
ῥίζα
τοῦ
Ἰεσσαί,
καὶ
ὁ
ἀνιστάμενος
ἄρχειν
ἐθνῶν·
ἐπ᾽
αὐτῷ
ἔθνη
ἐλπιοῦσιν.
13ὁ
δὲ
θεός,
τῆς
ἐλπίδος,
πληρώσαι
ὑμᾶς
πάσης
χαρᾶς
καὶ
εἰρήνης
ἐν
τῷ
πιστεύειν·
εἰς
τὸ
περισσεύειν
ὑμᾶς
ἐν
τῇ
ἐλπίδι
ἐν
δυνάμει
πνεύματος
ἁγίου.
14πέπεισμαι
δέ,
ἀδελφοί
μου,
καὶ
αὐτὸς
ἐγὼ
περὶ
ὑμῶν
ὅτι
καὶ
αὐτοὶ
μεστοί
ἐστε
ἀγαθωσύνης·
πεπληρωμένοι
πάσης
τῆς
γνώσεως
δυνάμενοι
καὶ
ἀλλήλους
νουθετεῖν.
15τολμηρότερον,
δὲ
ἔγραψα
ὑμῖν
ἀπὸ
μέρους,
ὡς
ἐπαναμιμνήσκων
ὑμᾶς·
διὰ
τὴν
χάριν
τὴν
δοθεῖσάν
μοι
ὑπὸ
τοῦ
θεοῦ,
16εἰς
τὸ
εἶναί
με
λειτουργὸν
Χριστοῦ
Ἰησοῦ
εἰς
τὰ
ἔθνη·
ἱερουργοῦντα
τὸ
εὐαγγέλιον
τοῦ
θεοῦ,
ἵνα
γένηται
ἡ
προσφορὰ
τῶν
ἐθνῶν
εὐπρόσδεκτος,
ἡγιασμένη
ἐν
πνεύματι
ἁγίῳ.
17ἔχω
οὖν
τὴν
καύχησιν
ἐν
Χριστῷ
Ἰησοῦ
τὰ
πρὸς
τὸν
θεόν.
18οὐ
γὰρ
τολμήσω
τι
λαλεῖν
ὧν
οὐ
κατειργάσατο
Χριστὸς
δι᾽
ἐμοῦ,
εἰς
ὑπακοὴν
ἐθνῶν
λόγῳ
καὶ
ἔργῳ·
19ἐν
δυνάμει
σημείων
καὶ
τεράτων,
ἐν
δυνάμει
πνεύματος
θεοῦ·
ὥστε,
με
ἀπὸ
Ἰερουσαλὴμ
καὶ
κύκλῳ
μέχρι
τοῦ
Ἰλλυρικοῦ
πεπληρωκέναι
τὸ
εὐαγγέλιον
τοῦ
Χριστοῦ.
20οὕτως
δὲ
φιλοτιμούμενον
εὐαγγελίζεσθαι
οὐχ
ὅπου
ὠνομάσθη
Χριστός,
ἵνα
μὴ
ἐπ᾽
ἀλλότριον
θεμέλιον
οἰκοδομῶ·
21ἀλλὰ
καθὼς
γέγραπται,
̓Όψονται
οἷς
οὐκ
ἀνηγγέλη
περὶ
αὐτοῦ,
καὶ
οἳ
οὐκ
ἀκηκόασιν
συνήσουσιν.
22διὸ
καί,
ἐνεκοπτόμην
τὰ
πολλὰ
τοῦ
ἐλθεῖν
πρὸς
ὑμᾶς·
23νυνὶ
δὲ
μηκέτι
τόπον
ἔχων
ἐν
τοῖς
κλίμασι
τούτοις,
ἐπιπόθειαν
δὲ
ἔχων
τοῦ
ἐλθεῖν
πρὸς
ὑμᾶς,
ἀπὸ
πολλῶν
ἐτῶν·
24ὡς
ἂν
πορεύωμαι
εἰς
τὴν
Σπανίαν,
ἐλπίζω
γὰρ
διαπορευόμενος
θεάσασθαι
ὑμᾶς·
καὶ
ὑφ᾽
ὑμῶν
προπεμφθῆναι
ἐκεῖ,
ἐὰν
ὑμῶν
πρῶτον
ἀπὸ
μέρους
ἐμπλησθῶ.
25νυνὶ
δέ,
πορεύομαι
εἰς
Ἰερουσαλὴμ
διακονῶν
τοῖς
ἁγίοις.
26ηὐδόκησαν,
γάρ,
Μακεδονία
καὶ
Ἀχαΐα
κοινωνίαν
τινὰ
ποιήσασθαι
εἰς
τοὺς
πτωχοὺς
τῶν
ἁγίων
τῶν
ἐν
Ἰερουσαλήμ.
27ηὐδόκησαν
γὰρ
καὶ
ὀφειλέται
εἰσὶν
αὐτῶν·
εἰ
γὰρ
τοῖς
πνευματικοῖς
αὐτῶν
ἐκοινώνησαν
τὰ
ἔθνη,
ὀφείλουσιν
καὶ
ἐν
τοῖς
σαρκικοῖς
λειτουργῆσαι
αὐτοῖς.
28τοῦτο
οὖν
ἐπιτελέσας
καὶ
σφραγισάμενος
αὐτοῖς
τὸν
καρπὸν
τοῦτον,
ἀπελεύσομαι
δι᾽
ὑμῶν
εἰς
Σπανίαν·
29οἶδα
δὲ
ὅτι
ἐρχόμενος
πρὸς
ὑμᾶς,
ἐν
πληρώματι
εὐλογίας
Χριστοῦ
ἐλεύσομαι.
30παρακαλῶ
δὲ
ὑμᾶς,
ἀδελφοί,
διὰ
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ,
καὶ
διὰ
τῆς
ἀγάπης
τοῦ
πνεύματος,
συναγωνίσασθαί
μοι
ἐν
ταῖς
προσευχαῖς
ὑπὲρ
ἐμοῦ
πρὸς
τὸν
θεόν·
31ἵνα
ῥυσθῶ
ἀπὸ
τῶν
ἀπειθούντων
ἐν
τῇ
Ἰουδαίᾳ·
καὶ
ἡ
διακονία
μου
ἡ
εἰς
Ἰερουσαλὴμ
εὐπρόσδεκτος
τοῖς
ἁγίοις
γένηται·
32ἵνα,
ἐν
χαρᾷ
ἐλθὼν
πρὸς
ὑμᾶς,
διὰ
θελήματος
θεοῦ,
συναναπαύσωμαι
ὑμῖν.
33ὁ
δὲ
θεός,
τῆς
εἰρήνης,
μετὰ
πάντων
ὑμῶν·
ἀμήν.