Rom 16:1-27
Romans 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
NLT | Greek NT | Matchup | Interlinear | Reverse-Interlinear
1συνίστημι
δὲ
ὑμῖν
Φοίβην
τὴν
ἀδελφὴν
ἡμῶν,
οὖσαν
καὶ
διάκονον
τῆς
ἐκκλησίας
τῆς
ἐν
Κενχρεαῖς.
2ἵνα
προσδέξησθε
αὐτὴν
ἐν
κυρίῳ
ἀξίως
τῶν
ἁγίων·
καὶ
παραστῆτε
αὐτῇ
ἐν
ᾧ
ἂν
ὑμῶν
χρῄζῃ
πράγματι,
καὶ
γὰρ
αὐτὴ
προστάτις
πολλῶν
ἐγενήθη,
καὶ
ἐμοῦ
αὐτοῦ.
3ἀσπάσασθε
Πρίσκαν
καὶ
Ἀκύλαν,
τοὺς
συνεργούς
μου
ἐν
Χριστῷ
Ἰησοῦ·
4οἵτινες
ὑπὲρ
τῆς
ψυχῆς
μου
τὸν
ἑαυτῶν
τράχηλον
ὑπέθηκαν·
οἷς
οὐκ
ἐγὼ
μόνος
εὐχαριστῶ,
ἀλλὰ
καὶ
πᾶσαι
αἱ
ἐκκλησίαι
τῶν
ἐθνῶν·
5καὶ
τὴν
κατ᾽
οἶκον
αὐτῶν
ἐκκλησίαν.
ἀσπάσασθε
Ἐπαίνετον
τὸν
ἀγαπητόν
μου·
ὅς
ἐστιν
ἀπαρχὴ
τῆς
Ἀσίας
εἰς
Χριστόν.
6ἀσπάσασθε
Μαρίαν,
ἥτις
πολλὰ
ἐκοπίασεν
εἰς
ὑμᾶς.
7ἀσπάσασθε
Ἀνδρόνικον
καὶ
Ἰουνίαν,
τοὺς
συγγενεῖς
μου,
καὶ
συναιχμαλώτους
μου·
οἵτινές
εἰσιν
ἐπίσημοι
ἐν
τοῖς
ἀποστόλοις
οἳ
καὶ
πρὸ
ἐμοῦ
γέγοναν
ἐν
Χριστῷ.
8ἀσπάσασθε
Ἀμπλιᾶτον,
τὸν
ἀγαπητόν
μου
ἐν
κυρίῳ,
9ἀσπάσασθε
Οὐρβανόν,
τὸν
συνεργὸν
ἡμῶν
ἐν
Χριστῷ,
καὶ
Στάχυν
τὸν
ἀγαπητόν
μου.
10ἀσπάσασθε
Ἀπελλῆν,
τὸν
δόκιμον
ἐν
Χριστῷ.
ἀσπάσασθε
τοὺς
ἐκ
τῶν
Ἀριστοβούλου.
11ἀσπάσασθε
Ἡρῳδίωνα,
τὸν
συγγενῆ
μου.
ἀσπάσασθε
τοὺς
ἐκ
τῶν
Ναρκίσσου
τοὺς
ὄντας
ἐν
κυρίῳ.
12ἀσπάσασθε
Τρύφαιναν
καὶ
Τρυφῶσαν,
τὰς
κοπιώσας
ἐν
κυρίῳ,
ἀσπάσασθε
Περσίδα,
τὴν
ἀγαπητὴν
ἥτις
πολλὰ
ἐκοπίασεν
ἐν
κυρίῳ.
13ἀσπάσασθε
Ῥοῦφον,
τὸν
ἐκλεκτὸν
ἐν
κυρίῳ·
καὶ
τὴν
μητέρα
αὐτοῦ
καὶ
ἐμοῦ.
14ἀσπάσασθε
Ἀσύνκριτον,
Φλέγοντα,
Ἑρμῆν,
Πατροβᾶν,
Ἑρμᾶν,
καὶ
τοὺς
σὺν
αὐτοῖς
ἀδελφούς.
15ἀσπάσασθε
Φιλόλογον,
καὶ
Ἰουλίαν,
Νηρέα
καὶ
τὴν
ἀδελφὴν
αὐτοῦ,
καὶ
Ὀλυμπᾶν
καὶ
τοὺς
σὺν
αὐτοῖς
πάντας
ἁγίους.
16ἀσπάσασθε
ἀλλήλους
ἐν
φιλήματι
ἁγίῳ.
ἀσπάζονται
ὑμᾶς
αἱ
ἐκκλησίαι
πᾶσαι
τοῦ
Χριστοῦ.
17παρακαλῶ
δὲ
ὑμᾶς,
ἀδελφοί·
σκοπεῖν
τοὺς
τὰς
διχοστασίας
καὶ
τὰ
σκάνδαλα
παρὰ
τὴν
διδαχὴν
ἣν
ὑμεῖς
ἐμάθετε
ποιοῦντας·
καὶ
ἐκκλίνετε
ἀπ᾽
αὐτῶν.
18οἱ
γὰρ
τοιοῦτοι
τῷ
κυρίῳ
ἡμῶν
Χριστῷ
οὐ
δουλεύουσιν·
ἀλλὰ
τῇ
ἑαυτῶν
κοιλίᾳ.
καὶ
διὰ
τῆς
χρηστολογίας
καὶ
εὐλογίας
ἐξαπατῶσι
τὰς
καρδίας
τῶν
ἀκάκων.
19ἡ
γὰρ
ὑμῶν
ὑπακοὴ
εἰς
πάντας
ἀφίκετο·
ἐφ᾽
ὑμῖν
οὖν
χαίρω.
θέλω
δὲ
ὑμᾶς
σοφοὺς
εἶναι
εἰς
τὸ
ἀγαθὸν
ἀκεραίους
δὲ
εἰς
τὸ
κακόν.
20ὁ
δὲ
θεὸς
τῆς
εἰρήνης
συντρίψει
τὸν
Σατανᾶν
ὑπὸ
τοὺς
πόδας
ὑμῶν
ἐν
τάχει.
ἡ
χάρις
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
μεθ᾽
ὑμῶν.
21ἀσπάζεται
ὑμᾶς,
Τιμόθεος,
ὁ
συνεργός
μου,
καὶ
Λούκιος,
καὶ
Ἰάσων,
καὶ
Σωσίπατρος,
οἱ
συγγενεῖς
μου.
22ἀσπάζομαι
ὑμᾶς,
ἐγώ,
Τέρτιος,
ὁ
γράψας
τὴν
ἐπιστολὴν
ἐν
κυρίῳ.
23ἀσπάζεται
ὑμᾶς
Γάϊος·
ὁ
ξένος
μου
καὶ
ὅλης
τῆς
ἐκκλησίας.
ἀσπάζεται
ὑμᾶς
̓Έραστος,
ὁ
οἰκονόμος
τῆς
πόλεως,
καὶ
Κουᾶρτος
ὁ
ἀδελφός.
24
25τῷ
δέ,
δυναμένῳ
ὑμᾶς
στηρίξαι,
κατὰ
τὸ
εὐαγγέλιόν
μου·
καὶ
τὸ
κήρυγμα
Ἰησοῦ
Χριστοῦ,
κατὰ
ἀποκάλυψιν
μυστηρίου,
χρόνοις
αἰωνίοις
σεσιγημένου.
26φανερωθέντος
δὲ
νῦν
διά
τε
γραφῶν
προφητικῶν
κατ᾽
ἐπιταγὴν
τοῦ
αἰωνίου
θεοῦ,
εἰς
ὑπακοὴν
πίστεως,
εἰς
πάντα
τὰ
ἔθνη
γνωρισθέντος.
27μόνῳ
σοφῷ,
θεῷ,
διὰ
Ἰησοῦ
Χριστοῦ
ᾧ
ἡ
δόξα
εἰς
τοὺς
αἰῶνας·
ἀμήν.